Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ εἰρήνης

Γρηγόριος ὁ Ναζιανζηνός

Θεολογική έκθεση περί της Αγίας Τριάδας

Αναλύεται η ορθόδοξη τριαδική διδασκαλία, αναιρούνται οι κακόδοξες αντιλήψεις περί κτιστότητας του Υιού και του Πνεύματος, και τονίζεται η άκτιστη, τέλεια και ακατάληπτη φύση της Θεότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 4

Ϛʹ. Τί οὖν βούλεσθε; Πέπεισθε τοῦτο, καὶ οὐδὲν δεῖ πραγμάτων ἡμῖν, οὐδὲ θεολογίας δευτέρας, καὶ φείδεσθε τῆς ἐμῆς ἀσθενείας, ὑφ᾽ ἧς ὑμῖν καὶ ταῦτα μόλις φθέγγομαι; ἢ δεῖ, καθάπερ ταῖς βαρείαις τῶν ἀκοῶν, πολλάκις τὸν αὐτὸν ἐνηχεῖν λόγον, ἵνα τῷ ἐπιμόνῳ γοῦν τῆς φωνῆς, εἰς ὦτα λαλήσωμεν ἀκουόντων; δοκεῖτέ μοι τὸν λόγον προκαλεῖσθαι διὰ τῆς ἡσυχίας. Καὶ γὰρ τὴν σιωπὴν συγκατάθεσιν εἶναι, διδάσκει καὶ ἡ παροιμία. Οὐκοῦν δέξασθε λόγον ἀμφοτέρων, ἐκ μιᾶς ψυχῆς καὶ ἑνὸς στόματος. Ἄχθομαι δὲ, ὅτι μὴ ἐπί τι ὄρος τῶν ὑψηλῶν ἀνελθὼν, μηδὲ φωνὴν λαβὼν τῆς ἐπιθυμίας ἀξίαν, πᾶσιν ὁμοῦ τοῖς φρονοῦσι κακῶς ταῦτα φθέγγομαι, ὥσπερ ἐν κοινῷ θεάτρῳ τῇ οἰκουμένῃ· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; Ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος, οὐ μίαν, οὐδ᾽ ἁπλὴν θεότητος φύσιν εἰσάγοντες, ἀλλ᾽ ἤτοι τρεῖς ἀπεξενωμένας ἀλλήλων καὶ διεσπασμένας, οὐ θαυμαστὸν δὲ εἰπεῖν, καὶ μαχομένας ὑπερβολαῖς καὶ ἐλλείψεσιν· ἢ μίαν μὲν, μικροπρεπῆ δέ τινα καὶ στενὴν, οὐκ ἔχουσαν τὸ μεγάλων εἶναι ἀρχὴν, ὥσπερ οὐ δυνηθεῖσαν, ἢ οὐ θελήσασαν· καὶ τοῦτο διχῶς, ἢ διὰ φθόνον, ἢ διὰ φόβον· τὸ μὲν, ἵνα μή τι ὁμότιμον συνεισάγηται, τὸ δὲ, ἵνα μὴ ἐχθρὸν καὶ μαχόμενον;

Καίτοι ὅσῳ τιμιώτερον Θεὸς κτισμάτων, τοσούτῳ μεγαλοπρεπέστερον τῇ πρώτῃ αἰτίᾳ, θεότητος εἶναι ἀρχὴν, ἢ κτισμάτων· καὶ διὰ θεότητος μέσης ἐλθεῖν ἐπὶ τὰ κτίσματα, ἢ τοὐναντίον, τούτων ἕνεκεν ὑποστῆναι θεότητα, ὃ δοκεῖ τοῖς λίαν ἐξεταστικοῖς τε καὶ μετεώροις.

