ΙΑʹ. Οἱ γὰρ πάντες ἓν σῶμά ἐσμεν ἐν Χριστῷ· οἱ δὲ καθ᾽ ἕνα Χριστοῦ, καὶ ἀλλήλων μέλη. Τὸ μὲν γὰρ ἄρχει καὶ προκαθέζεται, τὸ δὲ ἄγεται καὶ εὐθύνεται, καὶ οὔτε ταυτὸν ἀμφότερα ἐνεργεῖ, εἴπερ μὴ ταυτὸν ἄρχειν καὶ ἄρχεσθαι· καὶ γίνεται ἀμφότερα ἓν εἰς ἕνα Χριστὸν, ὑπὸ τοῦ αὐτοῦ συναρμολογούμενα, καὶ συντιθέμενα Πνεύματος. Κἂν τοῖς ἀρχομένοις πάλιν, ὅσον τὸ μέσον καὶ παιδεύσει, καὶ ἀσκήσει, καὶ ἡλικίᾳ διεστηκόσι· κἀν τοῖς ἄγουσι τὸ διάφορον ὅσον· καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, Παύλου λέγοντος, μὴ ἀμφίβαλλε. Καὶ οὓς μὲν ἔθετο, φησὶν, ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους· πρῶτον διὰ τὴν ἀλήθειαν, δεύτερον διὰ τὴν σκιὰν, τρίτον διὰ τὸ μέτρον τῆς ὠφελείας, καὶ τῆς ἐλλάμψεως. Καὶ τὸ μὲν πνεῦμα ἓν, τὰ χαρίσματα δὲ οὐκ ἶσα, ὅτι μηδὲ τὰ δοχεῖα τοῦ πνεύματος. ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας καὶ θεωρίας, ἄλλῳ δὲ λόγος γνώσεως ἢ ἀποκαλύψεως, ἄλλῳ πίστις βεβαία καὶ ἀνενδοίαστος ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων καὶ θαυμάτων ὑψηλοτέρων, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἀντιλήψεις, εἴτουν προστασίαι, κυβερνήσεις, εἴτουν παιδαγωγίαι σαρκὸς, γένη γλωσσῶν, ἑρμηνεῖαι γλωσσῶν, τὰ μείζω χαρίσματα, καὶ τὰ δεύτερα, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως.