Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ τῆς ἰδίας ζωῆς

Γρηγόριος ὁ Ναζιανζηνός

Η έλευση του αυτοκράτορα, η απόδοση του ναού και η ειρήνευση

Η είσοδος στον ναό υπό την προστασία του αυτοκράτορα, το σημείο του φωτός, η επιεικής στάση προς τους αντιφρονούντες και η ανιδιοτελής διαχείριση της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 7 από 9

Ἐβουλόμην ἐνταῦθα στῆσαι τὸν λόγον καὶ μηδὲν εἰπεῖν τῶν ἀναξίων λόγου. νῦν δ᾽ οὐκ ἐᾷ με τὰ πρόσω τῶν πραγμάτων· ὧν τὰ μὲν ἦλθε δεξιῶς, τὰ δ᾽ ἀγνοῶ, τί χρὴ λέγειν με καὶ τίνι μοίρᾳ προσνέμειν. †τίς ἦν, † ἐπαινῶ. τοῦτον ἐχόντων τὸν τρόπον ἡμῶν ἐφίστατ᾽ ἀθρόως αὐτοκράτωρ ἐκ τῆς Μακεδνῆς βαρβάρων στήσας νέφος πλήθει τε πολλῷ καὶ θράσει τεθηγμένων· ἄνθρωπος οὐ κακὸς μὲν εἰς πίστιν θεοῦ ὅσον κρατῆσαι τὰς ἁπλουστέρας φύσεις, καὶ τῆς τριάδος ὑπερφυῶς ἡττώμενος (σπλάγχνων γὰρ οὗτός ἐστι καὶ πάντων λόγος, στερρᾶς ἐφ᾽ ἕδρας ἀσφαλῶς βεβηκότων)· οὐ μὴν τοσοῦτος τῇ ζέσει τοῦ πνεύματος, ὡς ἀντισῶσαι τοῖς παρελθοῦσιν τὰ νῦν καιρῷ τὰ καιροῦ πταίσματ᾽ ἐξιώμενος· ἢ τὴν ζέσιν μὲν ἶσος, οὐκ ἶσος δέ γε, τί φῶ; τὸ θάρσος ἢ θράσος; διδάξατε. ἴσως δ᾽ ἄμεινον τὸ ‘προμήθειαν’ καλεῖν. οὐ γὰρ κατείργειν, ἀλλὰ πείθειν ἔννομον εἶναι νομίζων, καὶ πρὸς ἡμῶν τι πλέον αὐτῶν τ᾽ ἐκείνων, οὓς θεῷ προσάξομεν— τὸ μὲν γὰρ ἀκούσιον κρατούμενον βίᾳ, ὥσπερ βέλος νευρᾷ τε καὶ χερσὶν δεθέν ἢ ῥεῦμ᾽ ἐν ὁλκῷ πάντοθεν στενούμενον, καιροῦ διδόντος τὴν βίαν περιφρονεῖ. τὸ δ᾽ ἑκούσιον βέβαιον εἰς πάντα χρόνον δεσμοῖς ἀλύτοις τῶν πόθων ἐσφιγμένον— ταῦτ᾽ ἐννοῶν ἔμοιγε τὸν φόβον δοκεῖ τέως κατασχὼν πάντας ἕλκειν ἡμέρως προθεὶς τὸ βούλεσθ᾽ ἄγραφον πειθοῦς νόμον.

Ὡς δ᾽ οὖν ἐπέστη ἄσμενος τρισασμένοις— ἃ μὲν τετίμηκέν με τῇ πρώτῃ θέᾳ, οἷς τ᾽ εἶπεν οἷς τ᾽ ἤκουσεν εὐμενέστατα, τί χρὴ λέγειν με; καὶ γὰρ αἰσχύνης γέμον, εἰ τηλίκος ὢν φρονεῖν δοκοίην τηλίκοις, ᾧ τίμιον τοῦτ᾽ ἔστι καὶ μόνον, θεός. τὸ δ᾽ οὖν πέρας· “δίδωσι„, φησί, “τὸν νεών θεὸς δι᾽ ἡμῶν σοί τε καὶ τοῖς σοῖς πόνοις„ — φωνὴν ἄπιστον πρὶν προελθεῖν εἰς τέλος. οὕτως γὰρ ἦσαν ἡ πόλις κατὰ κράτος ἑστῶτες, ἡ πολλή τε καὶ δεινὴ ζέσις, ὡς μηδ᾽ ἄν, εἴ τι τῶν ἀηδῶν συμπέσοι, εἴξοντες, ἀλλ᾽ ἕξοντες, ὧνπερ ἐκράτουν· εἰ δ᾽ ἐκβιάζοιντ᾽, ἀλλὰ τὸν βαρὺν χόλον ἡμῖν ἐπαφήσοντες, ὧν ῥᾷστον κρατεῖν.

