Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ τοῦ μετρίως διαλέγεσθαι

Γρηγόριος ὁ Ναζιανζηνός

Η ιεραρχία της θεογνωσίας και τα βιβλικά πρότυπα ευταξίας

Επισημαίνεται η ανάγκη σιωπής και οριοθέτησης του θεολογικού λόγου, με αναφορές στις βαθμίδες προσέγγισης στο Όρος Σινά, την ιερατική τάξη της Παλαιάς Διαθήκης και τη μετριοφροσύνη των Αποστόλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 8

Τί γὰρ ἔχεις παρὰ σεαυτοῦ, ὃ μὴ δέδοται, μηδὲ εἴληφας; Εἰ δὲ ἔτι νήπιος εἶ, καὶ χαμερπὴς τὴν διάνοιαν, καὶ τοῖς ὑψηλοτέροις προσβαίνειν οὐχ ἱκανὸς, γενοῦ Κορίνθιος, γάλακτι τράφηθι. Τί χρῄζεις στερεωτέρας τροφῆς, ἣν οὐκ ἀναλίσκει τὰ μέλη, καὶ ποιεῖ τροφὴν δι᾽ ἀσθένειαν; Φθέγγου μὲν, εἴ τι κρεῖττον σιωπῆς ἔχεις (καὶ γὰρ τὸ τάξιν στείλασθαι χείλεσιν ἐπαινούμενον, ἔγνως)· ἀγάπα δὲ ἡσυχίαν, ἔνθα κρεῖττον λόγου τὸ σιωπᾷν· καὶ τὰ μὲν εἰπεῖν, τὰ δὲ ἀκοῦσαι· καὶ τὰ μὲν ἐπαινέσαι, τὰ δὲ μὴ πικρῶς ἀποπέμψασθαι.

ΙΔʹ. Οὐκ ἴστε τὸν ἀγῶνα τὸν ἡμέτερον, ἀδελφοὶ, τῶν σοβαρῶς ἐνταῦθα προκαθεζομένων, καὶ ταῦτα νομοθετούντων ὑμῖν τοῖς πολλοῖς. Τάχα δὲ οὐδὲ ἡμῶν αὐτῶν οἱ πλείους γιγνώσκομεν (ὃ καὶ δακρύειν ἄξιον), ὅπως παρὰ Θεῷ ταλαντεύεται καὶ νόημα πᾶν, καὶ λόγος, καὶ πρᾶξις· καὶ οὐ παρὰ Θεῷ μόνον, ἀλλὰ καὶ τῶν ἀνθρώπων τοῖς πλείστοις· οἳ βραδεῖς μέν εἰσι τῶν ἰδίων κριταὶ, ταχεῖς δὲ τῶν ἀλλοτρίων ἐξετασταὶ, καὶ ῥᾷον ἂν ἄλλοις τὰ μέγιστα, ἢ τὰ ἐλάχιστα ἡμῖν συγχωρήσαιεν· κἂν ὦσιν ἀμαθέστεροι, θᾶττον ἂν ἡμῶν ἀσέβειαν καταγνοῖεν, ἢ μετρίαν ἑαυτῶν ἄγνοιαν. Οὐκ ἴστε, πηλίκον ἐκ Θεοῦ δῶρον ἡ σιωπὴ, καὶ τὸ μὴ ἀνάγκην ἔχειν λόγου παντὸς, ὥστε κατ᾽ ἐξουσίαν, τὸν μὲν αἱρεῖσθαι, τὸν δὲ ἀποδιδράσκειν, καὶ ταμιεύειν ἑαυτῷ καὶ λόγον καὶ σιωπήν. Φύσει μὲν γὰρ ἅπας λόγος σαθρὸς καὶ εὐκίνητος, καὶ διὰ τὸν ἀντιμαχόμενον λόγον ἐλευθερίαν οὐκ ἔχων· ὁ δὲ περὶ Θεοῦ, τοσούτῳ μᾶλλον, ὅσῳ μεῖζον τὸ ὑποκείμενον, καὶ ὁ ζῆλος πλείων, καὶ ὁ κίνδυνος χαλεπώτερος. Καὶ τί φοβηθέντες, τί θαῤῥήσομεν; νοῦν, ἢ λόγον, ἢ ἀκοὴν, ἐν τρισὶ τούτοις τοῦ κινδύνου σαλεύοντος; Καὶ γὰρ νοῆσαι χαλεπὸν, καὶ ἑρμηνεῦσαι ἀμήχανον, καὶ ἀκοῆς κεκαθαρμένης ἐπιτυχεῖν ἐργωδέστερον.

