Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ υἱοῦ (λόγος λ΄)

Γρηγόριος ὁ Ναζιανζηνός

Θεολογική ανάλυση των θείων και χριστολογικών ονομάτων

Προσέγγιση του ακατονόμαστου της θείας ουσίας και συστηματική ερμηνεία των ονομάτων που αποδίδονται στον Θεό Λόγο, τόσο ως προς την προαιώνια θεότητά Του όσο και ως προς την ένσαρκη οικονομία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 5

ἄξιον δὲ ἴσως, καὶ τοῖς προειρημένοις ἀκόλουθον, μηδὲ τὰς προσηγορίας τοῦ υἱοῦ παρελθεῖν ἀθεωρήτους, πολλάς τε οὔσας, καὶ κατὰ πολλῶν κειμένας τῶν περὶ αὐτὸν νοουμένων, ἀλλ᾽ ἑκάστην αὐτῶν ὅ τί ποτε βούλεται παραστῆσαι, καὶ δεῖξαι τὸ τῶν ὀνομάτων μυστήριον.

Ἀρκτέον δὲ ἡμῖν ἐντεῦθεν. τὸ θεῖον ἀκατονόμαστον· καὶ τοῦτο δηλοῦσιν, οὐχ οἱ λογισμοὶ μόνον, ἀλλὰ καὶ Ἑβραίων οἱ σοφώτατοι καὶ παλαιότατοι, ὅσον εἰκάζειν ἔδοσαν. οἱ γὰρ χαρακτῆρσιν ἰδίοις τὸ θεῖον τιμήσαντες, καὶ οὐδὲ γράμμασιν ἀνασχόμενοι τοῖς αὐτοῖς ἄλλο τι γράφεσθαι τῶν μετὰ θεὸν καὶ θεόν, ὡς δέον ἀκοινώνητον εἶναι καὶ μέχρι τούτου τὸ θεῖον τοῖς ἡμετέροις, πότε ἂν δέξαιντο λυομένῃ φωνῇ δηλοῦσθαι τὴν ἄλυτον φύσιν καὶ ἰδιάζουσαν; οὔτε γὰρ ἀέρα τις ἔπνευσεν ὅλον πώποτε, οὔτε οὐσίαν θεοῦ παντελῶς ἢ νοῦς κεχώρηκεν, ἢ φωνὴ περιέλαβεν. ἀλλ᾽ ἐκ τῶν περὶ αὐτὸν σκιαγραφοῦντες τὰ κατ᾽ αὐτὸν, ἀμυδράν τινα καὶ ἀσθενῆ καὶ ἄλλην ἀπ᾽ ἄλλου φαντασίαν συλλέγομεν. καὶ οὗτος ἄριστος ἡμῖν θεολόγος, οὐχ ὃς εὗρε τὸ πᾶν, οὐδὲ γὰρ δέχεται τὸ πᾶν ὁ δεσμός, ἀλλ᾽ ὃς ἂν ἄλλου φαντασθῇ πλέον, καὶ πλεῖον ἐν ἑαυτῷ συναγάγῃ τὸ τῆς ἀληθείας ἴνδαλμα, ἢ ἀποσκίασμα, ἢ ὅ τι καὶ ὀνομάσομεν.

Ὅσον δ᾽ οὖν ἐκ τῶν ἡμῖν ἐφικτῶν, ὁ μὲν ὤν, καὶ ὁ θεός, μᾶλλόν πως τῆς οὐσίας ὀνόματα· καὶ τούτων μᾶλλον ὁ ὤν· οὐ μόνον ὅτι τῷ Μωυσεῖ χρηματίζων ἐπὶ τοῦ ὄρους, καὶ τὴν κλῆσιν ἀπαιτούμενος, ἥ τίς ποτε εἴη, τοῦτο προσεῖπεν ἑαυτὸν, Ὁ ὢν ἀπέσταλκέ με, τῷ λαῷ κελεύσας εἰπεῖν· ἀλλ᾽ ὅτι καὶ κυριωτέραν ταύτην εὑρίσκομεν. ἡ μὲν γὰρ τοῦ θεοῦ, κἂν ἀπὸ τοῦ θέειν, ἢ αἴθειν, ἠτυμολόγηται τοῖς περὶ ταῦτα κομψοῖς, διὰ τὸ ἀεικίνητον καὶ δαπανητικὸν τῶν μοχθηρῶν ἕξεων, —καὶ γὰρ πῦρ καταναλίσκον ἐντεῦθεν λέγεται, —ἀλλ᾽ οὖν τῶν πρός τι λεγομένων ἐστί, καὶ οὐκ ἄφετος· ὥσπερ καὶ ἡ Κύριος φωνή, ὄνομα εἶναι θεοῦ καὶ αὐτὴ λεγομένη· Ἐγὼ γάρ, φησι, κύριος ὁ θεός σου· τοῦτό μού ἐστιν ὄνομα. καί, Κύριος ὄνομα αὐτῷ. ἡμεῖς δὲ φύσιν ἐπιζητοῦμεν, ᾗ τὸ εἶναι καθ᾽ ἑαυτό, καὶ οὐκ ἄλλῳ συνδεδεμένον· τὸ δὲ ὂν ἴδιον ὄντως θεοῦ, καὶ ὅλον, μήτε τῷ πρὸ αὐτοῦ, μήτε τῷ μετ᾽ αὐτόν, οὐ γὰρ ἦν, ἢ ἔσται, περατούμενον ἢ περικοπτόμενον.