Ὁ μὲν τόδ᾽ εἶπεν· ἐμὲ δὲ συμμιγὴς τρόμῳ παλμός τις εἶχεν ἡδονῆς. ὦ Χριστέ μου, ὃς οἷς πέπονθας εἰς τὸ πάσχειν ἐκκαλῇ, σὺ καὶ τότ᾽ ἦσθα τῶν ἐμῶν πόνων βραβεύς, καὶ νῦν γενοῦ μοι τῶν κακῶν παρήγορος. Παρῆν ὁ καιρός. τὸν νεὼν δ᾽ εἶχε στρατός ξιφηφόρος, λαθραῖος ἐκτεταγμένος. ὁ δ᾽ ἀντεπῄει δῆμος οἰδαίνων ἅπας, ψάμμος θαλασσῶν ἢ νιφὰς ἢ κυμάτων κινήματ᾽, ὀργῇ καὶ λιταῖς μεμιγμένος, ὀργῇ καθ᾽ ἡμῶν, πρὸς δὲ τὸ κράτος λιταῖς. πλήρεις ἀγοραί, δρόμοι, πλατεῖαι, πᾶς τόπος, διώροφα, τριώροφα νευόντων κάτω ἀνδρῶν, γυναικῶν, νηπίων, παλαιτάτων· πόνος, στεναγμός, δάκρυα, βρυχήματα, εἰκὼν ἁλόντος ἄστεος κατὰ κράτος.

Ἐγὼ δ᾽ ὁ γεννάδας τε καὶ στρατηλάτης, καὶ ταῦτ᾽ ἐν ἀρρωστοῦντι καὶ λελυμένῳ, μικρὰ πνέοντι τῷδέ μου τῷ σαρκίῳ, μέσος στρατηγοῦ καὶ στρατοῦ, βλέπων ἄνω, ᾔειν βοηθῷ χρώμενος τῇ ἐλπίδι, ἕως κατέστην εἰς νεών, οὐκ οἶδ᾽ ὅπως.

Κἀκεῖνο δ᾽ εἰπεῖν ἄξιον· πολλοῖς τε γάρ ἔδοξεν εἶναι τῶν τότε κρεῖσσον λόγου, οἷς οὐδὲν ἁπλοῦν ἐστι τῶν ὁρωμένων, ἐν ταῖς μεγίσταις τὸ πλέον καιρῶν ῥοπαῖς. ἐγὼ δ᾽ ἀπιστεῖν τοῖς λέγουσιν οὐκ ἔχω, καίτοι προσάντης τοῖς ξένοις εἴπερ τις ὤν. τοῦ γὰρ προχείρως πάντα πιστεύειν θέλειν χεῖρον τὸ πᾶσιν ἀντιτείνειν ἐξ ἴσης. τὸ μὲν γάρ ἐστι κουφότης, τὸ δὲ θράσος. τί οὖν τὸ θαῦμ᾽· ὦ βίβλε, κηρύσσοις βίῳ, τοῦ μὴ λαθεῖν τοὺς ὕστερον τόσην χάριν.