ΙΕʹ. Φῶς μὲν ὁ Θεὸς, καὶ φῶς τὸ ἀκρότατον, οὗ βραχεῖά τις ἀποῤῥοὴ, καὶ ἀπαύγασμα κάτω φθάνον, φῶς ἅπαν, κἂν ὑπέρλαμπρον φαίνηται· ἀλλ᾽ ὁρᾷς, γνόφον πατεῖ τὸν ἡμέτερον, καὶ ἔθετο σκότος ἀποκουφὴν αὐτοῦ, μέσον αὐτοῦ τε καὶ ἡμῶν θεὶς, ὥσπερ καὶ Μωϋσῆς πάλαι τὸ κάλυμμα ἑαυτοῦ τε καὶ τῆς πωρώσεως Ἰσραὴλ, ἵνα μὴ ῥᾳδίως ἴδῃ σκοτεινὴ φύσις τὸ ἀπόθετον κάλλος, καὶ ὀλίγων ἄξιον, μηδὲ ῥᾳδίως ἐπιτυχὸν, ῥᾳδίως καὶ ἀποβάλῃ διὰ τὴν εὐκολίαν τῆς κτήσεως· φῶς δὲ ὁμιλήσῃ φωτὶ, ἀεὶ πρὸς τὸ ὕψος ἕλκοντι διὰ τῆς ἐφέσεως, καὶ νοῦς πλησιάσῃ τῷ καθαρωτάτῳ κεκαθαρμένος, καὶ τὸ μὲν ἄρτι φανῇ, τὸ δὲ ὕστερον, ἆθλον ἀρετῆς καὶ τῆς ἐντεῦθεν πρὸς αὐτὸ νεύσεως, εἴτουν ἐξομοιώσεως. Βλέπομεν γὰρ ἄρτι, φησὶ, δι᾽ ἐσόπτρου καὶ ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. Καὶ τὸ ταπεινὸν ἡμῶν ὅσον! καὶ ἡ ἐπαγγελία πηλίκη! γνῶναι Θεὸν τοσοῦτον, ὅσον ἐγνώσμεθα. Ταῦτα Παῦλος ὁ μέγας κῆρυξ τῆς ἀληθείας, ὁ τῶν ἐθνῶν ἐν πίστει διδάσκαλος, ὁ τὸν πολὺν κύκλον τοῦ Εὐαγγελίου πληρώσας, ὁ μὴ ἄλλῳ τινὶ ζῶν, ἢ Χριστῷ, ὁ μέχρι οὐρανοῦ τρίτου φθάσας, ὁ τοῦ παραδείσου θεατὴς, ὁ ποθῶν διὰ τὴν τελειότητα τὴν ἀνάλυσιν.

ΙϚʹ. Καὶ Μωϋσῆς μὲν μόλις εἶδε Θεοῦ τὰ ὀπίσθια διὰ τῆς πέτρας (ἅτινα ταῦτά ἐστι, καὶ ἥτις ἡ πέτρα), καὶ ταῦτα πολλὰ δεηθεὶς, καὶ τυχὼν ὑποσχέσεως· πλὴν ὅτι μὴ, ὅσον ἐπόθησεν, εἶδεν, ἀλλὰ πλόεν τοῦ φαντασθέντος ἦν ὃ διέφυγεν· Μωϋσῆς, ὁ τοῦ Φαραὼ Θεὸς, ὁ τοσοῦτον ἄγων λαὸν, ὁ τηλικαύτην σημείων ἐπιδειξάμενος δύναμιν. Σὺ δὲ, τίνας ἔθρεψας ἐξ οὐρανοῦ; Ποῖον ὕδωρ ἐκ πέτρας δέδωκας; Ποίαν ἔῤῥηξας θάλασσαν ῥάβδῳ; Τίνα λαὸν διήγαγες ὡς διὰ ξηρᾶς τῆς ὑγρᾶς; Τίνας ἐχθροὺς κατεπόντισας; Τίνας στύλῳ πυρὸς καὶ νεφέλης ὡδήγησας; Τίνα κατεπολέμησας Ἀμαλὴκ εὐχῇ, καὶ χειρῶν ἐκτάσει, καὶ τῷ σταυρῷ προτυπουμένῳ πόῤῥωθεν μυστικῶς, ἵν᾽ ᾖ σοι συμφορὰ τὸ μὴ τελείως καταλαβεῖν Θεὸν, καὶ διὰ τοῦτο πάντα δονῆται, καὶ ἄνω καὶ κάτω φέρηται; Ἐπεὶ δὲ Μωϋσέως ἐμνήσθην, οὐκ ἔμαθες ἐντεῦθεν χαρίσματος ἀκολουθίαν καὶ νόμον τάξεως; Εἰ μὲν εἶ Μωϋσῆς, καὶ τῆς νεφέλης εἴσω χώρησον, καὶ λάλει Θεῷ, καὶ φωνῆς ἄκουε, καὶ δέξαι νόμον, καὶ νομοθέτησον.

