Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ εἰρήνης

Γρηγόριος ὁ Ναζιανζηνός

Σημασία της ομολογίας, επισφράγιση της ειρήνης και δοξολογία

Αναδεικνύεται η σύνδεση του τριαδικού δόγματος με το μυστήριο του βαπτίσματος και τη θέωση, επισφραγίζεται η συμφιλίωση των μερών και το έργο ολοκληρώνεται με προσευχή και δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 4

ΙΒʹ. Τοῦτο ἡμῖν τὸ μέγα μυστήριον βούλεται· τοῦτο, ἡ εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, καὶ τὸ κοινὸν ὄνομα, πίστις καὶ ἀναγέννησις, ἄρνησις ἀθεΐας καὶ ὁμολογία θεότητος. Τοῦτο γὰρ τὸ κοινὸν ὄνομα. Ὥστε τὸ ἀτιμάζειν τι τῶν τριῶν ἢ χωρίζειν, ἀτιμάζειν ἐστὶ τὴν ὁμολογίαν, τὸ μὲν τὴν ἀναγέννησιν, τὸ δὲ τὴν θεότητα· τὸ μὲν τὴν θέωσιν, τὸ δὲ τὴν ἐλπίδα. Ὁρᾶτε οἷα χαρίζεται ἡμῖν τὸ Πνεῦμα θεολογούμενον, καὶ οἷς ζημιοῖ ἀθετούμενον.

Ἐῶ γὰρ λέγειν τὸν φόβον, καὶ τὴν ἠπειλημένην ὀργὴν, οὐ τοῖς τιμῶσιν, ἀλλὰ τοῖς ἀτιμάζουσιν. Ταῦτα ὡς ἐν βραχέσι πεφιλοσόφηται πρὸς ὑμᾶς δογματικῶς, ἀλλ᾽ οὐκ ἀντιλογικῶς· ἁλιευτικῶς, ἀλλ᾽ οὐκ Ἀριστοτελικῶς· πνευματικῶς, ἀλλ᾽ οὐ κακοπραγμονικῶς· ἐκκλησιαστικῶς, ἀλλ᾽ οὐκ ἀγοραίως· ὠφελίμως, ἀλλ᾽ οὐκ ἐπιδεικτικῶς· ἵνα γνῶτε τὸ αὐτὸ φρονοῦντας ἡμᾶς, οἱ καθ᾽ ἡμῶν δημηγοροῦντες, καὶ πανηγυρίζοντες, καὶ τοῦτο μόνον ὁμονοοῦντες, ἓν ἐμπνεομένους, ἓν πνέοντας· καὶ μὴ, καθάπερ οἱ λιμώττοντες, σπερμολογῆτε τὰ μικρὰ ἡμῶν, εἴτε πταίσματα χρὴ λέγειν, εἴτε καὶ παίγνια· ὡς ἔστι τῆς ἄκρας κακοδαιμονίας, μὴ ἐν τοῖς ἰδίοις ἰσχυροῖς τὸ ἀσφαλὲς ἔχειν, ἀλλ᾽ ἐν τοῖς ἑτέρων σαθροῖς.

