Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ τοῦ μετρίως διαλέγεσθαι

Γρηγόριος ὁ Ναζιανζηνός

Η θεία τάξη στη δημιουργία και την Εκκλησία

Αναλύεται η σημασία της μέσης οδού και η αρμονία που διέπει το σύμπαν, τον φυσικό κόσμο και τον άνθρωπο. Αυτή η ευταξία αντανακλάται στην εκκλησιαστική ιεραρχία και στην κατανομή των πνευματικών χαρισμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 8

Θερμότης χωρὶς λόγου καὶ ἐπιστήμης ἄσχετος, καὶ πίστεως πλοῦς ἀκυβέρνητος. Ϛʹ. Τοῦτο οὖν εἰδότες, ἀδελφοὶ, μήτε νωθεῖς ὦμεν πρὸς τὸ καλὸν, ἀλλὰ τῷ Πνεύματι ζέωμεν, μήποτε ὑπνώσωμεν κατ᾽ ὀλίγον εἰς θάνατον, ἢ, καθεύδουσιν ἡμῖν, ἐπισπείρῃ τὰ πονηρὰ σπέρματα ὁ ἐχθρός· νωθεῖα γὰρ ὕπνῳ σύζυγος· μήτε διάπυροι σὺν ἀλογίᾳ καὶ φιλαυτίᾳ, ἵνα μὴ ἐκφερώμεθα, μηδὲ τῆς ὁδοῦ τῆς βασιλικῆς ἔξω πίπτωμεν· ἕν γέ τι πταίοντες πάντως, ἢ κέντρων δεόμενοι διὰ τὴν νωθείαν, ἢ κρημνιζόμενοι διὰ τὴν θερμότητα. Ἀμφοτέρων δὲ ὅσον χρήσιμόν ἐστι λαβόντες, τῆς μὲν τὸ πρᾶον, τῆς δὲ τὸν ζῆλον· ἀμφοτέρων ὅσον ἐστὶ βλαβερὸν διαφύγωμεν, τῆς μὲν τὸν ὄκνον, τῆς δὲ τὸ θράσος· ἵνα μήτε τῷ ἐλλείποντι ὦμεν ἅκαρποι, μήτε τῷ περιττεύοντι κινδυνεύωμεν. Ὁμοίως γὰρ ἄχρηστα, καὶ νωθρότης ἄπρακτος, καὶ θερμότης ἀπαίδευτος· ἡ μὲν οὐκ ἐγγίζουσα τῷ καλῷ, ἡ δὲ ὑπερπίπτουσα, καὶ τοῦ δεξιοῦ ποιουμένη τι δεξιώτερον. Ὅπερ καὶ ὁ θεῖος Σολομὼν καλῶς ἐπιστάμενος, Μὴ ἐκκλίνῃς, φησὶν, εἰς τὰ δεξιὰ, μηδ᾽ εἰς τὰ ἀριστερά· μηδὲ διὰ τῶν ἐναντίων εἰς κακὸν ἴσον ἐμπέσῃς, τὴν ἁμαρτίαν. Καίτοιγε τὸ φύσει δεξιὸν ἐπαινῶν, Ὁδοὺς γὰρ, φησὶ, τὰς ἐκ δεξιῶν οἶδεν ὁ Θεός· διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν. Πῶς οὖν ἐπαινεῖ τὸ δεξιὸν, καὶ ἀπάγει πάλιν τοῦ δεξιοῦ;

Τούτου δηλαδὴ τοῦ φαινομένου δεξιοῦ, καὶ οὐκ ὄντος. Πρὸς ὃ βλέπων ἑτέρωθι, Μὴ γίνου δίκαιος πολὺ, φησὶ, μηδὲ σοφίζου περισσά. Τὸ γὰρ αὐτὸ καὶ περὶ δικαιοσύνην, καὶ περὶ σοφίαν πάθος, θερμότης περὶ πρᾶξιν καὶ λόγον, ἔξω τοῦ καλοῦ καὶ τῆς ἀρετῆς δι᾽ ὑπερβολὴν πίπτουσα. ᾟ καὶ τὸ ἐνδέον καὶ τὸ ὑπερβάλλον ὁμοίως λυμαίνεται, ὥσπερ καὶ τῷ κανόνι πρόσθεσις ἢ ὑφαίρεσις.