Τῶν δ᾽ ἄλλων προσηγοριῶν αἱ μὲν τῆς ἐξουσίας εἰσὶ προφανῶς, αἱ δὲ τῆς οἰκονομίας, καὶ ταύτης διττῆς· τῆς μὲν ὑπὲρ τὸ σῶμα, τῆς δὲ ἐν σώματι· οἷον ὁ μὲν παντοκράτωρ, καὶ ὁ βασιλεύς, ἢ τῆς δόξης, ἢ τῶν αἰώνων, ἢ τῶν δυνάμεων, ἢ τοῦ ἀγαπητοῦ, ἢ τῶν βασιλευόντων· καὶ ὁ κύριος, ἢ σαβαώθ, ὅπερ ἐστὶ στρατιῶν, ἢ τῶν δυνάμεων, ἢ τῶν κυριευόντων. ταῦτα μὲν σαφῶς τῆς ἐξουσίας· ὁ δὲ θεός, ἢ τοῦ σώζειν, ἢ ἐκδικήσεων, ἢ εἰρήνης, ἢ δικαιοσύνης, ἢ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ παντὸς Ἰσραὴλ τοῦ πνευματικοῦ καὶ ὁρῶντος θεόν· ταῦτα δὲ τῆς οἰκονομίας. ἐπειδὴ γὰρ τρισὶ τούτοις διοικούμεθα, δέει τε τιμωρίας, καὶ σωτηρίας ἐλπίδι, πρὸς δὲ καὶ δόξης, καὶ ἀσκήσει τῶν ἀρετῶν, ἐξ ὧν ταῦτα· τὸ μὲν τῶν ἐκδικήσεων ὄνομα οἰκονομεῖ τὸν φόβον· τὸ δὲ τῶν σωτηρίων τὴν ἐλπίδα· τὸ δὲ τῶν ἀρετῶν τὴν ἄσκησιν· ἵν᾽ ὡς τὸν θεὸν ἐν ἑαυτῷ φέρων ὁ τούτων τι κατορθῶν μᾶλλον ἐπείγηται πρὸς τὸ τέλειον, καὶ τὴν ἐξ ἀρετῶν οἰκείωσιν. ταῦτα μὲν οὖν ἐστι κοινὰ θεότητος τὰ ὀνόματα. ἴδιον δὲ τοῦ μὲν ἀνάρχου, πατήρ· τοῦ δὲ ἀνάρχως γεννηθέντος, υἱός· τοῦ δὲ ἀγεννήτως προελθόντος, ἢ προιόντος, τὸ πνεῦμα τὸ ἅγιον. ἀλλ᾽ ἐπὶ τὰς τοῦ υἱοῦ κλήσεις ἔλθωμεν, ὅπερ ὡρμήθη λέγειν ὁ λόγος.