Εἰ δὲ Ἀαρὼν, συνανάβηθι μὲν, ἀλλὰ τῆς νεφέλης ἔξω στῆθι πλησίον. Εἰ δὲ Ἰθάμαρ τις, ἢ Ἐλεάζαρ, καὶ τρίτος ἀπὸ Μωϋσέως, ἢ τῆς γερουσίας τις καὶ τῶν Ἑβδομήκοντα, ἔτι πόῤῥωθεν στῆθι, κἂν τῇ στάσει τὸ τρίτον ἔχων. Εἰ δὲ τοῦ λαοῦ καὶ τῶν πολλῶν εἷς, οὐ προσίεταί σε τὸ ὄρος, οὗ κἂν θηρίον θίγῃ, λιθοβοληθήσεται. Κάτω μεῖνον, καὶ μόνης ἄκουε τῆς φωνῆς, καὶ ταύτης, ἁγνίσας σεαυτὸν καὶ καθάρας, ὡς διατέταξαι.

ΙΖʹ. Καὶ ἵνα σε παιδεύσω διὰ πλειόνων, τίς τῶν ἱερέων ἐτελείου τὰς χεῖρας; Μωϋσῆς. Τίς τῶν τελειουμένων ὁ πρῶτος; Ἀαρών. Καὶ ἔτι πρὸ τούτων, τίς τὰ πρὸς Θεὸν ἦν; Καὶ τίς ἀντὶ φωνῆς τῷ λαῷ; Εἰς δὲ τὰ Ἅγια τῶν ἁγίων εἰσῄει τίς, πλὴν ἑνός;

Ἀεὶ δὲ οὗτος; Οὐδαμῶς· ἀλλ᾽ ἅπαξ τοῦ ἐνιαυτοῦ, καὶ ἦν ὅτε. Ἔφερον δὲ τὴν σκηνὴν τίνες, πλὴν τῶν Λευϊτῶν; Καὶ οὗτοι, καθὼς διετέτακτο, οἱ μὲν τὰ τιμιώτερα ταύτης, οἱ δὲ τὰ δεύτερα, καθὼς ἡ τῶν φερόντων ἀξία; Ἐπεὶ δὲ καὶ φυλάσσεσθαι ταύτην ἔδει, ἐφύλασσον τίνες, καὶ πῶς, Οἱ μὲν τόδε τὸ κλίτος, οἱ δὲ τόδε· καὶ οὐδὲ ἀόριστον, οὐδὲ ἄτακτον, οὐδὲ τῶν ἐλαχίστων. Ἡμεῖς δὲ ἂν μικροῦ δοξαρίου τύχωμεν, ἢ οὐδὲ τούτου πολλάκις, ἀλλ᾽ ὡς ἔτυχεν, ἢ δύο, ἢ τρία ῥήματα τῆς Γραφῆς ἐκμελετήσωμεν, καὶ ταῦτα περικεκομμένως καὶ ἀνοήτως (τοῦτο ἐκεῖνο, ἡ αὐθημερινὴ σοφία, καὶ ὁ ἐν Χαλάνῃ πύργος, ὃς καλῶς τὰς γλώσσας ἐμέρισεν)· καὶ ἀπονοηθῆναι δεῖ κατὰ Μωϋσέως, καὶ γενέσθαι Δαθὰν καὶ Ἀβειρὼν τοὺς ὑβριστὰς καὶ ἀθέους. Ὧν φύγωμεν τὴν αὐθάδειαν, καὶ μηδὲ τὴν ἀπόνοιαν μιμησώμεθα, μηδὲ τὸ τέλος δεξώμεθα.

