Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ εἰρήνης

Γρηγόριος ὁ Ναζιανζηνός

Εισαγωγή περί αγάπης και η φύση της εσωτερικής διαφωνίας

Το προοίμιο εξετάζει τον ρόλο του Πνεύματος και της αγάπης, επικρίνει τους κακόβουλους κριτές και διευκρινίζει ότι η πρόσφατη διαμάχη αφορούσε την εκκλησιαστική ευταξία και όχι το δόγμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 4

ΛΟΓΟΣ ΚΓʹ. Εἰρηνικὸς γʹ εἰς τὴν σύμβασιν, ἣν μετὰ τὴν σύστασιν ἐποιησάμεθα οἱ ὁμόδοξοι. Αʹ. Θερμὸς ὁ ζῆλος, πρᾶον τὸ Πνεῦμα, φιλάνθρωπον ἡ ἀγάπη, μᾶλλον δ᾽ αὐτοφιλανθρωπία· μακρόθυμον ἡ ἐλπίς. Ὁ ζῆλος ἀνάπτει, τὸ Πνεῦμα πραΰνει, ἡ ἐλπὶς ἀναμένει, ἡ ἀγάπη συνδεῖ, καὶ οὐκ ἐᾷ σκεδασθῆναι τὸ ἐν ἡμῖν καλὸν, καὶ εἰ σκεδαστῆς ἐσμεν φύσεως, καὶ τριῶν ἓν, ἢ οὖσα μένει, ἢ κινηθεῖσα καθίσταται, ἢ ἀπελθοῦσα ἐπάνεισι· καθάπερ τῶν φυτῶν ἃ βίᾳ χερσὶ μετασπώμενα, εἶτ᾽ ἀφιέμενα, πρὸς ἑαυτὰ πάλιν ἐπανατρέχει καὶ τὴν πρώτην ἑαυτῶν φύσιν, καὶ δείκνυσι τὸ οἰκεῖον, βίᾳ μὲν ἀποκλινόμενα, οὐ βίᾳ δὲ ἀνορθούμενα. Φύσει μὲν γὰρ πρόχειρον ἡ κακία, καὶ πολὺς ἐπὶ τὸ χεῖρον ὁ δρόμος, ῥοῦς κατὰ πρανοῦς τρέχων, ἢ καλάμη τις πρὸς σπινθῆρα καὶ ἄνεμον ῥᾳδίως ἐξαπτομένη, καὶ γινομένη φλὸξ, καὶ συνδαπανωμένη τῷ οἰκείῳ γεννήματι.

Πῦρ γὰρ ὕλης γέννημα, καὶ δαπανᾷ τὴν ὕλην, ὡς τοὺς κακοὺς ἡ κακία, καὶ τῇ τροφῇ συναπέρχεται. Εἰ δέ τις ἐν ἕξει καλοῦ τινος γένοιτο, καὶ ἀπ᾽ αὐτοῦ ποιωθείη, τὸ μεταπεσεῖν ἐργωδέστερον, ἢ γενέσθαι ἀπ᾽ ἀρχῆς ἀγαθόν. Ἐπειδὴ καὶ χρόνῳ καὶ λόγῳ βεβαιωθὲν ἅπαν καλὸν, φύσις καθίσταται, καθάπερ καὶ ἡ ἐν ἡμῖν ἀγάπη, μεθ᾽ ἧς λατρεύομεν τῇ ὄντως ἀγάπῃ, καὶ ἣν ἠγαπήσαμεν, καὶ παντὸς τοῦ βίου προεστησάμεθα.