Δοκεῖ γάρ μοι λέγεσθαι υἱὸς μέν, ὅτι ταὐτόν ἐστι τῷ πατρὶ κατ᾽ οὐσίαν; καὶ οὐκ ἐκεῖνο μόνον, ἀλλὰ κἀκεῖθεν. μονογενὴς δέ, οὐχ ὅτι μόνος ἐκ μόνου καὶ μόνον, ἀλλ᾽ ὅτι καὶ μονοτρόπως, οὐχ ὡς τὰ σώματα. λόγος δέ, ὅτι οὕτως ἔχει πρὸς τὸν πατέρα, ὡς πρὸς νοῦν λόγος· οὐ μόνον διὰ τὸ ἀπαθὲς τῆς γεννήσεως, ἀλλὰ καὶ τὸ συναφές, καὶ τὸ ἐξαγγελτικόν. τάχα δ᾽ ἂν εἴποι τις, ὅτι καὶ ὡς ὅρος πρὸς τὸ ὁριζόμενον, ἐπειδὴ καὶ τοῦτο λέγεται λόγος. ὁ γὰρ νενοηκώς, φησι, τὸν υἱόν, τοῦτο γάρ ἐστι τὸ ἑωρακώς, νενόηκε τὸν πατέρα· καὶ σύντομος ἀπόδειξις καὶ ῥᾳδία τῆς τοῦ πατρὸς φύσεως ὁ υἱός. γέννημα γὰρ ἅπαν τοῦ γεγεννηκότος σιωπῶν λόγος. εἰ δὲ καὶ διὰ τὸ ἐνυπάρχειν τοῖς οὖσι λέγοι τις, οὐχ ἁμαρτήσεται τοῦ λόγου. τί γάρ ἐστιν, ὃ μὴ λόγῳ συνέστηκεν; σοφία δέ, ὡς ἐπιστήμη θείων τε καὶ ἀνθρωπίνων πραγμάτων. πῶς γὰρ οἷόν τε τὸν πεποιηκότα τοὺς λόγους ἀγνοεῖν ὧν πεποίηκεν; δύναμις δέ, ὡς συντηρητικὸς τῶν γενομένων, καὶ τὴν τοῦ συνέχεσθαι ταῦτα χορηγῶν δύναμιν. ἀλήθεια δέ, ὡς ἕν, οὐ πολλὰ τῇ φύσει· τὸ μὲν γὰρ ἀληθὲς ἕν, τὸ δὲ ψεῦδος πολυσχιδές· καὶ ὡς καθαρὰ τοῦ πατρὸς σφραγίς, καὶ χαρακτὴρ ἀψευδέστατος. εἰκὼν δέ, ὡς ὁμοούσιον, καὶ ὅτι τοῦτο ἐκεῖθεν, ἀλλ᾽ οὐκ ἐκ τούτου πατήρ. αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου, καὶ οὗ λέγεται· πλὴν ὅτι καὶ πλέον ἐνταῦθα.

ἐκεῖ μὲν γὰρ ἀκίνητος κινουμένου· ἐνταῦθα δὲ ζῶντος καὶ ζῶσα, καὶ πλέον ἔχουσα τὸ ἀπαράλλακτον, ἢ τοῦ Ἀδὰμ ὁ Σήθ, καὶ τοῦ γεννῶντος παντὸς τὸ γεννώμενον. τοιαύτη γὰρ ἡ τῶν ἁπλῶν φύσις, μὴ τῷ μὲν ἐοικέναι, τῷ δὲ ἀπεοικέναι, ἀλλ᾽ ὅλον ὅλου τύπον εἶναι, καὶ ταὐτὸν μᾶλλον, ἢ ἀφομοίωμα. φῶς δέ, ὡς λαμπρότης ψυχῶν καὶ λόγῳ καὶ βίῳ καθαιρομένων. εἰ γὰρ σκότος ἡ ἄγνοια καὶ ἡ ἁμαρτία, φῶς ἂν εἴη ἡ γνῶσις, καὶ ὁ βίος ὁ ἔνθεος. ζωὴ δέ, ὅτι φῶς, καὶ πάσης λογικῆς φύσεως σύστασις καὶ οὐσίωσις. ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν, κατὰ τὴν διπλῆν τοῦ ἐμφυσήματος δύναμιν, καὶ πνοὴν ἐκεῖθεν ἐμφυσώμενοι πάντες, καὶ πνεῦμα ἅγιον ὅσοι χωρητικοί, καὶ τοσοῦτον, καθ᾽ ὅσον ἂν τὸ στόμα τῆς διανοίας ἀνοίξωμεν. δικαιοσύνη δέ, ὅτι τοῦ πρὸς ἀξίαν διαιρέτης, καὶ διαιτῶν δικαίως τοῖς ὑπὸ νόμον καὶ τοῖς ὑπὸ χάριν, ψυχῇ καὶ σώματι, ὥστε τὸ μὲν ἄρχειν, τὸ δὲ ἄρχεσθαι, καὶ τὴν ἡγεμονίαν ἔχειν τὸ κρεῖττον κατὰ τοῦ χείρονος, ὡς μὴ τὸ χεῖρον ἐπανίστασθαι τῷ βελτίονι. ἁγιασμὸς δέ, ὡς καθαρότης, ἵνα χωρῆται τὸ καθαρὸν καθαρότητι. ἀπολύτρωσις δέ, ὡς ἐλευθερῶν ἡμᾶς ὑπὸ τῆς ἁμαρτίας κατεχομένους, καὶ λύτρον ἑαυτὸν ἀντιδιδοὺς ἡμῶν τῆς οἰκουμένης καθάρσιον. ἀνάστασις δέ, ὡς ἐντεῦθεν ἡμᾶς ἀπανιστάς, καὶ πρὸς τὴν ζωὴν ἐπανάγων νενεκρωμένους ὑπὸ τῆς ἁμαρτίας.