Ἦν ὄρθρος, ἡ δ᾽ ἐπεῖχε νὺξ ὅλην πόλιν νέφους ὑποδραμόντος ἡλίου κύκλον, ἥκιστα καιρῷ πρᾶγμα τῷ τότε πρέπον· φιλαίθριον γὰρ οὐδὲν ὡς πανήγυρις. ὃ καὶ παρεῖχε τοῖς μὲν ἐχθροῖς ἡδονήν ὡς δυσφοροῦντος τοῦ θεοῦ τοῖς δρωμένοις, ἡμῖν δ᾽ ἀνίαν ἐν φρεσὶν κεκρυμμένην. ἐπεὶ δ᾽ ἐγώ τε καὶ τὸ πορφύρας κράτος κιγκλίδος ἦμεν τῆς σεβασμίας ἔσω, πάντων δ᾽ ἐπήρθη συμμιγὴς αἶνος θεοῦ καλουμένου βοῇ τε καὶ χειρῶν τάσει, τοσοῦτον ἐξέλαμψεν ἡλίου σέλας νέφους ῥαγέντος τῷ θεοῦ προστάγματι, ὡς πάντα μὲν τὸν οἶκον ἀστραπηφόρον εὐθὺς γενέσθαι, τὸν πρὶν ἐστυγνασμένον, καὶ τῆς παλαιᾶς εἰκόνα σκηνῆς λαβεῖν ἅπαντας, ἣν ἔκρυπτε λαμπρότης θεοῦ, εἶδος δὲ πᾶσιν αἰθριᾶσαι καὶ φρένας· κἀνταῦθα θάρσους συνδραμόντος τῇ θέᾳ ἡμᾶς βοᾶσθαι πανσθενεὶ ζητουμένους, ὡς τοῖς παροῦσι τοῦδε λείποντος μόνου, πρῶτόν τε καὶ μέγιστον ἐκ πρώτου κράτους τοῦτ᾽ ἂν γενέσθαι πρὸ θρόνων πόλει γέρας· ἡμᾶς δοθῆναι τοῖς θρόνοις τοῦ ἄστεος. ταῦτ᾽ ἦν ἀπ᾽ ἀνδρῶν ἐν τέλει καὶ τῶν κάτω, πάντων ἀπ᾽ ἴσου τοῦ πόθου ἰσουμένων, ταῦτ᾽ ἐκ γυναικῶν ὑψόθεν βοώμενα πέρα σχεδόν τι τοῦ γυναιξὶ κοσμίου. βροντή τις ἦν ἄπιστος ἀντικλωμένη, ἕως ἐγώ τιν᾽ ἐξαναστήσας θρόνων σύνεδρον—οὐκ ἐμοὶ γὰρ ἦν φωνῆς τόνος συνωσμένῳ τε καὶ δέει κεκμηκότι— γλώσσης τάδ᾽ εἶπον ῥήματ᾽ ἐξ ἀλλοτρίας· “ἐπίσχεθ᾽ οὗτοι, τὴν βοὴν ἐπίσχετε.

καιρὸς γάρ ἐστι παντός· εὐχαριστίας ὁ νῦν· ὁ δ᾽ εἰσέπειτα καὶ τῶν μειζόνων.„ λαὸς δ᾽ ἐπερρόθησαν, οἷς ἐφθεγξάμην— πᾶσιν γάρ ἐστι προσφιλὲς τὸ μέτριον— αὐτός τ᾽ ἀπῆλθεν αἰνέσας αὐτοκράτωρ. οὕτω μὲν οὗτος σύλλογος καταστρέφει τοσοῦτον ἡμᾶς ἐκφοβήσας καὶ μόνον, ὅσον γυμνωθὲν ἓν ξίφος πάλιν ἔσω πεσεῖν, θράσος τε συντεμεῖν θερμοῦ λεώ.

Τὰ δ᾽ ἔνθεν οὐκ οἶδ᾽, ὡς προάξω τὸν λόγον ἔχοντα καί τιν᾽ ὄγκον ἐν τοῖς πράγμασιν. τίς συγγραφεύς μοι τῷ λόγῳ δοίη πέρας; αἰσχύνομαι γὰρ ταῖς ἐμαῖς εὐφημίαις, κἂν ἄλλος εὖ λέγῃ με. τοῦτ᾽ ἐμὸς νόμος. ὅμως δὲ λέξω μετριάζων ὡς σθένος.

