Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ τοῦ μετρίως διαλέγεσθαι

Γρηγόριος ὁ Ναζιανζηνός

Το μέτρο και η ταπεινοφροσύνη στον θεολογικό λόγο

Καταδικάζεται η θεολογική αλαζονεία και προβάλλεται η γνήσια ταπεινοφροσύνη. Τονίζεται η ανάγκη αποφυγής της περιέργειας και η τήρηση των ορίων στην έρευνα των μυστηρίων της Αγίας Τριάδας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 8

ΙΘʹ. Οὐκ οἶσθα, ὅτι τὸ ταπεινὸν, οὐκ ἐν τοῖς μικροῖς κρίνεται τοσοῦτον (γένοιτο γὰρ ἂν καὶ δι᾽ ἔνδειξιν καὶ ψευδῆ μόρφωσιν ἀρετῆς), ὅσον ἐν τοῖς μείζοσι δοκιμάζεται; Καὶ ταπεινόφρων ἐμοὶ, οὐχ ὅστις περὶ ἑαυτοῦ μικρὰ διαλέγεται, καὶ τοῦτο πρὸς ὀλίγους, καὶ ὀλιγάκις, οὐδ᾽ ὅστις ταπεινῶς προσαγορεύει τὸν ἀτιμότερον, ἀλλ᾽ ὅστις μετρίως περὶ Θεοῦ φθέγγεται· καὶ τὰ μὲν εἰπεῖν οἶδε, τὰ δὲ κατέχειν, τῶν δὲ ὁμολογεῖν τὴν ἄγνοιαν, καὶ παραχωρεῖ τοῦ λόγου τῷ πιστευθέντι, καὶ εἶναί τινα πνευματικώτερον δέχεται, καὶ διαβεβηκότα μᾶλλον ἐν θεωρίᾳ.

Αἰσχρὸν γὰρ ἐσθῆτος μὲν καὶ διαίτης, μὴ τὴν ὑψηλοτέραν αἱρεῖσθαι, ἀλλὰ τὴν εὐτελεστέραν, καὶ τύλοις γονάτων, καὶ δακρύων πηγαῖς, ἔτι δὲ νηστείαις, καὶ ἀγρυπνίαις, καὶ χαμευνίαις, κόπῳ καὶ πᾶσιν ὑπωπιασμοῖς τὸ ταπεινὸν ἐπιδείκνυσθαι, καὶ τὴν τῆς ἰδίας ἀσθενείας συναίσθησιν· αὐτοκράτορα δὲ εἶναι καὶ τύραννον ἐν τοῖς περὶ Θεοῦ λόγοις, καὶ μηδενὶ τὸ παράπαν ὑφίεσθαι, καὶ τὴν ὀφρὺν αἴρειν ὑπὲρ πάντα νομοδιδάσκαλον· ἔνθα τὸ ταπεινὸν μετὰ τῆς εὐδοξίας ἔχει καὶ τὴν ἀσφάλειαν.

Κʹ. Τί οὖν; σιωπησόμεθα περὶ Θεοῦ, καὶ τοῦτο κελεύεις (ὑπέκρουέ τις τῶν θερμοτέρων); Καὶ περὶ τίνος μᾶλλον, ἢ τούτου φθεγξόμεθα; Καὶ ποῦ θήσομεν τὸ, Διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου· καὶ, Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ· καὶ, Ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου· καὶ, Ἰδοὺ, τὰ χείλη μου οὐ μὴ κωλύσω· καὶ τοιαῦτα ἐρεῖ μεμελετημένα, καὶ ὡρισμένα ῥήματα;

Πρὸς ὃν δεῖ πράως καὶ μὴ χαλεπῶς ἀπαντῆσαι τοῖς λόγοις, ἐντεῦθεν διδάσκοντας εὐταξίαν. Οὐ σιωπᾷν διακελεύομαι, ὦ σοφώτατε, ἀλλὰ μὴ φιλονείκως ἵστασθαι· οὐ κρύπτειν τὴν ἀλήθειαν, ἀλλὰ μὴ διδάσκειν παρὰ τὸν νόμον. Ἐγὼ πρῶτος τῶν ἐπαινούντων εἰμὶ σοφίαν, κἀν τοῖς θείοις λόγοις ἀσχολουμένων, ἢ ἀσχολεῖσθαί γε βουλομένων· καὶ μή ποτε πρὸ ταύτης τι θείην τῆς ἀσχολίας, μηδὲ ταλαίπωρος ὑπ᾽ αὐτῆς ἀκούσαιμι τῆς Σοφίας, ὡς σοφίαν καὶ παιδείαν ἐξουθενῶν. Φεύγω δ᾽ ὅμως τὸ ἄμετρον, καὶ κολάζω τὴν ἀπληστίαν· καὶ ἀργὸς εἶναι μᾶλλον τοῦ δέοντος, ἢ περίεργος δέχομαι, ἂν μὴ ἀμφότερα διαφεύγειν ἐξῇ, καὶ τοῦ μετρίου τυγχάνειν· καὶ δειλότερος μᾶλλον τοῦ δέοντος, ἢ θρασύτερος. Σὺ δὲ ποιεῖς παραπλήσιον, ὥσπερ ἂν εἰ κωλύοντά με τροφῆς ἀμετρίαν, καὶ καθόλου τροφὴν κωλύειν κατῃτιῶ· ἢ καὶ τυφλότητα ἐπαινεῖν, σωφρόνως ὁρᾷν εἰσηγούμενον.