ΙΗʹ. Βούλει δὲ καὶ ἄλλην σοι παραστήσω τάξιν, καὶ ταύτην ἐπαινετὴν, καὶ ταύτην ἀξίαν τῆς εἰς τὸ παρὸν μνήμης, καὶ νουθεσίας; Ὁρᾷς τῶν Χριστοῦ μαθητῶν, πάντων ὄντων ὑψηλῶν, καὶ τῆς ἐκλογῆς ἀξίων, ὁ μὲν Πέτρα καλεῖται, καὶ τοὺς θεμελίους τῆς Ἐκκλησίας πιστεύεται, ὁ δὲ ἀγαπᾶται πλέον, καὶ ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ ἀναπαύεται, καὶ φέρουσιν οἱ λοιποὶ τὴν προτίμησιν. Ἀναβῆναι δὲ εἰς τὸ ὄρος δεῆσαν, ἵνα τῇ μορφῇ λάμψῃ, καὶ τὴν θεότητα παραδείξῃ, καὶ γυμνώσῃ τὸν ἐν τῇ σαρκὶ κρυπτόμενον, τίνες συναναβαίνουσιν (οὐ γὰρ πάντες ἐπόπται τοῦ θαύματος); Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, οἱ πρὸ τῶν ἄλλων καὶ ὄντες καὶ ἀριθμούμενοι.

Παρεῖναι δὲ ἀγωνιῶντι, καὶ ἀναχωροῦντι μικρὸν πρὸ τοῦ πάθους, καὶ εὐχομένῳ, τίνες; Οἱ αὐτοὶ πάλιν. Αὕτη μὲν ἡ τοῦ Χριστοῦ προτίμησις. Ἡ λοιπὴ δὲ εὐκοσμία καὶ τάξις, ὅση; Τὸ μὲν Πέτρος ἐρωτᾷ, τὸ δὲ Φίλιππος, τὸ δὲ Ἰούδας, τὸ δὲ Θωμᾶς, τὸ δὲ ἄλλος τις, καὶ οὐδὲ τὸ αὐτὸ πάντες, οὐδὲ τὰ πάντα εἷς, ἀλλ᾽ ἕκαστος ἐν μέρει, καὶ καθ᾽ ἕν. Οὗπερ ἕκαστος ἔχρῃζεν, εἴποις ἄν; Ἀλλ᾽ ἐκεῖνό γε, τί σοι φαίνεται; Βούλεταί τι Φίλιππος εἰπεῖν, καὶ οὐ θαῤῥεῖ μόνος, ἀλλὰ καὶ Ἀνδρέαν προσλαμβάνει.

Χρῄζει πυθέσθαι τι Πέτρος, καὶ Ἰωάννην προβάλλεται διὰ νεύματος. Ποῦ τὸ αὐστηρὸν ἐνταῦθα; Ποῦ δὲ τὸ φίλαρχον; Πῶς ἂν μᾶλλον ἔδειξαν ὄντες μαθηταὶ Χριστοῦ, τοῦ πράου καὶ ταπεινοῦ τὴν καρδίαν, καὶ δούλου δι᾽ ἡμᾶς τοὺς αὐτοῦ δούλους, καὶ πᾶσαν τῷ Πατρὶ τὴν δόξαν ἐν πᾶσιν ἀναπέμποντος, ἵν᾽ ἡμῖν δῷ τύπον εὐταξίας καὶ μετριότητος; Ἣν τοσοῦτον τιμᾷν ἀπέχομεν, ὥστε ἀγαπῴην ἂν, εἰ μὴ καὶ θρασύτεροι πάντων εἴημεν, οἵ γε περὶ μεγίστων κἂν τοῖς μεγίστοις ταύτην ἐπιδεικνύμεθα.