ΛΟΓΟΣ Κʹ. Περὶ δόγματος καὶ καταστάσεως ἐπισκόπων. Αʹ. Ὅταν ἴδω τὴν νῦν γλωσσαλγίαν, καὶ τοὺς αὐθημερινοὺς σοφοὺς, καὶ τοὺς χειροτονητοὺς θεολόγους, οἷς ἀρκεῖ τὸ θελῆσαι μόνον πρὸς τὸ εἶναι σοφοῖς· ποθῶ τὴν ἀνωτάτω φιλοσοφίαν, καὶ σταθμὸν ἔσχατον ἐπιζητῶ, κατὰ τὸν Ἱερεμίαν, καὶ ἐμαυτῷ μόνῳ συγγενέσθαι βούλομαι. Οὐδὲν γάρ μοι δοκεῖ τοιοῦτον, οἷον μύσαντα τὰς αἰσθήσεις, ἔξω σαρκὸς καὶ κόσμου γενόμενον, μηδενὸς τῶν ἀνθρωπίνων προσαπτόμενον, ὅτι μὴ πᾶσα ἀνάγκη, ἑαυτῷ προσλαλοῦντα καὶ τῷ Θεῷ, ζῇν ὑπὲρ τὰ ὁρώμενα, καὶ ἀεὶ τὰς θείας ἐμφάσεις καθαρὰς ἐν ἑαυτῷ φέρειν ἀμιγεῖς τῶν κάτω χαρακτήρων καὶ πλανωμένων, οἷον ἔσοπτρον ἀκηλίδωτον Θεοῦ καὶ τῶν θείων, καὶ ὂν, καὶ ἀεὶ γινόμενον, φωτὶ προσλαμβάνοντα φῶς, καὶ ἀμαυροτέρῳ τρανότερον, μέχρις ἂν πρὸς τὴν πηγὴν ἔλθωμεν τῶν τῇδε ἀπαυγασμάτων, καὶ τύχωμεν τοῦ μακαρίου τέλους, λυθέντων τῶν ἐσόπτρων τῇ ἀληθείᾳ· ὡς μόλις ἄν τις ἑαυτὸν, ἢ μακρᾷ φιλοσοφίᾳ παιδαγωγήσας, καὶ ἀποῤῥηγνὺς κατὰ μικρὸν τὸ τῆς ψυχῆς εὐγενὲς, καὶ φωτοειδὲς, τοῦ ταπεινοῦ καὶ σκότῳ συνεζευγμένου, ἢ Θεοῦ τυχὼν ἵλεω, ἢ καὶ ἄμφω ταῦτα, καὶ μελέτην ὅτι μάλιστα ποιούμενος ἄνω βλέπειν, τῆς κατασπώσης ὕλης ἐπικρατήσειε.