Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ τοῦ δόγματος καὶ τῆς καταστάσεως τῶν ἐπισκόπων

Γρηγόριος ὁ Ναζιανζηνός

Τριαδολογική ομολογία και η άναρχη ύπαρξη του Υιού

Εισαγωγή στον δογματικό λόγο με έμφαση στην ταπεινοφροσύνη, ανάλυση της ορθόδοξης διδασκαλίας μεταξύ Σαβελλιανισμού και Αρειανισμού, και η άχρονη γέννηση του Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 4

Εʹ. Ἐπεὶ δὲ ἀνεκαθήραμεν τῷ λόγῳ τὸν θεόλογον, φέρε δὴ καὶ περὶ Θεοῦ ὡς ἐν βραχεῖ διαλεχθῶμεν, αὐτῷ τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι θαῤῥήσαντες, περὶ ὧν ὁ λόγος. Εὔχομαι δὲ τὸ τοῦ Σολομῶντος παθεῖν, μηδὲν ἴδιον ἐννοῆσαι περὶ Θεοῦ, μηδὲ φθέγξασθαι. Ὅταν γὰρ λέγῃ, Ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπου οὐκ ἔστιν ἐμοὶ, οὐκ ἀσυνεσίαν ἑαυτοῦ δήπου καταγινώσκων τοῦτό φησιν. Πῶς γὰρ, ὅς γε τοῦτο καὶ ᾔτησε παρὰ Θεοῦ πρὸ παντὸς ἄλλου, καὶ ἔλαβε σοφίαν, καὶ θεωρίαν, καὶ πλάτος καρδίας, ψάμμου πλουσιώτερον τε καὶ δαψιλέστερον;

Καὶ ὁ τοσοῦτον σοφὸς, καὶ τοιαύτης τετυχηκὼς δωρεᾶς, πῶς ἀφρονέστατον ἑαυτὸν πάντων ὀνομάζει; Ὡς οὐκ ἔχων ἰδίαν δηλαδὴ φρόνησιν, ἐνεργούμενος δὲ τὴν θείαν τε καὶ τελεωτέραν. Καὶ γὰρ ὁ Παῦλος λέγων, Ζῶ δὲ, οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς, οὐχ ὡς περὶ νεκροῦ πάντως ἑαυτοῦ διελέγετο, ἀλλ᾽ ὡς ζῶντος κρείσσονα τῶν πολλῶν ζωὴν, τῷ μετειληφέναι τῆς ὄντως ζωῆς, καὶ μηδενὶ θανάτῳ περατουμένης.

Προσκυνοῦμεν οὖν Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, τὰς μὲν ἰδιότητας χωρίζοντες, ἑνοῦντες δὲ τὴν θεότητα· καὶ οὔτε εἰς ἓν τὰ τρία συναλείφομεν, ἵνα μὴ τὴν Σαβελλίου νόσον νοσήσωμεν· οὔτε διαιροῦμεν εἰς τρία ἔκφυλα καὶ ἀλλότρια, ἵνα μὴ τὰ Ἀρείου μανῶμεν. Τί γὰρ δεῖ, καθάπερ φυτὸν ἑτεροκλινὲς πάντη καμπτόμενον, βίᾳ μετάγειν ἐπὶ τὸ ἕτερον μέρος, διαστροφῇ τὴν διαστροφὴν διορθουμένους, ἀλλὰ μὴ πρὸς τὸ μέσον εὐθύνοντας, ἐν ὅροις ἵστασθαι τῆς θεοσεβείας;

Ϛʹ. Μεσότητα δὲ ὅταν εἴπω, τὴν ἀλήθειαν λέγω, πρὸς ἣν βλέπειν καλῶς ἔχομεν μόνην· καὶ τὴν φαύλην συναίρεσιν παραιτούμενοι, καὶ τὴν ἀτοπωτέραν διαίρεσιν· ὡς μήτε εἰς μίαν ὑπόστασιν συναιρεθέντα τὸν λόγον, δέει πολυθεΐας, ψιλὰ ἡμῖν καταλιπεῖν τὰ ὀνόματα, τὸν αὐτὸν Πατέρα, καὶ Υἱὸν, καὶ Πνεῦμα ἅγιον ὑπολαμβάνουσι, καὶ μὴ μᾶλλον ἓν τὰ πάντα, ἢ μηδὲν ἕκαστον εἶναι ὁριζομένοις (φεύγοι γὰρ ἂν εἶναι ἅπερ ἐστὶν, εἰς ἄλληλα μεταχωροῦντα καὶ μεταβαίνοντα)· μήτε εἰς τρεῖς ἢ ξένας καὶ ἀνομοίους οὐσίας καὶ ἀπεῤῥηγμένας διαιρεθέντα, κατὰ τὴν Ἀρείου καλῶς ὀνομασθεῖσαν μανίαν, ἢ ἀνάρχους καὶ ἀτάκτους, καὶ οἷον εἰπεῖν, ἀντιθέους· τῷ μὲν εἰς Ἰουδαϊκὴν σμικρολογίαν κατακλεισθῆναι, μόνῳ τῷ ἀγεννήτῳ τὴν θεότητα περιγράφοντας· τῷ δὲ εἰς ἐναντίον μὲν, κακὸν δὲ ἴσον πεσεῖν, τρεῖς ἀρχὰς ὑποτιθεμένους, καὶ τρεῖς Θεοὺς, ὃ τῶν προειρημένων ἀτοπώτερον· δέον μήτε οὕτως εἶναί τινας φιλοπάτορας, ὡς καὶ τὸ εἶναι Πατέρα περιαιρεῖν (τίνος γὰρ ἂν καὶ εἴη Πατὴρ, τοῦ Υἱοῦ τὴν φύσιν ἀπεξενωμένου καὶ ἀπηλλοτριωμένου μετὰ τῆς κτίσεως;)· μήθ᾽ οὕτω φιλοχρίστους, ὡς μήτε τοῦτο φυλάττειν, τὸ εἶναι Υἱόν (τίνος γὰρ ἂν καὶ εἴη Υἱὸς, μὴ πρὸς αἴτιον ἀναφερόμενος τὸν Πατέρα;)

