Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ τοῦ μετρίως διαλέγεσθαι

Γρηγόριος ὁ Ναζιανζηνός

Προοίμιο και προσφορά του πνευματικού λόγου

Ο συγγραφέας απευθύνεται στο συγκεντρωμένο πλήθος, θέτοντας τα βασικά ερωτήματα για την ωφέλεια της πνευματικής διδασκαλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 8

ΛΟΓΟΣ ΛΒʹ. Περὶ τῆς ἐν διαλέξεσιν εὐταξίας, καὶ ὅτι οὐ παντὸς ἀνθρώπου, οὔτε παντὸς καιροῦ τὸ περὶ Θεοῦ διαλέγεσθαι. Αʹ. Ἐπειδὴ συνεληλύθατε προθύμως, καὶ πολυάνθρωπος ἡ πανήγυρις, καὶ διὰ τοῦτο μάλιστα καιρὸς ἐργασίας, φέρε τι δῶμεν ὑμῖν ἐμπόρευμα, εἰ καὶ μὴ τῆς προθυμίας ἄξιον τῆς κοινῆς, ἀλλά γε τῆς δυνάμεως τῆς ἡμετέρας μὴ ἐνδεέστερον. Ἡ μὲν γὰρ ἀπαιτεῖ τὰ μείζω, ἡ δὲ εἰσφέρει τὰ μέτρια· καὶ κρεῖσσον τὸ κατὰ δύναμιν εἰσενεγκεῖν, ἢ τὸ πᾶν ἐλλείπειν. Οὐ γὰρ ὁ μὴ δυνηθεὶς τὰ τοιαῦτα ὑπεύθυνος, ἀλλ᾽ ὁ μὴ βουληθεὶς ὑπαίτιος, κἂν τοῖς θείοις ὁμοίως, κἂν τοῖς ἀνθρωπίνοις πράγμασιν. Εἰμὶ μὲν ποιμὴν ὀλίγος καὶ πένης, καὶ οὔπω τοῖς ἄλλοις ἀρέσκων ποιμέσιν· οὕτω γὰρ εἰπεῖν μέτριον, εἴτε τὴν εὐδοκίαν καὶ τὸν ὀρθὸν λόγον, εἴτε διὰ μικροψυχίαν καὶ ἔριν, οὐκ οἶδα τοῦτο· Ὁ Θεὸς οἶδε, φησὶν ὁ θεῖος Ἀπόστολος, καὶ δηλώσει σαφῶς ἡ τῆς ἀποκαλύψεως ἡμέρα, καὶ τὸ τελευταῖον πῦρ, ᾧ πάντα κρίνεται ἢ καθαίρεται τὰ ἡμέτερα. Πειράσομαι δ᾽ ὅμως εἰς δύναμιν μὴ κατακρύπτειν τὸ χάρισμα, μηδ᾽ ὑπὸ τὸν μόδιον τιθέναι τὸν λύχνον, μηδὲ καταχωννύειν τὸ τάλαντον (ἃ πολλάκις ἤκουσα παρ᾽ ὑμῶν τὴν ἀργίαν ὀνειδιζόντων, καὶ δυσχεραινόντων τὴν σιωπὴν), ἀλλὰ λόγοις ἀληθείας ἐκπαιδεύειν καὶ συναρμόζειν τῷ Πνεύματι.

Βʹ. Πόθεν οὖν ἄρξομαι καταρτίζειν ὑμᾶς, ἀδελφοί; Καὶ τίσι λόγοις τιμήσω τοὺς ἀθλητὰς, ὧν ἡ παροῦσα πανήγυρις; Τί πρῶτον εἴπω, ἢ τί μέγιστον; Τί μάλιστα συμφέρον ταῖς ὑμετέραις ψυχαῖς; Ἢ τί τῷ παρόντι καιρῷ χρησιμώτατον;