Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ τῆς ἰδίας ζωῆς

Γρηγόριος ὁ Ναζιανζηνός

Η παραίτηση ενώπιον της Συνόδου και η οριστική αναχώρηση

Η εμφάνιση νέων αντιπάλων, η εκούσια παραίτηση του Γρηγορίου για χάρη της εκκλησιαστικής ειρήνης, η έγκριση του αυτοκράτορα και η τελική αποχώρηση στην ησυχία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 9 από 9

Μικρόν τι, καὶ δίδωσι τὴν λύσιν θεός. ἦλθον γάρ, ἦλθον ἐξαπίνης κεκλημένοι, ὡς δή τι συνοίσοντες εἰρήνης σκοπῷ, Αἰγύπτιοί τε καὶ Μακεδόνες, ἐργάται τῶν τοῦ θεοῦ νόμων τε καὶ μυστηρίων, φυσῶντες ἡμῖν ἑσπέριόν τε καὶ τραχύ. τοῖς δ᾽ ἀντεπῄει δῆμος ἡλιοφρόνων. κάπροι δ᾽ ὅπως θήγοντες ἀγρίαν γένυν (ὡς ἂν μιμήσωμαί τι τῆς τραγῳδίας), λοξὸν βλέποντες ἐμπύροις τοῖς ὄμμασιν συνῆπτον. ἐν πολλοῖς δὲ τοῖς κινουμένοις θυμοῦ τὸ πλεῖον ἢ λόγου κινήμασιν καὶ τῶν ἐμῶν τι πικρότερον ἐπεσκόπουν, νόμους στρέφοντες τοὺς πάλαι τεθνηκότας, ὧν πλεῖστον ἦμεν καὶ σαφῶς ἐλεύθεροι· οὐ μὴν πρὸς ἔχθραν τὴν ἐμὴν οὐδὲ θρόνον σπεύδοντες ἄλλῳ, οὐδαμῶς, ὅσον πόνῳ τῶν ἐνθρονιστῶν τῶν ἐμῶν, ὡς γοῦν ἐμέ σαφῶς ἔπειθον λαθρίοις δηλώμασιν. οὐ γὰρ φορητὴν τὴν ὕβριν σφῶν εἰδέναι, ὅση παλαιὰ καὶ νέοις ἐν πράγμασιν.

Ἐγὼ δὲ τέως μὲν ὥσπερ ἵππος δέσμιος, καίπερ κακοῖς τε καὶ νόσῳ τετρυμένος, ἔνδον κροαίνων οὐκ ἐπαυσάμην πόδας καὶ δοῦλον ἐχρεμέτιζον ἐκ δεσμῶν βίας ποθῶν νομάς τε τήν τ᾽ ἐμὴν ἐρημίαν. ἐπεὶ δὲ κινεῖν, ἃ προεῖπον, ἠξίουν, ἔρρηξα δεσμὰ τήν τ᾽ ἀφορμὴν ἀσμένως (οὐκ ἂν πείσαιμι τοὺς φιλάρχους οὔποτε, εὔδηλόν ἐστι, πλὴν ἀληθές) ἥρπασα. καιρὸς γὰρ ἦν μοι· καὶ παρελθὼν εἰς μέσους τάδ᾽ εἶπον· “ἄνδρες, οὓς συνήγαγεν θεός, ὡς ἄν τι βουλεύσησθε τῶν θεῷ φίλων, τὸ μὲν καθ᾽ ἡμᾶς δευτέρου κείσθω λόγου· μικρὸν γάρ, ὥς γε πρὸς τοσοῦτον σύλλογον, ὅπως ποθ᾽ ἕξει, κἂν μάτην αἰρώμεθα· ὑμεῖς δὲ πρός τι μεῖζον ὑψοῦτε φρένα. εἰς ἓν γένεσθε, συνδέθητε ὀψὲ γοῦν. ἕως τίνος γελώμεθ᾽ ὡς ἀνήμεροι καὶ τοῦτο μανθάνοντες ἕν, πνέειν μάχην; δότε προθύμως δεξιὰς κοινωνίας. ἐγὼ δ᾽ Ἰωνᾶς ὁ προφήτης γίνομαι. δίδωμ᾽ ἐμαυτὸν τῆς νεὼς σωτηρίαν καίπερ κλύδωνος τυγχάνων ἀναίτιος. ἄραντες ἡμᾶς ῥίψατε κλήρου φορᾷ. κῆτός με δέξετ᾽ ἐκ βυθοῦ φιλόξενον. ἐντεῦθεν ἄρξασθ᾽ ὁμονοεῖν· ὁδεύετε πρὸς πάντ᾽ ἐφεξῆς. οὗτος εὐρυχωρίας τόπος καλείσθω. τοὐμὸν οὕτως εὐκλεές. ἂν μέχρις ἡμῶν στῆτε, τοῦτ᾽ ἀτιμία. νόμον τίθημι μὴ θρόνων ὑπερμαχεῖν. ἂν οὕτω φρονῆτ᾽, οὐδὲν ἔσται δυσχερές. οὔτ᾽ ἐθρονίσθην ἄσμενος, καὶ νῦν ἑκών ἄπειμι· πείθει καὶ τὸ σῶμ᾽ οὕτως ἔχον. μίαν χρεωστῶ νεκρότητ᾽· ἔχει θεός.

ἀλλ᾽, ὦ τριάς μου, σοῦ προκήδομαι μόνης· γλῶσσαν τίν᾽ ἕξεις εὐμαθῆ συνήγορον, εἰ δ᾽ οὖν ἐλευθέραν τε καὶ ζήλου πλέων; ἔρρωσθε καὶ μέμνησθε τῶν ἐμῶν πόνων.„ Ταῦτ᾽ εἶπον. οἱ δ᾽ ὤκλαζον· ἐξῄειν δ᾽ ἐγώ μέσος χαρᾶς τε καί τινος κατηφείας· χαρᾶς τῷ παῦλαν τῶν πόνων λαβεῖν τινα, λύπης τῷ λαὸν ἀγνοεῖν, οἷ κείσεται. τίς δ᾽ οὐ σπαράσσετ᾽ ὀρφανούμενος τέκνων; ἐγὼ μὲν οὕτως· οἱ δ᾽ ἴσασι καὶ θεός, εἰ μή τι πλεῖον τοὐμμέσῳ τὸ λάθριον· νεῶν ὄλεθρος καὶ σπιλάδες, λόχοι βάθους. ἄλλοι λέγουσι ταῦτα, σιγήσω δ᾽ ἐγώ. οὐ γὰρ σχολή μοι πλεκτὰ γινώσκειν κακά τὴν ἁπλότητα καρδίας ἀσκουμένῳ, ἐξ ἧς τὸ σῴζεσθ᾽, οὗ μόνου πᾶς μοι λόγος. ὅμως τόδ᾽ οἶδα· πλεῖον, ἢ καλῶς ἔχει, ἄφνω τετίμημ᾽ εὐκόλῳ συναινέσει. τοιαῦτα πατρὶς τοῖς φίλοις χαρίζεται.

Οὕτως ἔχοντα ταῦτα. πῶς δὲ τὰ κράτους; ἔκυψ᾽; ἐκλίνθην; ἡψάμην τῆς δεξιᾶς; ἱκετηρίους προσήγαγόν τινας λόγους; ἄλλους δὲ πρέσβεις ἐκ φίλων προυστησάμην, τῶν ἐν τέλει μάλιστα τούς μοι φιλτέρους, χρυσὸν δ᾽ ἔρευσα, τὸν δυνάστην τὸν μέγαν, χρῄζων τοσούτου μὴ πεσεῖν ἔξω θρόνου; ἄλλων τάδ᾽ ἔστω τῶν λίαν πολυστρόφων. ἐγὼ δ᾽, ὡς εἶχον, προσδραμὼν ἁλουργίδι, πολλῶν παρόντων καὶ τάδε σκοπουμένων, “κἀγώ τιν᾽„, εἶπον, “ὦ βασιλεῦ, αἰτῶ χάριν τὴν σὴν μεγαλόδωρον τὰ πάντ᾽ ἐξουσίαν. οὐ χρυσὸν αἰτῶ σ᾽, οὐ πλάκας πολυχρόους οὐδὲ τραπέζης μυστικῆς σκεπάσματα, οὐ πρὸς γένους τιν᾽ ὕψος ἀρχικὸν λαβεῖν ἢ σοί γ᾽, ἄριστε, πλησίον παραστατεῖν. ταῦτ᾽ ἐστὶν ἄλλων, οἷς μικρὰ σπουδάζεται. ἐγὼ δ᾽ ἐμαυτὸν ἀξιῶ καὶ μειζόνων. ἕν μοι δοθήτω· μικρὸν εἶξαι τῷ φθόνῳ. θρόνους ποθῶ μέν, ἀλλὰ πόρρωθεν σέβειν. κέκμηκα πᾶσι, καὶ φίλοις, μισούμενος τῷ μὴ δύνασθαι πρός τι πλὴν θεοῦ βλέπειν. τούτους ἀπαίτει τὴν φίλην συμφωνίαν· τὰ ὅπλα ῥιψάτωσαν, ἀλλὰ σὴν χάριν, εἰ μὴ φόβῳ θεοῦ τε καὶ τιμωρίας. στῆσον τρόπαιον τῆς ἀναιμάκτου μάχης, ὃς βαρβάρων ἔστησας ἄτρεπτον θράσος. ταύτην δ᾽ ἀπαίτει (τὴν πολιὰν δεικνὺς ἅμα καὶ τοὺς ἱδρῶτας, οὓς ἐρεύσαμεν θεῷ) τὸ καρτερεῖν πάσχουσαν εἰς κόσμου χάριν.