Ζʹ. Μηδεὶς οὖν ἔστω πλέον ἢ καλῶς ἔχει σοφὸς, μηδὲ τοῦ νόμου νομιμώτερος, μηδὲ λαμπρότερος τοῦ φωτὸς, μηδὲ τοῦ κανόνος εὐθύτερος, μηδὲ τῆς ἐντολῆς ὑψηλότερος. Ἔσται δὲ τοῦτο πῶς; Ἐὰν εἰδῶμεν κόσμον, καὶ ἐπαινῶμεν φύσεως νόμον, καὶ ἑπώμεθα λόγῳ, καὶ μὴ ἀτιμάζωμεν εὐταξίαν.

Ἐμβλέψατε εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω, καὶ ἐννοήσατε, πῶς συνέστη τὸ πᾶν, καὶ ὅθεν, καὶ τί πρὸ τῆς διακοσμήσεως ἦν, καὶ τί νῦν ὄνομα τῷ παντί. Τάξει τὰ πάντα διεκοσμήθη, καὶ, ὁ διακοσμήσας Λόγος· καίτοιγε ὡς ἓν τὰ πάντα καὶ ἀθρόως ὑποστῆναι δυνατὸν ἦν (ὁ γὰρ τοῖς οὐκ οὖσι τὸ εἶναι δοὺς, καὶ τοῖς γενομένοις τὰς ἰδέας καὶ τὰ σχήματα, οὐδ᾽ ὁμοῦ τὸ πᾶν ἀναδεῖξαι καὶ διακοσμῆσαι ἀσθενὴς ἦν) ἀλλὰ διὰ τοῦτο πρῶτόν τι καὶ δεύτερον ἀριθμεῖται, καὶ τρίτον, καὶ τὰ ἑξῆς, ἵνα τάξις εὐθὺς συνεισέλθῃ τοῖς κτίσμασι.

Ηʹ. Τάξις οὖν τὸ πᾶν συνεστήσατο. Τάξις συνέχει καὶ τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια· τάξις ἐν νοητοῖς· τάξις ἐν αἰσθητοῖς· τάξις ἐν ἀγγέλοις· τάξις ἐν ἄστροις, καὶ κινήσει, καὶ μεγέθει, καὶ σχέσει τῇ πρὸς ἄλληλα, καὶ λαμπρότητι. Ἄλλη δόξα ἠλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ· τάξις ἐν ὥραις καὶ καιροῖς, ἐν κόσμῳ προϊοῦσί τε καὶ ὑπαπιοῦσι, καὶ διὰ τῆς μεσότητος τὸ αὐστηρὸν τιθασσεύουσι· τάξις ἐν ἡμέρας καὶ νυκτὸς μέτροις, καὶ διαστήμασι. Τάξις ἐν στοιχείοις, ἐξ ὧν τὰ σώματα· τάξις περιήγαγεν οὐρανὸν, ἥπλωσεν ἀέρα, γῆν ὑπέθηκεν, ἢ καὶ ὑπερέθηκε, φύσιν ὑγρὰν ἔχεε καὶ συνήγαγεν, ἀνέμους ἀφῆκε, καὶ οὐκ ἐπαφῆκεν, ὕδωρ ἔδησεν ἐν νεφέλαις, καὶ οὐ κατέσχεν, ἀλλ᾽ ἔσπειρεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, εὐτάκτως καὶ ὁμοτίμως· καὶ ταῦτα οὐκ ἐπ᾽ ὀλίγον, οὐδὲ εἰς ἕνα καιρὸν ἢ χρόνον, ἀλλ᾽ ἀπ᾽ ἀρχῆς εἰς τέλος, τὴν αὐτὴν ὁδὸν εὐθυνόμενα καὶ περιπορευόμενα, πεπηγότα τε καὶ κινούμενα, τὸ μὲν τῷ Λόγῳ, τὸ δὲ τῇ ῥεύσει· Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Τοῦτο τῆς πήξεως· καὶ εἴ τι γέγονεν, ἢ γεννήσεται, τοῦτο τοῦ ῥεύματος.

Καὶ τάξεως μὲν ἐπικρατούσης, κόσμος, τὸ Πᾶν, καὶ τὸ κάλλος ἀκίνητον. Ἀταξία δὲ καὶ ἀκοσμία, ἐν μὲν ἀέρι τοὺς σκηπτοὺς, ἐν δὲ γῇ τοὺς σεισμοὺς, ἐν δὲ θαλάσσῃ τὰς ἐπικλύσεις, ἐν δὲ πόλεσι καὶ οἴκοις πολέμους, ἐν δὲ τοῖς σώμασι τὰς ἀῤῥωστίας, ἐν δὲ ταῖς ψυχαῖς τὰς ἁμαρτίας, ἐκαινοτόμησεν.