μήτε τῷ Πατρὶ τὸ τῆς ἀρχῆς κατασμικρύνειν ἀξίωμα, τῆς ὡς Πατρὶ καὶ γεννήτορι· μικρῶν γὰρ ἂν εἴη καὶ ἀναξίων ἀρχὴ, μὴ θεότητος ὢν αἴτιος τῆς ἐν Υἱῷ καὶ Πνεύματι θεωρουμένης. Ἐπειδὴ χρὴ καὶ τὸν ἕνα Θεὸν τηρεῖν, καὶ τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν, εἴτ᾽ οὖν τρία πρόσωπα, καὶ ἑκάστην μετὰ τῆς ἰδιότητος.

Ζʹ. Τηροῖτο δ᾽ ἂν, ὡς ὁ ἐμὸς λόγος, εἷς μὲν Θεὸς, εἰς ἓν αἴτιον καὶ Υἱοῦ καὶ Πνεύματος ἀναφερομένων, οὐ συντιθεμένων, οὐδὲ συναλειφομένων· καὶ κατὰ τὸ ἓν καὶ ταυτὸ τῆς θεότητος, ἵνα οὕτως ὀνομάσω, κίνημά τε καὶ βούλημα, καὶ τὴν τῆς οὐσίας ταυτότητα. Αἱ δὲ τρεῖς ὑποστάσεις, μηδεμιᾶς ἐπινοουμένης συναλοιφῆς, ἢ ἀναλύσεως, ἢ συγχύσεως, ἵνα μὴ τὸ πᾶν καταλυθῇ, δι᾽ ὧν τὸ ἓν σεμνύνεται πλέον ἢ καλῶς ἔχει. Αἱ δὲ ἰδιότητες, Πατρὸς μὲν, καὶ ἀνάρχου, καὶ ἀρχῆς ἐπινοουμένου καὶ λεγομένου (ἀρχῆς δὲ, ὡς αἰτίου, καὶ ὡς πηγῆς, καὶ ὡς ἀϊδίου φωτός)· Υἱοῦ δὲ, ἀνάρχου μὲν οὐδαμῶς, ἀρχῆς δὲ τῶν ὅλων· ἀρχὴν δὲ ὅταν εἴπω, μὴ χρόνον παρενθῇς, μηδὲ μέσον τι τάξῃς τοῦ γεγεννηκότος καὶ τοῦ γεννήματος, μηδὲ διέλῃς τὴν φύσιν τῷ κακῶς παρεντεθέντι τοῖς συναϊδίοις καὶ συνημμένοις. Εἰ γὰρ χρόνος Υἱοῦ πρεσβύτερος, ἐκείνου δηλαδὴ πρώτως ἂν εἴη αἴτιος ὁ Πατήρ.

Καὶ πῶς ποιητὴς χρόνων ὁ ὑπὸ χρόνον; Πῶς δὲ καὶ Κύριος πάντων, εἰ ὑπὸ χρόνου προείληπταί τε καὶ κυριεύεται; Ἄναρχος οὖν ὁ Πατήρ· οὐ γὰρ ἑτέρωθεν αὐτῷ, οὐδὲ παρ᾽ ἑαυτοῦ τὸ εἶναι. Ὁ δὲ Υἱὸς, ἐὰν μὲν ὡς αἴτιον τὸν Πατέρα λαμβάνῃς, οὐκ ἄναρχος· ἀρχὴ γὰρ Υἱοῦ Πατὴρ ὡς αἴτιος· ἐὰν δὲ τὴν ἀπὸ χρόνου νοῇς ἀρχὴν, καὶ ἄναρχος· οὐκ ἄρχεται γὰρ ὑπὸ χρόνου ὁ χρόνων Δεσπότης.