Ζʹ. Εἰ μὲν γὰρ ἐμέλλομεν, Υἱοῦ καὶ Πνεύματος τὴν ἀξίαν ὁμολογοῦντες, ἢ ἄναρχα ταῦτα εἰσάγειν, ἢ εἰς ἑτέραν ἀρχὴν ἀνάγειν, δέος ἂν ἦν ὄντως μὴ ἀτιμασθῇ Θεὸς, ἢ κινδυνεύσῃ παρ᾽ ἡμῶν τὸ ἀντίθεον. Εἰ δὲ ὅσον ἂν ἐξαίρῃς τὸν Υἱὸν, ἢ τὸ Πνεῦμα, οὐχ ὑπὲρ τὸν Πατέρα θήσεις, οὐδὲ τῆς αἰτίας ἀποξενώσεις, ἀλλ᾽ ἐκεῖσε ἀνάγεις τὸ καλὸν γέννημα, καὶ τὴν θαυμασίαν πρόοδον· προσερήσομαί σε ὀλίγον, φιλαγέννητε σὺ καὶ φιλάναρχε, πότερος Θεὸς ἀτιμάζει μᾶλλον, ὁ τοιούτων τιθεὶς ἀρχὴν, οἵων αὐτὸς εἰσάγεις, ἢ ὁ μὴ τοιούτων, ἀλλ᾽ ὁμοίων τὴν φύσιν, καὶ ὁμοδόξων, καὶ οἵων ὁ ἡμέτερος βούλεται λόγος; Ἀλλὰ σοὶ μὲν εἰς τιμὴν μέγα καὶ μέγιστον ὁ σὸς υἱὸς, καὶ τοσούτῳ μᾶλλον, ὅσῳπερ ἂν τὰ πάντα πατρῴζῃ, καὶ χαρακτὴρ ᾖ γνήσιος τοῦ γεννήσαντος, καὶ οὐκ ἂν δέξαιο μυρίων ἀνδραπόδων εἶναι μᾶλλον δεσπότης, ἢ ἑνὸς γεννήτωρ παιδός· τῷ Θεῷ δὲ ἄλλο τι μεῖζον, ἢ Υἱοῦ τυγχάνειν Πατέρα, ὃ προσθήκη δόξης ἐστὶν, οὐχ ὑφαίρεσις, ὡς δὲ καὶ προβολέα Πνεύματος; Ἢ ἀγνοεῖς, ὅτι σὺ μὲν κτισμάτων τιθεὶς ἀρχὴν, λέγω δὴ Υἱοῦ καὶ Πνεύματος, οὔτε τὴν ἀρχὴν τιμᾷς, καὶ ἀτιμάζεις τὰ ἐξ αὐτῆς;

Τὴν μὲν, ὅτι μικρῶν εἰσάγεις ἀρχὴν, καὶ ἀναξίων θεότητος· τὰ δὲ, ὅτι μικρὰ, καὶ μὴ κτίσματα μόνον, ἀλλὰ καὶ πάντων κτισμάτων ποιεῖς ἀτιμότερα· εἴ γε τούτων ἕνεκεν ὑπέστη, καὶ ποτὲ, ὥσπερ ὄργανα τεχνίτῃ πρὸ τῶν τεχνιτῶν πρότερον οὐκ ὄντα, οὐδ᾽ ἂν ἄλλως γενόμενα, εἰ μή τι κτίσαι δι᾽ αὐτῶν ἐβουλήθη Θεὸς, ὡς οὐκ ἀρκοῦντος τοῦ βούλεσθαι. Πᾶν γὰρ ὅ τινος ἕνεκεν, ἀτιμότερον ἐκείνου δι᾽ ὃ γεγένηται.

Ηʹ. Ἐγὼ δὲ θεότητος ἀρχὴν εἰσάγων ἄχρονον, καὶ ἀχώριστον, καὶ ἀόριστον, τήν τε ἀρχὴν τιμῶ, καὶ τὰ ἐκ τῆς ἀρχῆς ἐπίσης· τὴν μὲν, ὅτι τοιούτων ἀρχή· τὰ δὲ, ὅτι οὕτως καὶ τοιαῦτα, καὶ ἐκ τοιούτου, μήτε τῷ ποτὲ, μήτε τῇ φύσει, μήτε τῷ σεπτῷ διειργόμενα· ἓν ὄντα διῃρημένως, καὶ διαιρούμενα συνημμένως, εἰ καὶ παράδοξον τοῦτο εἰπεῖν· οὐχ ἧττον ἐπαινετὰ τῆς πρὸς ἄλληλα σχέσεως, ἢ καθ᾽ ἑαυτὸ ἕκαστον νοούμενόν τε καὶ λαμβανόμενον. Τριάδα τελείαν ἐκ τελείων τριῶν, μονάδος μὲν κινηθείσης διὰ τὸ πλούσιον, δυάδος δὲ ὑπερβαθείσης (ὑπὲρ γὰρ τὴν ὕλην καὶ τὸ εἶδος), ἐξ ὧν τὰ σώματα, Τριάδος δὲ ὁρισθείσης διὰ τὸ τέλειον, πρώτη γὰρ ὑπερβαίνει δυάδος σύνθεσιν, ἵνα μήτε στενὴ μένῃ ἡ θεότης, μήτε εἰς ἄπειρον χέηται. Τὸ μὲν γὰρ ἀφιλότιμον, τὸ δὲ ἄτακτον· καὶ τὸ μὲν Ἰουδαϊκὸν παντελῶς, τὸ δὲ Ἑλληνικὸν καὶ πολύθεον.