οἶσθ᾽, ὡς ἄκοντα καὶ θρόνῳ μ᾽ ἐνίδρυσαν.„ Ταῦτ᾽ ἐκρότει μὲν ἐν μέσοις αὐτοκράτωρ, κροτοῦσι δ᾽ ἄλλοι, λαμβάνω τε τὴν χάριν, μόγις μέν, ὡς λέγουσι, λαμβάνω δ᾽ ὅμως.

Τί δεύτερόν μοι τῷ κακῷ φροντίζεται; πείθειν ἅπαντας πρὸς τάδ᾽ εὐφόρως ἔχειν μηδ᾽ ἐκτράχηλον μηδὲν ἐννοεῖν ὅλως φίλτρῳ τε τὠμῷ καὶ χόλῳ μοχθηρίας. ἔθαλπον, ᾔνουν, τοῖς κακοῖς συνεκρότουν τὸ βῆμα, τοὺς ἔξωθε, τοὺς ποίμνης κτίλους, ὅσον παλαιὸν καὶ ὅσον προσήλυτον, τοῦ πατρὸς οὐ φέροντας τὴν ἐρημίαν, ἐπισκόπων τε τοὺς λίαν πεπληγότας. πολλοὶ γὰρ ὡς ᾔσθοντο τοῦ βουλεύματος, φεύγοντες ᾤχονθ᾽ ὡς κεραυνίους βολάς, βύσαντες ὦτα καὶ κροτήσαντες χέρας, ὡς τήν γε ὄψιν μήποτ᾽ εἰσιδεῖν τόδε, ἄλλον τιν᾽ ὑψωθέντα τοῖς ἐμοῖς θρόνοις.

Πέρας λόγου· πάρειμι νεκρὸς ἔμπνοος. ἡττημένος—τοῦ θαύματος—στεφηφόρος, ἔχων θεόν τε καὶ φίλους τοὺς ἐνθέους ἀντὶ θρόνων τε καὶ κενοῦ φρυάγματος. ὑβρίζετ᾽, εὐθυμεῖτε, πάλλεσθ᾽, ὦ σοφοί· ᾠδὴν τίθεσθε τὰς ἐμὰς δυσπραξίας ἐν συλλόγοις τε καὶ πότοις καὶ βήμασιν. κοκκύζετ᾽ ἀλεκτόρειον ὡς νικηφόροι ἀγκῶσι πλευρὰς περικροτοῦντες, ὄρθιοι, ὑψαυχενοῦντες ἐν μέσοις τοῖς ἄφροσιν. ἑνὸς θέλοντος πάντες ἐκρατήσατε. ‘εἰ μὲν θέλοντος’—τοῦ φθόνου—καὶ τοῦδέ με στερεῖτε κομπάζοντες ὡς ἀπωσμένου· εἰ δ᾽ οὐ θέλοντος, ἐντρέπεσθε τοῖς κακοῖς, χθὲς ἐνθρονισταὶ καὶ διῶκται σήμερον ταῦτ᾽ ἐκφυγόντα. στήσομαι σὺν ἀγγέλοις. ἐμοῦ δ᾽, ὅπως ἔχει τις, οὐ βλάψει βίον, ἀλλ᾽ οὐδ᾽ ὀνήσει. συσταλήσομαι θεῷ. γλῶσσαι δέ μοι ῥείτωσαν ὡς αὖραι κεναί. καὶ τῶν κόρος μοι πολλὰ μὲν δυσφημίαις βληθέντι, πολλὰ δ᾽ ἐξόχοις εὐφημίαις. ζητῶ τιν᾽ οἰκεῖν ἐκ κακῶν ἐρημίαν, οὗ μοι τὸ θεῖον νῷ μόνῳ ζητούμενον ἐλπίς τε κούφη τῶν ἄνω γηροτρόφος. ἐκκλησίαις δὲ τί δώσομεν; τὸ δάκρυον. εἰς τοῦτο γάρ με καὶ συνήγαγεν θεός πολλαῖς ἑλίσσων τὴν ἐμὴν ζωὴν στροφαῖς— ἣ ποῖ προβήσετ᾽; εἰπέ μοι, θεοῦ λόγε· εἰς τὴν ἄσειστον εὔχομαι κατοικίαν, ἔνθα τριάς μου καὶ τὸ σύγκρατον σέλας, ἧς νῦν ἀμυδρῶς ταῖς σκιαῖς ὑψούμεθα.