Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ τοῦ δόγματος καὶ τῆς καταστάσεως τῶν ἐπισκόπων

Γρηγόριος ὁ Ναζιανζηνός

Απόρριψη των υλικών αναλογιών και το μυστήριο της θείας γεννήσεως

Αναίρεση της υπαγωγής του Θεού σε χρονικούς και σωματικούς περιορισμούς, διαχωρισμός της θείας δημιουργίας από τα ανθρώπινα μέτρα και αποτροπή της υπερβολικής περιεργείας γύρω από τα θεία πρόσωπα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 4

Ηʹ. Εἰ δὲ, ὅτι τὰ σώματα ὑπὸ χρόνον, διὰ τοῦτο ἀξιώσεις κεῖσθαι καὶ τὸν Υἱὸν ὑπὸ χρόνον, περιθήσεις καὶ σῶμα τῷ ἀσωμάτῳ· καὶ εἰ ὅτι τὰ παρ᾽ ἡμῖν γεννώμενα, οὐκ ὄντα ποτὲ, εἶτα γινόμενα, διὰ τοῦτο καὶ τὸν Υἱὸν ἀναγκάσεις ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρεληλυθέναι, συγκρίνεις τὰ ἀσύγκριτα, Θεὸν καὶ ἄνθρωπον, σῶμα καὶ τὸ ἀσώματον· οὐκοῦν καὶ πείσεται καὶ λυθήσεται, ὅτι καὶ τὰ ἡμέτερα σώματα.

Σὺ μὲν οὖν ἀξιοῖς διὰ τοῦτο οὕτω γεννᾶσθαι Θεὸν, διότι τὰ σώματα· ἐγὼ δὲ διὰ τοῦτο οὐχ οὕτως, ὅτι οὕτω τὰ σώματα. Ὧν γὰρ τὸ εἶναι οὐχ ὅμοιον, τούτων οὐδὲ τὸ γεννᾷν ὅμοιον· εἰ μὴ καὶ τἄλλα δουλεύσῃ ταῖς ὕλαις, οἷον πάσχων, καὶ λυπούμενος, καὶ πεινῶν, καὶ διψῶν, καὶ ὅσα ἢ σώματος, ἢ τοῦ συναμφοτέρου πάθη. Ἀλλὰ ταῦτα οὐ παραδέχεταί σου ὁ νοῦς· περὶ Θεοῦ γὰρ ὁ λόγος. Μὴ τοίνυν μηδὲ τὴν γέννησιν ἄλλως, ἢ ὡς θεϊκὴν παραδέχου.

Θʹ. Ἀλλ᾽ εἰ γεγέννηται, πῶς γεγέννηται, φησίν; Ἀπόκριναί μοι, ὦ διαλεκτικὲ σὺ καὶ ἄφυκτε. Εἰ ἔκτισται, πῶς ἔκτισται; κἀμὲ ἀπαίτει τὸ, Πῶς γεγέννηται; Πάθος περὶ τὴν γέννησιν; Πάθος καὶ περὶ τὴν κτίσιν· ἢ γὰρ οὐ πάθος ἡ ἀνατύπωσις, καὶ ἡ φροντὶς, καὶ ἡ τοῦ νοηθέντος ἀθρόως εἰς τὸ κατὰ μέρος ἐξάπλωσις; Χρόνος περὶ τὴν γέννησιν; Ἐν χρόνῳ καὶ τὰ κτιζόμενα. Τόπος ἐνταῦθα; Τόπος ἐκεῖ. Ἀποτυχία περὶ τὴν γέννησιν; Ἀποτυχία καὶ περὶ τὴν κτίσιν. Ταῦτα ἤκουσα φιλοσοφούντων ὑμῶν· ἃ γὰρ ὁ νοῦς ὑπέγραψε, πολλάκις ταῦτα ἡ χεὶρ οὐκ ἐτέλεσεν. Ἀλλὰ λόγῳ, φησὶ, τὸ πᾶν ὑπέστησε καὶ βουλήματι. Αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ὅταν εἴπῃς τῷ λόγῳ τοῦ Θεοῦ τὰ πάντα ἐκτίσθαι, οὐ τὴν ἀνθρωπίνην κτίσιν εἰσάγεις· οὐδεὶς γὰρ ἡμῶν λόγῳ πράττει τὰ γινόμενα. Οὐδὲν γὰρ ἂν ἦν ὑψηλότερον ἡμῶν, οὐδὲ ἀπονώτερον, εἰ τὸ λέγειν ἔργου συμπλήρωσις ἦν· ὥστε εἰ καὶ λόγῳ κτίζει Θεὸς τὰ κτιζόμενα, οὐκ ἀνθρώπινον αὐτῷ τὸ κτίζειν. Ἢ γὰρ δεῖξον καὶ ἄνθρωπον λόγῳ τι πράττοντα· ἢ δέξαι, ὅτι οὐχ ὡς ἄνθρωπος κτίζει Θεός. Ἐπεὶ διάγραψον βουλήματι πόλιν, καὶ παραστήτω πόλις· θέλησον γενέσθαι σοι υἱὸν, καὶ παραστήτω παῖς· θέλησον ἄλλο τι τῶν πραττομένων, καὶ εἰς ἔργον ἡ βούλησις χωρησάτω.