Θʹ. Σκοπῶ δὲ κἀκεῖνο, καὶ ἴσως οὐκ ἀπαιδεύτως, οὐδὲ ἀμαθῶς, ἀλλὰ καὶ λίαν ἐπεσκεμμένως, ὅτι σοὶ μὲν κίνδυνος οὐδὲ εἷς γεννητὸν εἰσάγοντι τὸν Υἱόν. Οὐ γὰρ μὴ πάθῃ τι γεννῶν ὁ ἀγέννητος τῶν σωματικῶν τε καὶ ὑλικῶν, ὅτι μηδὲ σῶμα, καὶ τοῦτο αἱ κοιναὶ περὶ Θεοῦ παραχωροῦσιν ὑπολήψεις. Ὥστε τί φοβούμεθα φόβον οὗ μὴ ἔστι φόβος, καὶ ἀσεβοῦμεν διακενῆς, ὃ δὴ λέγεται; Ἐμοὶ δὲ κίνδυνος ζημιωθῆναι θεότητα, εἰ τὸ κτίσμα παραδεχοίμην. Οὐ γὰρ Θεὸς τὸ κτιζόμενον, οὐδὲ δεσποτικὸν τὸ ὁμόδουλον, κἂν τὰ πρῶτα φέρηται δουλείας καὶ κτίσεως, καὶ τοῦτο μόνον φιλανθρωπεύηται ὑβριζόμενον. Ὁ γὰρ τῆς ὀφειλομένης ἀποστερῶν τιμῆς, οὐ μᾶλλον τιμᾷ τῷ διδομένῳ, ἢ ἀτιμάζει τῷ ἀφαιρουμένῳ, κἂν προσποίησιν ἔχῃ τιμῆς τὸ γινόμενον.

Ιʹ. Καὶ εἴ σοι πλάττεται πάθη περὶ τὴν γέννησιν, κἀμοὶ περὶ τὴν κτίσιν· οὐδὲ γὰρ τὸ κτιζόμενον ἀπαθῶς οἶδα κτιζόμενον. Εἰ δὲ μὴ γεγέννηται κατὰ σὲ, μηδὲ ἔκτισαι κατὰ τὸν ἀληθῆ λόγον, δέξαι τοῦ λόγου σοι τὸ λειπόμενον, ὁ μικροῦ τὸ ἴσον λέγειν τολμῶν διὰ τῆς προσηγορίας τοῦ κτίσματος.

Σοὶ μὲν οὖν οὐδὲν ἀνεπιχείρητον, οὐδὲ ἀτόλμητον τῷ κακῷ βραβευτῇ καὶ διαιτητῇ τῆς θεότητος· οὐ γὰρ εἶχες ἄλλως εὐδοκιμεῖν, ἢ μακρὰν ἐκβάλλων Θεὸν δεσποτείας, ὥσπερ ἐνταῦθα οἱ τυραννικοὶ τὸν τρόπον, καὶ πλεονεκτικοὶ τοὺς ἀσθενεστέρους. Ἐγὼ δὲ μίαν φωνὴν, τὴν αὐτὴν καὶ σύντομον φθέγξομαι. Τριὰς ὡς ἀληθῶς ἡ Τριὰς, ἀδελφοί. Τριὰς δὲ, οὐ πραγμάτων ἀνίσων ἀπαρίθμησις (ἢ τί κωλύει, καὶ δεκάδα, καὶ ἑκατοντάδα, καὶ μυριάδα ὀνομάζειν μετὰ τοσούτων συντιθεμένην; πολλὰ γὰρ τὰ ἀριθμούμενα, καὶ πλείω τούτων), ἀλλ᾽ ἴσων καὶ ὁμοτίμων σύλληψις, ἑνούσης τῆς προσηγορίας τὰ ἡνωμένα ἐκ φύσεως, καὶ οὐκ ἐώσης σκεδασθῆναι ἀριθμῷ λυομένῳ τὰ μὴ λυόμενα.