ΙΓʹ. Ἰδοὺ δεξιὰς δίδομεν ἀλλήλοις ἐν ταῖς ὑμετέραις ὄψεσιν. Ἰδοὺ τῆς Τριάδος τὰ ἔργα, τῆς ὁμοίως ἡμῖν δοξαζομένης τε καὶ προσκυνουμένης. Τοῦτο ὑμᾶς χρηστοτέρους ποιήσει καὶ ὀρθοδοξοτέρους. Ὡς ὄφελόν γε καὶ ἀκουσθείημεν, καὶ γένοιτο τὴν ἡμέραν ταύτην, ἡμέραν γενέσθαι κλητὴν, ἁγίαν, μὴ ἀντιλογίας, ἀλλ᾽ εὐρυχωρίας· μὴ πειρασμοῦ μνημόσυνον, ἀλλ᾽ ἑορτὴν ἐπινίκιον· ἵνα τὸ ἡμᾶς συμφρονεῖν ἀλλήλοις, καὶ μικροῦ πᾶσαν τὴν οἰκουμένην, ἧς τὰ μὲν ὑγιῶς εἶχε, τὰ δὲ νῦν ἀπέλαβε τὴν ὑγίειαν, τὰ δὲ ὑγιαίνειν ἄρχεται, τοῦτο καὶ ὑμῖν αἴτιον γένηται σωτηρίας, καὶ ἀναπλάσεως. Ὦ Τριὰς ἁγία, καὶ προσκυνητὴ, καὶ μακρόθυμε! μακρόθυμος γὰρ ἡ ἐπὶ τοσοῦτον ἀνασχομένη τῶν σὲ τεμνόντων. Ὦ Τριὰς, ἧς ἐγὼ κατηξιώθην, καὶ λάτρης εἶναι, καὶ κῆρυξ ἐκ πλείονος ἀνυπόκριτος! Ὦ Τριὰς ἡ πᾶσί ποτε γνωσθησομένη, τοῖς μὲν τῇ ἐλλάμψει, τοῖς δὲ τῇ κολάσει!

Δέχοιο καὶ τούτους προσκυνητὰς, τοὺς νῦν ὑβριστάς· καὶ μηδένα ζημιωθείημεν, μηδὲν τῶν ἐλαχίστων, κἂν ἐμέ τι ζημιωθῆναι δέοι τῆς χάριτος· οὐ γὰρ τολμῶ τοσοῦτον ὅσον ὁ Ἀπόστολος φθέγξασθαι. ΙΔʹ. Ἀλλ᾽ οὐ ταῦτα φίλα ὑμῖν; σπαράσσεται δὲ ἡ γλῶσσα, καὶ ὠδίνει τὴν ἀντίῤῥησιν; Ὀψόμεθα καὶ ταύτην ποτὲ, ἢ οἷς μᾶλλον ἡμῶν σχολὴ περίεστι· γνωσόμεθα καὶ τὰ κομψὰ ὑμῶν γεννήματα, ἢ ἐξαμβλώματα, ἐπειδὰν τὰ ὠὰ τῶν ἀσπίδων ῥήξαντες ἢ συντρίψαντες λόγῳ σκληρῷ καὶ ἀντιτύπῳ, οὔρια καὶ ἀνεμιαῖα ταῦτα ἐλέγξωμεν, καὶ τὸν ἐν αὐτοῖς τῆς ἀσεβείας κρυπτόμενον βασιλίσκον εἰς μέσον ἀγάγωμεν· εἰ καὶ βασιλίσκον, ἀλλὰ νεκρόν τε καὶ ἀτελῆ, καὶ ἀκίνητον, ταῖς ὠδῖσιν ἐναποθανόντα, καὶ πρὶν γεννηθῆναι οὐκ ὄντα, καθ᾽ ὑμᾶς εἰπεῖν, ἵνα τι μικρὸν ὑμῖν καὶ χαρίσωμαι· οὐ μᾶλλον μισητὸν τῆς συλλήψεως, ἢ ἐλεεινὸν τῆς ἀμβλώσεως.

Τοῦτο δώσει ἡμῖν, οἶδ᾽ ὅτι, ὁ δοὺς ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνειν, καὶ περιπατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων· ὃς καὶ συντρίψει τὸν Σατανᾶν ἐν τάχει ὑπὸ τοὺς πόδας ἡμῶν, εἴτε ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα διὰ τὴν παλαιὰν λαμπρότητα, εἴτε ὡς ὄφιν φεύγοντα διὰ τὴν ὕστερον σκολιότητα, καὶ τὴν εἰς τὸ χαμερπὲς μεταποίησιν, ἵνα μικρόν τι τῶν κακῶν ἀναπνεύσωμεν, ἀποδρασάσης παντελῶς ὀδύνης, καὶ λύπης, καὶ στεναγμοῦ, νῦν τε καὶ ὕστερον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.