Ταῦτα πάντα οὐ τάξεως, οὐδὲ εἰρήνης, ἀλλὰ ταραχῆς καὶ ἀταξίας ὀνόματα. Καὶ τὴν θρυλλουμένην δὲ φθορὰν καὶ προσδοκωμένην, μὴ ἄλλο τι, ἀδελφοὶ, ἢ πλεονασμὸν ἀταξίας εἶναι νομίζωμεν. Συνδεῖ μὲν γὰρ τάξις, λύει δὲ ἀταξία, ὅταν λύσαι τὸ πᾶν ἢ μεταποιῆσαι παραστῇ τῷ συνδήσαντι.

Θʹ. Τάξις καὶ τοῖς ζώοις ἅπασι γένεσιν, καὶ τροφὴν, καὶ τὰς καταλλήλους ἑκάστῳ χώρας ἐνομοθέτησε. Καὶ οὔτε δελφῖνά τις εἶδεν αὔλακα τέμνοντα, οὔτε βοῦν δι᾽ ὕδατος ὀλισθαίνοντα· ὥσπερ οὐδ᾽ ἥλιον ἐν νυκτὶ μειούμενον, ἢ πληρούμενον οὔτε σελήνην ἐν ἡμέρᾳ πυρσεύουσαν· ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Ἐποίησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ· νὺξ, καὶ ἄνθρωπος ὕπνῳ συστέλλεται, καὶ τὰ θηρία παῤῥησιάζεται, καὶ ζητεῖ τροφὴν ἕκαστον τὴν διδομένην παρὰ τοῦ κτίσαντος· ἡμέρα, καὶ τὰ θηρία συνάγεται, καὶ ἄνθρωπος ἐπὶ τὴν ἐργασίαν ἐπείγεται· καὶ ἀλλήλοις ὑποχωροῦμεν ἐν τάξει, νόμῳ καὶ λόγῳ φύσεως. Προσθήσω τὸ μέγιστόν τε καὶ οἰκειότατον. Τάξις ἐκ λογικοῦ τε καὶ ἀλόγου κράματος, τὸν ἄνθρωπον, ζῶον λογικὸν, συνεστήσατο· καὶ συνέδησε μυστικῶς τε καὶ ἀῤῥήτως τὸν χοῦν τῷ νοῒ, καὶ τὸν νοῦν τῷ πνεύματι.

Καὶ ἵνα θαυματουργήσῃ τι μεῖζον ἐν τῷ ἑαυτοῦ πλάσματι, τὸ αὐτὸ καὶ διεσώσατο, καὶ διέλυσε. Τὸ μὲν γὰρ ἐπεισήγαγε, τὸ δὲ ὑπεξήγαγεν, ὥσπερ ἐν ῥεύματι, καὶ τῷ θνητῷ τὴν ἀθανασίαν ἐπραγματεύσατο διὰ λύσεως. Αὕτη καὶ τῶν ἀλόγων ἡμᾶς διέστησε, καὶ πόλεις ᾤκισε, καὶ νόμους ἔθετο, καὶ ἀρετὴν ἐτίμησε, καὶ κακίαν ἐκόλασε, καὶ τέχνας εὕρετο, καὶ συζυγίαν ἡρμόσατο, καὶ τῷ περὶ τὰ γεννώμενα φίλτρῳ τὸν βίον ἡμέρωσε, καὶ μεῖζόν τι τοῦ κάτω πόθου καὶ τοῦ σαρκικοῦ, τὸν περὶ Θεὸν ἐνιδρύσατο.

Ιʹ. Καὶ τί δεῖ καθ᾽ ἕκαστον λέγειν; Τάξις, τῶν ὄντων ἐστὶ μήτηρ, καὶ ἀσφάλεια· καὶ τὸ τοῦ Λόγου, μόνη καλῶς ἂν εἴποι, τοῦ πάντα δημιουργήσαντος, εἴ γε λάβοι φωνήν· Ὅτε τὸ πᾶν οὐσιοῦτο τῷ Θεῷ καὶ ὑφίστατο, ἐγὼ ἤμην παρ᾽ αὐτῷ ἁρμόζουσα· ἡνίκα ἡτοίμαζε τὸν ἑαυτοῦ θρόνον ἐπ᾽ ἀνέμων, καὶ ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη· ἡνίκα ἐθεμελίου τὴν γῆν, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τὰς ὑπ᾽ οὐρανὸν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαν δύναμιν ἐχαρίσατο.

Ἀλλ᾽ (οὗ χάριν ταῦτα πάντα διῆλθον, καὶ πρὸς ὃ πάλαι ὁ λόγος ἠπείγετο), τάξις κἂν ταῖς Ἐκκλησίαις, τὸ μὲν εἶναί τι ποίμνιον, τὸ δὲ ποιμένας διώρισε· καὶ τὸ μὲν ἄρχειν, τὸ δὲ ἄρχεσθαι· καὶ τὸ μὲν οἷον εἶναι κεφαλὴν, τὸ δὲ πόδας, τὸ δὲ χεῖρας, τὸ δὲ ὀφθαλμὸν, τὸ δὲ ἄλλο τι τῶν μελῶν τοῦ σώματος, πρὸς τὴν τοῦ παντὸς εὐαρμοστίαν καὶ τὸ συμφέρον, ἢ προεχομένων, ἢ προεχόντων· καὶ, ὥσπερ ἐν τοῖς σώμασιν, οὔτε ἀπέῤῥηκται ἀλλήλων τὰ μέλη, ἀλλ᾽ ἓν σῶμα τὸ πᾶν ἐστιν ἐκ διαφόρων συγκείμενον· οὔτε ταυτὸ πάντων ἐνέργημα, εἰ καὶ ταυτὸ τὸ χρῄζειν ἀλλήλων εἰς ἀνάγκην εὐνοίας τε καὶ συννεύσεως· καὶ οὔτε ὀφθαλμὸς βαδίζει, ἀλλ᾽ ὁδηγεῖ· οὔτε ποὺς προβλέπει, ἀλλὰ μεταβαίνει, καὶ μετατίθησιν· οὔτε γλῶσσα δέχεται φωνὰς, ἀκοῆς γάρ· οὔτε ἀκοὴ φθέγγεται, γλώσσης γάρ· καὶ ῥὶς μὲν, ὀδμῶν αἰσθητήριον· λάρυγξ δὲ σῖτα γεύεται, φησὶν ὁ Ἰώβ· χεὶρ δὲ τοῦ διδόναι καὶ τοῦ λαμβάνειν ὄργανον· νοῦς δὲ τοῖς πᾶσιν ἡγεμὼν, παρ᾽ οὗ τὸ αἰσθάνεσθαι, καὶ εἰς ὃν ἡ αἴσθησις. Οὕτω καὶ παρ᾽ ἡμῖν, τῷ κοινῷ Χριστοῦ σώματι.

ΙΑʹ. Οἱ γὰρ πάντες ἓν σῶμά ἐσμεν ἐν Χριστῷ· οἱ δὲ καθ᾽ ἕνα Χριστοῦ, καὶ ἀλλήλων μέλη. Τὸ μὲν γὰρ ἄρχει καὶ προκαθέζεται, τὸ δὲ ἄγεται καὶ εὐθύνεται, καὶ οὔτε ταυτὸν ἀμφότερα ἐνεργεῖ, εἴπερ μὴ ταυτὸν ἄρχειν καὶ ἄρχεσθαι· καὶ γίνεται ἀμφότερα ἓν εἰς ἕνα Χριστὸν, ὑπὸ τοῦ αὐτοῦ συναρμολογούμενα, καὶ συντιθέμενα Πνεύματος. Κἂν τοῖς ἀρχομένοις πάλιν, ὅσον τὸ μέσον καὶ παιδεύσει, καὶ ἀσκήσει, καὶ ἡλικίᾳ διεστηκόσι· κἀν τοῖς ἄγουσι τὸ διάφορον ὅσον· καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, Παύλου λέγοντος, μὴ ἀμφίβαλλε. Καὶ οὓς μὲν ἔθετο, φησὶν, ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους· πρῶτον διὰ τὴν ἀλήθειαν, δεύτερον διὰ τὴν σκιὰν, τρίτον διὰ τὸ μέτρον τῆς ὠφελείας, καὶ τῆς ἐλλάμψεως. Καὶ τὸ μὲν πνεῦμα ἓν, τὰ χαρίσματα δὲ οὐκ ἶσα, ὅτι μηδὲ τὰ δοχεῖα τοῦ πνεύματος. ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας καὶ θεωρίας, ἄλλῳ δὲ λόγος γνώσεως ἢ ἀποκαλύψεως, ἄλλῳ πίστις βεβαία καὶ ἀνενδοίαστος ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων καὶ θαυμάτων ὑψηλοτέρων, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἀντιλήψεις, εἴτουν προστασίαι, κυβερνήσεις, εἴτουν παιδαγωγίαι σαρκὸς, γένη γλωσσῶν, ἑρμηνεῖαι γλωσσῶν, τὰ μείζω χαρίσματα, καὶ τὰ δεύτερα, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως.

ΙΒʹ. Ταύτην αἰδώμεθα τὴν τάξιν, ἀδελφοὶ, ταύτην φυλάττωμεν. Ὁ μὲν ἔστω τις ἀκοὴ, ὁ δὲ γλῶττα, ὁ δὲ χεὶρ, ὁ δὲ ἄλλο τι τούτων. Ὁ μὲν διδασκέτω, ὁ δὲ μανθανέτω· ὁ δὲ ἐργαζέσθω τὸ ἀγαθὸν ταῖς ἰδίαις χερσὶν εἰς μετάδοσιν τοῦ δεομένου καὶ χρῄζοντος.

Ὁ μὲν ἀρχέτω καὶ προβεβλήσθω· ὁ δὲ δικαιούσθω διὰ τῆς ὑπουργίας· καὶ ὁ διδάσκων ἐγκόσμως. Προφῆται γὰρ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω. Ἄλλου δὲ τρανωθέντος, ὁ πρῶτος ὑποχωρείτω. Καὶ ὁ μανθάνων, ἐν εὐπειθείᾳ· καὶ ὁ χορηγῶν, ἐν ἱλαρότητι· καὶ ὁ ὑπουργῶν, ἐν προθυμίᾳ. Μὴ πάντες ὦμεν γλῶσσα, τὸ ἑτοιμότατον· μὴ πάντες ἀπόστολοι, μὴ πάντες προφῆται, μὴ πάντες διερμηνεύωμεν. Μέγα τὸ περὶ Θεοῦ λαλεῖν; Ἀλλὰ μεῖζον τὸ ἑαυτὸν καθαίρειν Θεῷ· ἐπειδὴ εἰς κακότεχνον ψυχὴν σοφία οὐκ εἰσελεύσεται. Καὶ σπείρειν ἐκελεύσθημεν εἰς δικαιοσύνην, καὶ τρυγᾷν καρπὸν ζωῆς, ἵνα καὶ φωτισθῶμεν τῷ φωτὶ τῆς γνώσεως. Καὶ Παῦλος, διὰ τοῦ ἀγαπᾷν ἡμᾶς τὸν Κύριον, ὑπὸ Κυρίου γινώσκεσθαι βούλεται, διὰ δὲ τοῦ γιγνώσκεσθαι, τὸ διδάσκεσθαι, καὶ ταύτην ὁδὸν βελτίονα οἶδεν εἰς γνῶσιν, τῆς φυσιούσης οἰήσεως.

ΙΓʹ. Μέγα τὸ διδάσκειν; Ἀλλὰ τὸ μανθάνειν ἀκίνδυνον. Τί σεαυτὸν ποιεῖς ποιμένα, πρόβατον ὤν; Τί γίνῃ κεφαλὴ, ποὺς τυγχάνων; Τί στρατηγεῖν ἐπιχειρεῖς, τεταγμένος ἐν στρατιώταις; Τί τὰ μεγάλα καὶ οὐκ ἀσφαλῆ κέρδη τῆς θαλάσσης ἐπιδιώκεις, ἐνὸν ἀκινδύνως γεωργεῖν γῆν, εἰ καὶ κερδαίνοις ἐλάσσονα; Καὶ εἰ μὲν ἀνὴρ εἶ κατὰ Χριστὸν, καὶ γεγύμνασταί σοι τὰ αἰσθητήρια, καὶ λαμπρόν σοι τὸ φῶς τῆς γνώσεως, λάλει Θεοῦ σοφίαν τὴν λαλουμένην ἐν τοῖς τελείοις, καὶ τὴν ἀποκεκρυμμένην ἐν μυστηρίῳ· καὶ ταύτην, ὅταν καιρὸν λάβῃς, καὶ πιστευθῇς.