Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ εἰρήνης

Γρηγόριος ὁ Ναζιανζηνός

Η ομοφωνία στο δόγμα και η αποκατάσταση της ειρήνης

Επιβεβαιώνεται η πλήρης ενότητα στην τριαδική πίστη και η επίλυση των ποιμαντικών διαφορών, προβάλλοντας την ομοψυχία ως απάντηση στους επικριτές της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 4

Δʹ. Ἡμεῖς δ᾽ οὐχ οὕτως. Ἀλλ᾽ ὑπὲρ μὲν θεότητος συμφρονοῦμέν τε καὶ συμβαίνομεν, οὐχ ἧττον ἢ πρὸς ἑαυτὴν ἡ θεότης, εἰ μὴ μέγα τοῦτο εἰπεῖν, καὶ γεγόναμεν χεῖλος ἓν καὶ φωνὴ μία, ἐναντίως ἢ οἱ τὸν πύργον οἰκοδομοῦντες τὸ πρότερον. Οἱ μὲν γὰρ ἐπὶ κακῷ συνεφρόνουν· ἡμῖν δὲ ἐπὶ παντὶ βελτίστῳ τὰ τῆς ὁμονοίας, ἵν᾽ ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, καὶ τοῦτο λέγηται περὶ ἡμῶν, ὅτι ὄντως ὁ Θεὸς ἐν ἡμῖν ἐστιν, ὁ τοὺς ἑνοῦντας αὐτὸν ἑνῶν, καὶ δοξάζων τοὺς δοξάζοντας· καὶ μὴ λέγηται μόνον, ἀλλὰ καὶ πιστεύηται. Ἄλλα δέ ἐστιν ὑπὲρ ὧν διηνέχθημεν· κακῶς μὲν καὶ περὶ τούτων, οὐ γὰρ ἀρνήσομαι (ἐχρῆν γὰρ μηδεμίαν διδόναι τῷ πονηρῷ πάροδον ἢ λαβὴν, μηδὲ ταῖς πονηραῖς γλώσσαις ἐλευθερίαν), πλὴν οὐ τοσοῦτον, ὅσον δοκεῖ τοῖς τὰ ἡμέτερα διαβάλλουσιν. Ἐπειδὴ γὰρ ἔδει τι καὶ ἁμαρτάνειν, ὄντας ἀνθρώπους, τοῦτό ἐστιν ὃ ἐπταίσαμεν, λίαν φιλοποίμενες γεγόναμεν, καὶ οὐκ ἔχομεν εὑρεῖν ἀγαθῶν δύο τὸ αἱρετώτερον, ἕως συνέβημεν ἀμφότερα ἐπίσης θαυμάζειν. Τοῦτο ἡμῶν τὸ ἔγκλημα· περὶ τούτων ἡμᾶς ὁ βουλόμενος εὐθυνέτω ἢ ἀφιέτω· τοῦτο τῶν αἱρετικῶν ἡ ἀσφάλεια· ὑπὲρ δὲ τοῦτο οὐδὲν, οὐδ᾽ ἂν σφόδρα βούλησθε. Μυῖαι σαπριοῦσιν ἔλαιον, φησὶν ὁ εἰπὼν, ἐννεκρούμεναί τε καὶ ἐνσηπόμεναι· τὰ δὲ καλὰ ὁ φθόνος βουλήσεται μὲν, οὐ δυνήσεται δέ.

Πάντων γὰρ ἰσχυρότατον, ὡς τῷ Ἔσδρᾳ κἀμοὶ δοκεῖ, ἡ ἀλήθεια.

Εʹ. Τὰ μὲν οὖν ἡμέτερα ἡμεῖς ἐν ἡμῖν αὐτοῖς καὶ διαλελύμεθα, καὶ διαλυσόμεθα. Οὐ γὰρ οἷον τε παῖδας πατράσι δικάσαι κακῶς, καὶ ἅμα τῆς κοινῆς Τριάδος μεσιτευούσης, ὑπὲρ ἧς πολεμούμεθα, καὶ δι᾽ ἣν οὐ πολεμήσομεν. Ἐγὼ τῆς εἰρήνης ἐγγυητὴς, ὁ μικρὸς τοῦ τοσαύτου πράγματος, ἐπειδὴ ταπεινοῖς δίδωσι χάριν ὁ Κύριος, ταπεινοῖ δ᾽ ὑψηλοὺς ἕως γῆς. Ὑμῖν δὲ τί τοῦτο τοῖς κοινοῖς ἡμῶν διαλλακταῖς; διαλλακταὶ γάρ ἐστε, καὶ ἀκουσίως τοῦτο χαρίζεσθε. Οὐ γὰρ ὑμεῖς εὐσεβεῖς, εἰ κακοὶ περί τι μικρὸν ἢ μεῖζον ἡμεῖς· ἀλλ᾽ ἡμεῖς μὲν οὐκ ἐπαινετοὶ τῆς κακίας, εἴπερ τι πταίομεν, ὑμεῖς δὲ οὐδὲν ἧττον ἀσεβεῖς, κἂν ἡμεῖς ἁμαρτάνωμεν, εἰ μὴ καὶ μᾶλλον, ὅσῳ καὶ πταιόντων ἐστὲ βαρύτεροι.

Καὶ ἵν᾽ εἰδῆτε τὰ πάντα συμφρονοῦντας ἡμᾶς, καὶ διὰ τούτων ὅτι καὶ ἀεὶ συμφρονήσομεν μάθητε, πέπεικε μὲν, ὡς οἶμαι, καὶ τὸ ὁρώμενον, πατὴρ εὐγνώμων, καὶ παῖς εὐπειθὴς, ἀλλήλοις συγκαθεζόμενοι καὶ συμπρέποντες· καὶ εἴ τι ζώπυρον ἐν ὑμῖν ὑπῆρχεν εὐνοίας τε καὶ συμπνοίας, τοῦτο ἀνάψαντες, πειθέτω δὲ καὶ ὁ λόγος. Τοῦ μὲν οὖν ἀκηκόατε, καὶ τὸ θαῦμα ἔνηχον ἔτι ταῖς ἐμαῖς ἀκοαῖς· καὶ οἶδ᾽, ὅτι μεῖζον ἐν ὑμῖν τοῦ εἰς τὸν ἀέρα χεθέντος, τὸ ἐν ταῖς ψυχαῖς ἀποκείμενον· ἡμῶν δὲ ἀκούσεσθε πάλιν, εἰ πάλιν ποθεῖτε· καὶ εἰ μή τῳ πρὸς ἀπόδειξιν ἱκανὰ τὰ δημοσιευθέντα πολλάκις, καὶ οἱ πειρασμοὶ, καὶ οἱ λιθασμοὶ, οὕς τε ἤδη πεπόνθαμεν, καὶ οἷς ηὐτρεπίσμεθα, οὐ τὸ παθεῖν ζημίαν, τὸ δὲ μὴ παθεῖν κρίνοντες· καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τῶν ὑπὲρ Χριστοῦ κινδύνων γεγεύσμεθα, ὧν καὶ καρπὸν ἄριστον ἠνεγκάμεθα, τὴν τοῦ λαοῦ τοῦδε συναύξησιν.