Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ τοῦ δόγματος καὶ τῆς καταστάσεως τῶν ἐπισκόπων

Γρηγόριος ὁ Ναζιανζηνός

Το ακατάληπτο της κτίσεως και η πράξη ως οδός θεογνωσίας

Η αδυναμία της ανθρώπινης λογικής να συλλάβει πλήρως την κτίση ως έλεγχος της θεολογικής οίησης, και η τήρηση των εντολών ως αναγκαία προϋπόθεση για την εσχατολογική έλλαμψη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 4

ΙΑʹ. Ἀκούεις γέννησιν; Τὸ πῶς μὴ περιεργάζου. Ἀκούεις ὅτι τὸ Πνεῦμα προϊὸν ἐκ τοῦ Πατρός; Τὸ ὅπως μὴ πολυπραγμόνει. Εἰ δὲ πολυπραγμονεῖς Υἱοῦ γέννησιν, καὶ Πνεύματος πρόοδον, κἀγώ σου πολυπραγμονῶ τὸ κρᾶμα ψυχῆς καὶ σώματος· Πῶς εἶ χοῦς, καὶ εἰκὼν Θεοῦ; Τί τὸ κινοῦν σε, ἢ τί τὸ κινούμενον; Πῶς τὸ αὐτὸ καὶ κινεῖ καὶ κινεῖται; Πῶς ἡ αἴσθησις ἐν τῷ αὐτῷ μένει, καὶ τὸ ἐκτὸς ἐπισπᾶται;

Πῶς ὁ νοῦς ἐν σοὶ μένει, καὶ γεννᾷ λόγον ἐν ἄλλῳ νοΐ; Πῶς λόγῳ νόημα διαδίδοται; Καὶ οὔπω τὰ μείζονα λέγω· Τίς οὐρανοῦ περιφορά; Τίς ἀστέρων κίνησις, ἢ τάξις, ἢ μέτρα, ἢ σύνοδος, ἢ ἀπόστασις; Τίνες δ᾽ ὅροι θαλάσσης; Πόθεν δὲ ἀνέμων ῥεύματα, ἢ ὡρῶν περιτροπαὶ, ἢ ὄμβρων ἐπιχύσεις;

Εἰ τούτων μηδὲν κατενόησας, ὦ ἄνθρωπε (κατανοήσεις δὲ ἴσως ποτὲ, ὅταν ἀπολάβῃς τὸ τέλειον. Ὄψομαι γὰρ, φησὶ, τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου· ὡς ὑπονοεῖσθαι τὰ νῦν ὁρώμενα μὴ εἶναι τὴν ἀλήθειαν, ἀλλὰ τῆς ἀληθείας ἰνδάλματα)· εἰ σαυτὸν οὐκ ἔγνως, ὅστις εἶ ὁ περὶ τούτων διαλεγόμενος, εἰ ταῦτα οὐ κατέλαβες, ὧν καὶ ἡ αἴσθησις μάρτυς, πῶς Θεὸν ἀκριβῶς, ὅπερ τε καὶ ὅσον ἐστὶν, εἰδέναι ὑπολαμβάνεις; Πολλῆς τοῦτο τῆς ἀλογίας.

ΙΒʹ. Ἀλλ᾽ εἴ τι ἐμοὶ πείθῃ, τῷ μὴ θρασεῖ θεολόγῳ, τὸ μὲν κατέλαβες, τὸ δὲ καταλαμβάνειν δεήθητι. Τὸ μὲν ἀγάπησον ἐν σοὶ μένον, τὸ δὲ ἐν τοῖς ἄνω θησαυροῖς μεινάτω. Διὰ πολιτείας, ἄνελθε· διὰ καθάρσεως, κτῆσαι τὸ καθαρόν. Βούλει θεολόγος γενέσθαι ποτὲ, καὶ τῆς θεότητος ἄξιος; τὰς ἐντολὰς φύλασσε· διὰ τῶν προσταγμάτων ὅδευσον· πρᾶξις γὰρ ἐπίβασις θεωρίας· ἐκ τοῦ σώματος τῇ ψυχῇ φιλοπόνησον. Ἆρά τίς ἐστιν ἀνθρώπων, ὃς ἀρθῆναι τοσοῦτον δύναται, ὥστε εἰς τὸ Παύλου μέτρον ἐλθεῖν; Ἀλλ᾽ ὅμως φησὶ βλέπειν δι᾽ ἐσόπτρου καὶ αἰνίγματος, καὶ εἶναι καιρὸν, ὅτε ὄψεται πρόσωπον πρὸς πρόσωπον. Ἄλλου μὲν εἶ φιλοσοφώτερος ἐν λόγοις; Θεοῦ δὲ πάντως κατώτερος.

Ἄλλου μὲν τυχὸν συνετώτερος; τὸ δὲ ἀληθείας τοσοῦτον λείπῃ, ὅσον τὸ εἶναί σου δεύτερον τοῦ εἶναι Θεοῦ. Ἔχομεν ἐπαγγελίαν γνώσεσθαί ποτε, ὅσον ἐγνώσμεθα. Εἰ μὴ δυνατὸν ἐνταῦθα ἔχειν τελείαν τὴν τῶν ὄντων γνῶσιν, τί μοι τὸ λειπόμενον; Τί τὸ ἐλπιζόμενον; Βασιλείαν οὐρανῶν, πάντως ἐρεῖς. Ἡγοῦμαι δὲ μὴ ἄλλο τι τοῦτο εἶναι, ἢ τὸ τυχεῖν τοῦ καθαρωτάτου τε καὶ τελεωτάτου· τελεώτατον δὲ τῶν ὄντων, γνῶσις Θεοῦ.

Ἀλλὰ τὸ μὲν κατάσχωμεν, τὸ δὲ καταλάβωμεν, ἕως ἐσμὲν ὑπὲρ γῆς· τὸ δὲ ἐκεῖθεν ταμιευσώμεθα, ἵνα ταύτην σχῶμεν τῆς φιλοπονίας τὴν ἐπικαρπίαν, ὅλην τῆς ἁγίας Τριάδος τὴν ἔλλαμψιν, ἥτις ἐστὶ, καὶ οἵα, καὶ ὅση, εἰ θέμις τοῦτο εἰπεῖν, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.