Ἦν ἔνδον· ἡ πόλις δὲ τὸ φρύαγμα μέν κάτω βεβλήκει τοῦ ναοῦ κρατουμένου· ὅμως δ᾽ ὑπεστέναζεν, ὡς γίγας, φασίν, βληθεὶς κεραυνῷ πρόσθεν Αἰτναίῳ πάγῳ καπνόν τε καὶ πῦρ ἐκ βάθους ἠρεύγετο. τί οὖν με ποιεῖν, πρὸς θεοῦ, δίκαιον ἦν; διδάξαθ᾽ ἡμᾶς, εἴπαθ᾽, οἱ νῦν ἐντελεῖς, ὁ μειρακίσκων σύλλογος τῶν ἀθλίων, οἷς τὸ πρᾶον μὲν ἀδρανὲς νομίζεται, τὸ δ᾽ ἐμμανές τε καὶ κάκιστον ἀνδρικόν. ὠθεῖν, ἐλαύνειν, ἀγριοῦν, ἀναφλέγειν καιρῷ τ᾽ ἀπλήστως χρωμένους καὶ τῷ κράτει; ἢ φαρμακεύειν φαρμάκοις σωτηρίας; δύω γὰρ οὕτω καλὰ κερδαίνειν παρῆν· αὐτούς τε ποιεῖν μετρίους τῷ μετρίῳ ἡμᾶς τε δόξαν καὶ τὸ φίλτρον λαμβάνειν. τοῦτ᾽ ἦν δίκαιον, τοῦτο καὶ φανήσομαι ἀεί τε ποιῶν καὶ τόθ᾽, ὡς μάλιστ᾽ ἐνῆν.

Πρῶτον μέν, ὡς δείξαιμι μὴ καιροῦ φορᾷ νέμων τὸ πλεῖον ἢ κράτει τῷ τοῦ θεοῦ, τί νουθετοῦμαι τῷ καλῷ παραινέτῃ, λόγον δ᾽ ἔχω σύμβουλον ἀσφαλέστατον; πάντων σεβόντων τὴν ὀφρὺν τῶν ἐν τέλει— τούτων μάλιστα τοὺς ἔσω παραστάτας, οἳ πάντ᾽ ἄνανδροι τἆλλα, πλὴν εἰς χρήματα— τί δ᾽ ἄν τις εἴποι, πῶς τε καὶ τέχναις ὅσαις αὐτοῖς πυλῶσι βασιλικοῖς προσκειμένων, κατηγορούντων, λαμβανόντων ἐκτόπως, τῆς εὐσεβείας ἐμφορουμένων κακῶς, ἀσχημονούντων, ὥς γε συντόμως φράσαι, μόνος ποθεῖσθαι μᾶλλον ἢ μισεῖσθ᾽ ἔγνων καὶ τῷ σπανίῳ τὸ σεμνὸν ἠμπολησάμην θεῷ τὰ πολλὰ καὶ καθάρσει προσνέμων, τῶν δὲ κρατούντων τὰς θύρας ἄλλοις διδούς.

Ἔπειτα τοὺς μὲν ἠπορημένους βλέπων, ἐφ᾽ οἷς συνῄδεσάν σφισιν ἠδικηκότες, τοὺς δ᾽ εὖ παθεῖν χρῄζοντας ὡς εἰκὸς πάλιν, τοῖς μὲν ἀφῆκα τὸν φόβον, τοὺς δ᾽ ὠφέλουν, ἄλλους κατ᾽ ἄλλην χρείαν, ὡς ἦν μοι σθένος. ἓν δ᾽ ἐξ ἁπάντων δείγματος λέξω χάριν.