ΚΑʹ. Εἰ ἔστι σοι λόγος συνέσεως, ἀποκρίθητι, φησὶ, καὶ οὐδεὶς ὁ κωλύσων· εἰ δὲ μὴ, δεσμὸς κείσθω σοῖς χείλεσι. Πόσῳ μᾶλλον ἁρμόζει τοῦτο τοῖς εἰς τὸ διδάσκειν ἑτοίμοις; Εἰ μὲν ἔστι σοι καιρὸς, δίδαξον· εἰ δὲ μὴ, τὴν γλῶσσαν πεδήσας, λῦσον τὴν ἀκοήν. Μελέτα μὲν ἐν τοῖς θείοις, ἀλλ᾽ εἴσω τῶν ὅρων μένων. Φθέγγου μὲν τὰ τοῦ Πνεύματος, καὶ, εἰ δυνατὸν, μηδ᾽ ἄλλο τι· καὶ φθέγγου μᾶλλον ἢ ἀνάπνει (καλὸν γὰρ τοῦτο καὶ ἔνθεον, τῇ μνήμῃ τῶν θείων, ἀεὶ κεντρίζεσθαι πρὸς Θεόν), ἀλλ᾽ ἃ προσετάχθης διανοούμενος. Μὴ περιεργάζου Πατρὸς φύσιν, Υἱοῦ μονογενοῦς οὐσίωσιν, Πνεύματος δόξαν καὶ δύναμιν, τὴν μίαν ἐν τοῖς τρισὶ θεότητα καὶ λαμπρότητα, τὴν ἀμέριστον καὶ φύσιν, καὶ ὁμολογίαν, καὶ δόξαν, καὶ τῶν πεπιστευκότων ἐλπίδα. Ἔχου τῶν συντρόφων ῥημάτων· ὁ λόγος ἔστω τῶν σοφωτέρων. Ἀρκεῖ σοι τὸν θεμέλιον ἔχειν· ἐποικοδομείτω δὲ ὁ τεχνίτης. Ἀρκεῖ τῷ ἄρτῳ τὴν καρδίαν στηρίζεσθαι· τὰ ὄψα δὲ τοῖς πλουσίοις συγχώρησον.

Οὐδεὶς κρίνει σε, μὴ τρέφοντα πολυτελῶς, τῶν νοῦν ἐχόντων· ἀλλ᾽ ἐὰν μὴ παραθῇς ἅρτον, μηδὲ ποτίσῃς ὕδωρ, εἴτουν μαθητὴν Χριστοῦ, εἴτε ἄλλον τινὰ μέχρι τούτων δυνάμενος. Μὴ ἴσθι ταχὺς ἐν λόγοις, ἡ σοφία διακελεύεταί σοι· μὴ συμπαρεκτείνου, πένης ὢν, πλουσίῳ, μηδὲ ζήτει τῶν σοφῶν εἶναι σοφώτερος. Σοφία, καὶ τὸ γινώσκειν ἑαυτὸν, ἀλλὰ μὴ ὑπεραίρεσθαι, μηδὲ ταυτὸν ταῖς φωναῖς πάσχειν, αἳ παντελῶς ἐκλείπουσιν, ἐὰν ὑπερφωνῶνται δι᾽ ἀμετρίαν. Κρεῖττον ὄντα σοφὸν, ὑφίεσθαι δι᾽ ἐπιείκειαν, ἢ ἀμαθῶς ἔχοντα διὰ θράσος ὑπερεκτείνεσθαι.

Τὸ τάχος ἔστω σοι μέχρι τῆς ὁμολογίας, εἴ ποτε ταύτην ἀπαιτηθείης· τὸ δὲ ὑπὲρ ταύτην εἶναι δειλότερος. Ἐκεῖ μὲν γὰρ ἡ βραδυτὴς, ἐνταῦθα δὲ ἡ ταχυτὴς ἔχει τὸν κίνδυνον. ΚΒʹ. Τί σοι δεινὸν, ἐὰν μὴ πᾶσι λόγοις ἐνδυναστεύσῃς, καὶ τὴν προεδρίαν ἔχῃς ἐπὶ παντὸς προβλήματος, ἢ ζητήματος, ἀλλ᾽ ἕτεροί σου φανῶσιν, ἢ σοφώτεροι, ἢ θρασύτεροι; Τῷ Θεῷ χάρις. ὅτι καὶ τὰ ἐξαίρετα δίδωσι, καὶ διὰ τῶν κοινῶν, σώζειν ἐπίσταται.