Ταῦτα μὲν οὖν ἔτι κοινὰ τοῦ τε ὑπὲρ ἡμᾶς καὶ τοῦ δι᾽ ἡμᾶς. ἃ δὲ ἰδίως ἡμέτερα καὶ τῆς ἐντεῦθεν προσλήψεως· ἄνθρωπος μέν, οὐχ ἵνα χωρηθῇ μόνον διὰ σώματος σώμασιν, ἄλλως οὐκ ἂν χωρηθεὶς διὰ τὸ τῆς φύσεως ἄληπτον· ἀλλ᾽ ἵνα καὶ ἁγιάσῃ δι᾽ ἑαυτοῦ τὸν ἄνθρωπον, ὥσπερ ζύμη γενόμενος τῷ παντὶ φυράματι, καὶ πρὸς ἑαυτὸν ἑνώσας τὸ κατακριθὲν ὅλον λύσῃ τοῦ κατακρίματος, πάντα ὑπὲρ πάντων γενόμενος, ὅσα ἡμεῖς, πλὴν τῆς ἁμαρτίας, σῶμα, ψυχή, νοῦς, δι᾽ ὅσων ὁ θάνατος· τὸ κοινὸν ἐκ τούτων, ἄνθρωπος, θεὸς ὁρώμενος, διὰ τὸ νοούμενον. υἱὸς δὲ ἀνθρώπου, καὶ διὰ τὸν Ἀδάμ, καὶ διὰ τὴν παρθένον, ἐξ ὧν ἐγένετο· τοῦ μέν, ὡς προπάτορος, τῆς δέ, ὡς μητρός, νόμῳ καὶ οὐ νόμῳ γεννήσεως.

Χριστὸς δέ, διὰ τὴν θεότητα· χρίσις γὰρ αὕτη τῆς ἀνθρωπότητος, οὐκ ἐνεργείᾳ κατὰ τοὺς ἄλλους χριστοὺς ἁγιάζουσα, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος· ἧς ἔργον ἄνθρωπον ἀκοῦσαι τὸ χρίον, καὶ ποιῆσαι θεὸν τὸ χριόμενον. ὁδὸς δέ, ὡς δι᾽ ἑαυτοῦ φέρων ἡμᾶς. θύρα δέ, ὡς εἰσαγωγεύς. ποιμὴν δέ, ὡς εἰς τόπον χλόης κατασκηνῶν, καὶ ἐκτρέφων ἐπὶ ὕδατος ἀναπαύσεως, καὶ ἐντεῦθεν ὁδηγῶν, καὶ προπολεμῶν κατὰ τῶν θηρίων· τὸ πλανώμενον ἐπιστρέφων, τὸ ἀπολωλὸς ἐπανάγων, τὸ συντετριμμένον καταδεσμῶν, τὸ ἰσχυρὸν φυλάσσων, καὶ πρὸς τὴν ἐκεῖθεν μάνδραν συνάγων λόγοις ποιμαντικῆς ἐπιστήμης. πρόβατον δέ, ὡς σφάγιον· ἀμνὸς δέ, ὡς τέλειον. ἀρχιερεὺς δέ, ὡς προσαγωγεύς. Μελχισεδὲκ δέ, ὡς ἀμήτωρ τὸ ὑπὲρ ἡμᾶς, καὶ ἀπάτωρ τὸ καθ᾽ ἡμᾶς· καὶ ὡς ἀγενεαλόγητος τὸ ἄνω· Τὴν γὰρ γενεὰν αὐτοῦ, φησί, τίς διηγήσεται; καὶ ὡς βασιλεὺς Σαλήμ, εἰρήνη δὲ τοῦτο, καὶ ὡς βασιλεὺς δικαιοσύνης, καὶ ὡς ἀποδεκατῶν πατριάρχας κατὰ τῶν πονηρῶν δυνάμεων ἀριστεύοντας. ἔχεις τὰς τοῦ υἱοῦ προσηγορίας. βάδιζε δι᾽ αὐτῶν, ὅσαι τε ὑψηλαί, θεικῶς, καὶ ὅσαι σωματικαί, συμπαθῶς· μᾶλλον δὲ ὅλον θεικῶς, ἵνα γένῃ θεὸς κάτωθεν ἀνελθών, διὰ τὸν κατελθόντα δι᾽ ἡμᾶς ἄνωθεν.