Ἔνδον ποθ᾽ ἡσύχαζον ἐξ ἀρρωστίας— ἦρκτο γάρ, ἦρκτο συνδραμοῦσα τοῖς πόνοις. ταῦτ᾽ ἐτρυφῶμεν, ὡς δοκεῖ τοῖς βασκάνοις. οὕτω δ᾽ ἔχοντος ἀθρόως δήμου τινές ἐπεισίασι, σὺν δὲ τοῖς νεανίας, ὠχρός, κομήτης, πενθικῶς ἐσταλμένος. ἐμοῦ δ᾽ ἐπιστρέψαντος ἐκ κλίνης πόδας οὕτω τι μικρόν, οἷα τὰ πτοουμένων, οἱ μὲν θεῷ τε καὶ βασιλεῖ, ἃς ἦν φίλον, φωνὰς ἀφέντες εὐχαρίστους ἀφθόνως ὡς τὴν παροῦσαν ἡμέραν δεδωκόσιν ἡμᾶς τ᾽ ἐπαινέσαντες ἔστιν οἷς λόγοις ἀπῆλθον. ὃς δὲ τοῖς ἐμοῖς ἄφνω ποσίν προσφύς, ἱκέτης ἄφωνος, ἔκπληκτός τις ἦν. ἐμοῦ δέ, “τίς τε καὶ πόθεν, χρῄζεις δ᾽ ὅτου;„ λέγοντος, οὐδὲν πλεῖον ἢ μείζους βοαί. ᾤμωξεν, ἐστέναξεν, ἡ σφίγξις χεροῖν πλείων· ὑπεισῄει τι κἀμὲ δάκρυον. βίᾳ δ᾽ ἀποσπασθέντος (οὐ γὰρ ἦν λόγῳ) τῶν τις παρόντων· “οὗτος,„ εἶπεν, “ὁ σφαγεύς σοῦ τοῦ τὸ φῶς βλέποντος ἐκ θεοῦ σκέπης. ἑκὼν πάρεστι, δέσμιος συνειδότος, φονεὺς ἀγνώμων, εὐγενὴς κατήγορος, τὸ δάκρυον δίδωσι τιμὴν αἵματος.„ ταῦτ᾽ εἶπεν· ἐκλάσθην δὲ τοῖς λόγοις ἐγώ, φωνὴν δ᾽ ἀφῆκα τοῦ κακοῦ λυτήριον· “θεός σε σῴζοι· τὸν σεσωσμένον δ᾽ ἐμέ χρηστὸν φανῆναι τῷ σφαγεῖ οὐδὲν μέγα. ἐμὸν πεποίηκέν σε τὸ θράσος· σκόπει, ὅπως ἐμοί τε καὶ θεῷ γένῃ πρέπων.„ ταῦτ᾽ εἶπον· ἡ πόλις δὲ (οὐ γὰρ λανθάνει τῶν καλῶν οὐδέν) εὐθὺς ἐκμαλάσσεται, ὥσπερ σίδηρος ἐμπύροις κινήμασιν.

Τὸ δ᾽ ἐκ τοσούτων χρημάτων θρυλουμένων, ὧν οἱ μέγιστοι τῆς ὅλης οἰκουμένης ναῶν ἐθησαύριζον ἐκ παντὸς χρόνου, κειμηλίων τε καὶ πόρων τῶν πάντοθεν οὐδ᾽ ὁντινοῦν λογισμὸν ἐν τοῖς γράμμασιν εὑρόντα τῶν πρὶν προστατῶν ἐκκλησίας, οὔτ᾽ ἐν ταμίαις νέοις, ἐν οἷς τὰ πράγματα, στέρξαι, ξένον τε μηδ᾽ ὅλως λαβεῖν τινα, ὅ μοι παρῄνουν καὶ παρώξυνόν τινες, τούτων λογιστὴν εἰς ὕβριν μυστηρίου, πόσον δοκεῖ σοι; ὧν γὰρ ἔσχε τις μόνων, οὐχ ὧν λαβεῖν δίκαιον, ἔσθ᾽ ὑπεύθυνος. ταῦθ᾽, ὅστις ἥττων χρημάτων, καὶ μέμφεται· ὅστις δὲ κρείσσων, καὶ λίαν προσδέξεται. πᾶσιν γὰρ οὔσης τῆς ἀπληστίας κακῆς ἄπληστον εἶναι χεῖρον ἐν τοῖς πνεύματος. εἰ πάντες οὕτως ἐφρόνουν εἰς χρήματα, οὐκ ἄν ποτ᾽ οὐδὲν τοῖον ἦν ἐκκλησίαις πλήρωμ᾽ ἀνευρεῖν (οὐ φρενὸς γὰρ τῆς ἐμῆς), λέγω δ᾽ ὅσον λειτουργόν, ἐγγίζον θεῷ.

Καὶ τοῦτο δ᾽ ἦν θρύλημα τῶν ἐναντίων, μηδ᾽ ἂν πυλῶσι τὸν λεὼν ἐξαρκέσαι, τὸν πρὶν μερισθένθ᾽, ἡνίκ᾽ ἦμεν ἐνδεεῖς. τοσοῦτον ἦμεν πᾶσιν εὐτελισμένοι, ὧν νῦν νεῴ τε καὶ νεὼν πληρώματα. Ταῦθ᾽ ἡμῖν ἐσπουδάζεθ᾽, ὡς ἂν μὴ λέγω πτωχῶν, μοναστῶν, παρθένων, τῶν ἐν νόσοις, ξένων, παροίκων, δεσμίων ἐπιστάτας, ψαλμῳδιῶν τε δακρύων τε παννύχων, ἀνδρῶν γυναικῶν σεμνότητ᾽ ἀσκουμένων, ἄλλοις τε, οἷς ἀγάλλετ᾽ εὐτάκτοις θεός.