Εἰ δὲ τούτων οὐδὲν ἕπεται τῷ βούλεσθαι, Θεοῦ δὲ τὸ βούλεσθαι πρᾶξίς ἐστιν, ἄλλως μὲν ἄνθρωπος κτίζει, ἄλλως δὲ ὁ πάντων κτίστης Θεός.

Πῶς οὖν κτίζει μὲν οὐκ ἀνθρωπικῶς, γεννᾷν δὲ ἀναγκάζεται ἀνθρωπικῶς; Σὺ μὲν οὐκ ὢν, ἔπειτα ἐγένου, εἶτα γεννᾷς· διὰ τοῦτο οὐκ ὄντα εἰς τὸ εἶναι παράγεις. Ἢ, ἵνα τι βαθύτερον εἴπω, τάχα οὐδὲ αὐτὸς ἐξ οὐκ ὄντων παράγεις· ἐπεὶ καὶ ὁ Λευῒ, φησὶν, ἔτι ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, πρὶν εἰς τὸ εἶναι παρελθεῖν. Καὶ μηδεὶς ἐπηρεαζέτω τῷ λόγῳ. Οὐ γὰρ οὕτως ἐκ τοῦ Πατρός φημι τὸν Υἱὸν ὑπάρχειν, ὡς ἐν τῷ Πατρὶ πρότερον ὄντα, μετὰ δὲ τοῦτο εἰς τὸ εἶναι ὁδεύσαντα· οὐδὲ γὰρ ἀτελῆ πρότερον, εἶτα τέλειον, ὥσπερ νόμος τῆς ἡμετέρας γεννήσεως.

Ιʹ. Ταῦτα τῶν ἐπηρεαζόντων ἐστίν· ταῦτα τῶν ἐπιπηδώντων προχείρως πᾶσι τοῖς λεγομένοις. Ἡμεῖς δὲ οὐχ οὕτω φρονοῦμεν, οὐχ οὕτω δοξάζομεν· ἀλλ᾽ ὁμοῦ τῷ τὸν Πατέρα εἶναι ἀγεννήτως (ἀεὶ δὲ ἦν, οὐχ ὑπερπίπτει γὰρ εἰς τὸ μὴ εἶναί ποτε ὁ νοῦς), καὶ ὁ Υἱὸς ἦν γεννητῶς. Ὥστε συντρέχει τὸ εἶναι τοῦ Πατρὸς τῷ γεγεννῆσθαι τοῦ Μονογενοῦς, ἐξ αὐτοῦ τε ὑπάρχοντος, καὶ οὐ μετ᾽ αὐτὸν, ἢ ἐπινοίᾳ μόνῃ τῇ τῆς ἀρχῆς· ἀρχῆς δὲ, ὡς αἰτίου. Πολλάκις γὰρ τὸν αὐτὸν ἀναστρέφω λόγον. τὸ παχύ σου καὶ ὑλικὸν τῆς διανοίας φοβούμενος. Εἰ δὲ οὐ πολυπραγμονεῖς τὴν τοῦ Υἱοῦ, εἴτε γέννησιν χρὴ λέγειν, εἴτε ὑπόστασιν, εἴτε τι ἄλλο κυριώτερον τούτων ἐπινοεῖ τις (νικᾷ γὰρ τὴν ἐμὴν γλῶτταν τὸ νοούμενον καὶ λεγόμενον)· μηδὲ τοῦ Πνεύματος περιεργάζου τὴν πρόοδον. Ἀρκοῦμαι ἀκούειν, ὅτι Υἱὸς, καὶ ὅτι ἐκ τοῦ Πατρός· καὶ ὅτι ὁ μὲν Πατὴρ, ὁ δὲ Υἱός· καὶ οὐδὲν παρὰ τοῦτο περιεργάζομαι, μὴ ταυτὸ πάθω ταῖς φωναῖς, αἳ τῷ ὑπερφωνεῖσθαι παντελῶς διαπίπτουσιν, ἢ τῇ ὄψει τεινούσῃ πρὸς ἡλιακὴν ἀκτῖνα. Ὅσῳ γὰρ ἂν πλεῖον καὶ ἀκριβέστερον ἰδεῖν ἐθέλοι τις, τοσούτῳ τὴν αἴσθησιν παραβλάπτεται, καὶ τὸ ὁπωσοῦν ὁρᾷν ἀποστερεῖται, διὰ τοῦ πλείονος νικῶντος τὴν ὄψιν τοῦ ὁρωμένου ἐὰν ὅλον ἰδεῖν ἐθελήσῃ, καὶ μὴ ὅσον ὁρᾷν ἀσφαλές.