Δʹ. Ἡμεῖς δ᾽ οὐχ οὕτως. Ἀλλ᾽ ὑπὲρ μὲν θεότητος συμφρονοῦμέν τε καὶ συμβαίνομεν, οὐχ ἧττον ἢ πρὸς ἑαυτὴν ἡ θεότης, εἰ μὴ μέγα τοῦτο εἰπεῖν, καὶ γεγόναμεν χεῖλος ἓν καὶ φωνὴ μία, ἐναντίως ἢ οἱ τὸν πύργον οἰκοδομοῦντες τὸ πρότερον. Οἱ μὲν γὰρ ἐπὶ κακῷ συνεφρόνουν· ἡμῖν δὲ ἐπὶ παντὶ βελτίστῳ τὰ τῆς ὁμονοίας, ἵν᾽ ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, καὶ τοῦτο λέγηται περὶ ἡμῶν, ὅτι ὄντως ὁ Θεὸς ἐν ἡμῖν ἐστιν, ὁ τοὺς ἑνοῦντας αὐτὸν ἑνῶν, καὶ δοξάζων τοὺς δοξάζοντας· καὶ μὴ λέγηται μόνον, ἀλλὰ καὶ πιστεύηται. Ἄλλα δέ ἐστιν ὑπὲρ ὧν διηνέχθημεν· κακῶς μὲν καὶ περὶ τούτων, οὐ γὰρ ἀρνήσομαι (ἐχρῆν γὰρ μηδεμίαν διδόναι τῷ πονηρῷ πάροδον ἢ λαβὴν, μηδὲ ταῖς πονηραῖς γλώσσαις ἐλευθερίαν), πλὴν οὐ τοσοῦτον, ὅσον δοκεῖ τοῖς τὰ ἡμέτερα διαβάλλουσιν. Ἐπειδὴ γὰρ ἔδει τι καὶ ἁμαρτάνειν, ὄντας ἀνθρώπους, τοῦτό ἐστιν ὃ ἐπταίσαμεν, λίαν φιλοποίμενες γεγόναμεν, καὶ οὐκ ἔχομεν εὑρεῖν ἀγαθῶν δύο τὸ αἱρετώτερον, ἕως συνέβημεν ἀμφότερα ἐπίσης θαυμάζειν. Τοῦτο ἡμῶν τὸ ἔγκλημα· περὶ τούτων ἡμᾶς ὁ βουλόμενος εὐθυνέτω ἢ ἀφιέτω· τοῦτο τῶν αἱρετικῶν ἡ ἀσφάλεια· ὑπὲρ δὲ τοῦτο οὐδὲν, οὐδ᾽ ἂν σφόδρα βούλησθε. Μυῖαι σαπριοῦσιν ἔλαιον, φησὶν ὁ εἰπὼν, ἐννεκρούμεναί τε καὶ ἐνσηπόμεναι· τὰ δὲ καλὰ ὁ φθόνος βουλήσεται μὲν, οὐ δυνήσεται δέ.