ΙΑʹ. Οὕτω φρονοῦμεν, καὶ οὕτως ἔχομεν, ὥστε ὅπως μὲν ἔχει ταῦτα πρὸς ἄλληλα σχέσεώς τε καὶ τάξεως, αὐτῇ μόνῃ τῇ Τριάδι συγχωρεῖν εἰδέναι, καὶ οἷς ἂν ἡ Τριὰς ἀποκαλύψῃ κεκαθαρμένοις, ἢ νῦν, ἢ ὕστερον· αὐτοὶ δὲ μίαν καὶ τὴν αὐτὴν εἰδέναι φύσιν θεότητος, ἀνάρχῳ, καὶ γεννήσει, καὶ προόδῳ γνωριζομένην, ὡς νῷ τῷ ἐν ἡμῖν, καὶ λόγῳ, καὶ πνεύματι (ὅσον εἰκάσαι τοῖς αἰσθητοῖς τὰ νοητὰ, καὶ τοῖς μικροῖς τὰ μέγιστα, ἐπειδὴ μηδεμία εἰκὼν φθάνει πρὸς τὴν ἀλήθειαν), αὐτὴν ἑαυτῇ συμβαίνουσαν, ἀεὶ τὴν αὐτὴν, ἀεὶ τελείαν, ἄποιον, ἄποσον, ἄχρονον, ἄκτιστον, ἀπερίληπτον, οὔποτε λείπουσαν ἑαυτῆς, οὔτε λείψουσαν· ζωὰς καὶ ζωὴν, φῶτα καὶ φῶς, ἀγαθὰ καὶ ἀγαθὸν, δόξας καὶ δόξαν, ἀληθινὸν καὶ ἀλήθειαν, καὶ πνεῦμα τῆς ἀληθείας, ἅγια καὶ αὐτοαγιότητα· Θεὸν ἕκαστον, ἂν θεωρῆται μόνον, τοῦ νοῦ χωρίζοντος τὰ ἀχώριστα· Θεὸν τὰ τρία, μετ᾽ ἀλλήλων νοούμενα τῷ ταυτῷ τῆς κινήσεως καὶ τῆς φύσεως· οὔτε ὑπὲρ ἑαυτήν τι καταλιποῦσαν, ἢ ὑπερβᾶσαν ἄλλο τι· οὐ γὰρ ἦν· οὔτε μεθ᾽ ἑαυτήν τι καταλείψουσαν, ἢ ὑπερβησομένην· οὐκ ἔσται γάρ· οὔτε μεθ᾽ ἑαυτῆς τι παραδεχομένην ὁμότιμον· οὐ γὰρ ἐφικνεῖταί τι τῶν κτιστῶν, καὶ δούλων, καὶ μετεχόντων, καὶ περιγραπτῶν τῆς ἀκτίστου, καὶ δεσποτικῆς, καὶ μεταληπτικῆς, καὶ ἀπείρου φύσεως.

Τὰ μὲν γὰρ πάντη πόῤῥω, τὰ δὲ ποσῶς πλησιάζοντα καὶ πλησιάσοντα· καὶ τοῦτο οὐ φύσει, ἀλλὰ μεταλήψει, καὶ πηνίκα, ὅταν τὸ δουλεῦσαι καλῶς τῇ Τριάδι, ὑπὲρ τὴν δουλείαν γένηται· εἴπερ μὴ καὶ τοῦτο αὐτὸ ἡ ἐλευθερία καὶ ἡ βασιλεία, τὸ γνῶναι καλῶς δεσποτείαν, ἀλλὰ μὴ φύρειν τὰ διεστῶτα, νοῦ ταπεινότητι. Οἷς δὲ τὸ δουλεῦσαι τοσοῦτον, πηλίκη τούτων ἡ δεσποτεία; καὶ εἰ τὸ γνῶναι μακαριότης, πηλίκον τὸ γινωσκόμενον;