Βʹ. Ποῦ τοίνυν οἱ τὰ ἡμέτερα τηροῦντες ἐπιμελῶς, εὖ τε καὶ ὡς ἑτέρως ἔχοντα, οὐχ ἵνα κρίνωσιν, ἀλλ᾽ ἵνα κακίσωσιν· οὐδ᾽ ἵνα συνησθῶσιν, ἀλλ᾽ ἵν᾽ ἐφησθῶσι, καὶ τὰ μὲν καλὰ συκοφαντήσωσι, τὰ δὲ φαῦλα ἐκτραγῳδήσωσι, καὶ ἀπολογίαν ἔχωσι τῶν οἰκείων κακῶν, τὰ τῶν πλησίον τραύματα; εἴθε δικαίως κρίνοντες! Ἦν γὰρ ἄν τι καὶ χολῆς ὄφελος, κατὰ τὴν παροιμίαν, εἰ φόβῳ τῶν ἐχθρῶν ὑπῆρχεν εἶναι ἀσφαλεστέρους· νῦν δὲ μετὰ τῆς ἔχθρας, καὶ τῆς ἐπισκοτούσης τοῖς λογισμοῖς κακίας, ὑφ᾽ ἧς οὐδὲ ὁ ψόγος ἔχει τὸ ἀξιόπιστον. Ποῦ τοίνυν οἱ μισοῦντες ἐπίσης καὶ θεότητα καὶ ἡμᾶς; τοῦτο γὰρ ὧν πάσχομεν τὸ μεγαλοπρεπέστατον, ὅτι μετὰ Θεοῦ κινδυνεύομεν.

Ποῦ ποτε ἡμῖν οἱ τῶν ἰδίων πρᾶοι κριταὶ, τῶν δὲ ἀλλοτρίων ἀκριβεῖς ἐξετασταὶ, ἵνα κἀνταῦθα ψεύδωνται τὴν ἀλήθειαν; Ποῦ ποτε ἡμῖν οἱ τὰ τραύματα ἔχοντες, καὶ τοὺς μώλωπας ὀνειδίζοντες; οἱ τὰ προσκόμματα διασύροντες, καὶ τὰ πτώματα αὐτοὶ πάσχοντες; οἱ τῷ βορβόρῳ ἐγκαλινδούμενοι, καὶ τοῖς σπίλοις ἡμῶν ἐπευφραινόμενοι; οἱ ταῖς δοκοῖς τυφλώττοντες, καὶ τὰ κάρφη προφέροντες, ἃ μήτε λυπεῖ λίαν ἐγκείμενα, μήτε χαλεπὸν ἀποσκευασθῆναι καὶ ἀποφυσηθῆναι τῆς ὄψεως;

Γʹ. Δεῦρο μετάσχετε τῶν ἀποῤῥήτων τῶν ἡμετέρων· καλοῦμεν ὑμᾶς εἰς τὸ συνέδριον, καὶ μισούμενοι· χρώμεθα διαιτηταῖς τοῖς ἐχθροῖς, (ὢ τῆς αὐθαδείας, ἢ τῆς παῤῥησίας!) ἵν᾽ ἀπέλθητε ᾐσχυμμένοι καὶ ἡττημένοι, (τί τούτων παραδοξότερον;) μαθόντες ἡμῶν τὴν ὑγίειαν ἐξ ὧν ἠῤῥωστήσαμεν. Οὐ γὰρ περὶ θεότητος διηνέχθημεν, ἀλλ᾽ ὑπὲρ εὐταξίας ἠγωνισάμεθα· οὐδ᾽ ὁποτέραν δεῖ τῶν ἀσεβειῶν ἑλέσθαι μᾶλλον ἠμφισβητήσαμεν, εἴτε τὴν συναιροῦσαν Θεὸν, ἢ τὴν τέμνουσαν, εἴτε τὸ Πνεῦμα μόνον ἀπὸ τῆς θεϊκῆς οὐσίας, εἴτε καὶ τὸν Υἱὸν πρὸς τῷ Πνεύματι, τὴν μίαν μοῖραν, ἢ τὰς δύο τῆς ἀσεβείας. Ταῦτα γὰρ, ὡς ἐν κεφαλαίῳ περιλαβεῖν, τὰ νῦν ἀῤῥωστήματα· ἐπειδὴ ἀναβάσεις ἐν τῇ καρδίᾳ τίθενται, οὐχ ὁμολογίας, ἀλλ᾽ ἀρνήσεως· οὐδὲ θεολογίας, ἀλλὰ βλασφημίας. Ἄλλος γὰρ ἄλλου φιλοτιμότερος ἐν τῷ πλούτῳ τῆς ἀσεβείας, ὥσπερ δεδοικότες, οὐ τὸ ἀσεβεῖν, ἀλλὰ τὸ μέτρια καὶ ἑτέρων φιλανθρωπότερα.