Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Περὶ υἱοῦ (λόγος λ΄)

Γρηγόριος ὁ Ναζιανζηνός

Ερμηνεία γραφικών χωρίων περί κενώσεως, υποταγής και βασιλείας

Ανάλυση χωρίων που αφορούν τη δημιουργία, την υπακοή, την υποταγή και την εσχατολογική βασιλεία του Υιού, με αναφορά στην πρόσληψη της ανθρώπινης φύσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 5

Ἔστι γὰρ ἓν μὲν αὐτοῖς ἐκεῖνο καὶ λίαν πρόχειρον τό· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. πρὸς ὃ πῶς ἀπαντησόμεθα; οὐ Σολομῶντος κατηγορήσομεν; οὐ τὰ πρὶν ἀθετήσομεν διὰ τὴν τελευταίαν παράπτωσιν; οὐχὶ τῆς σοφίας αὐτῆς ἐροῦμεν εἶναι τὸν λόγον, τῆς οἷον ἐπιστήμης καὶ τοῦ τεχνίτου λόγου, καθ᾽ ὃν τὰ πάντα συνέστη; πολλὰ γὰρ ἡ γραφὴ προσωποποιεῖν οἶδε καὶ τῶν ἀψύχων, ὡς τό· Ἡ θάλασσα εἶπε τάδε καὶ τάδε· καί, Ἡ ἄβυσσος εἶπεν, οὐκ ἔστιν ἐν ἐμοί· καί, Οἱ οὐρανοὶ διηγούμενοι δόξαν θεοῦ. καὶ πάλιν ῥομφαία τι διακελεύεται, καὶ ὄρη καὶ βουνοὶ λόγους ἐρωτῶνται σκιρτήσεως. τούτων οὐδέν φαμεν, εἰ καί τισι τῶν πρὸ ἡμῶν ὡς ἰσχυρὰ τέθειται. ἀλλ᾽ ἔστω τοῦ σωτῆρος αὐτοῦ, τῆς ἀληθινῆς σοφίας, ὁ λόγος. μικρὸν δὲ συνδιασκεψώμεθα. τί τῶν ὄντων ἀναίτιον; θεότης. οὐδεὶς γὰρ αἰτίαν εἰπεῖν ἔχει θεοῦ· ἢ τοῦτο ἂν εἴη θεοῦ πρεσβύτερον. τίς δὲ τῆς ἀνθρωπότητος, ἣν δι᾽ ἡμᾶς ὑπέστη θεός, αἰτία; τὸ σωθῆναι πάντως ἡμᾶς. τί γὰρ ἕτερον; ἐπειδὴ τοίνυν ἐνταῦθα καὶ τὸ Ἔκτισε καὶ τὸ Γεννᾷ με σαφῶς εὑρίσκομεν, ἁπλοῦς ὁ λόγος. ὃ μὲν ἂν μετὰ τῆς αἰτίας εὑρίσκωμεν, προσθῶμεν τῇ ἀνθρωπότητι· ὃ δὲ ἁπλοῦν καὶ ἀναίτιον, τῇ θεότητι λογισώμεθα. ἆρ᾽ οὖν οὐ τὸ μὲν Ἔκτισεν εἴρηται μετὰ τῆς αἰτίας; Ἔκτισε γάρ μέ, φησιν, ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. ἔργα δὲ χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις, ὧν ἕνεκεν ἐχρίσθη θεότητι.

χρίσις γὰρ αὕτη τῆς ἀνθρωπότητος. τὸ δὲ Γεννᾷ με χωρὶς αἰτίας· ἢ δεῖξόν τι τούτῳ προσκείμενον. τίς οὖν ἀντερεῖ λόγος, κτίσμα μὲν λέγεσθαι τὴν σοφίαν κατὰ τὴν κάτω γέννησιν, γέννημα δὲ κατὰ τὴν πρώτην καὶ πλέον ἄληπτον;

Τούτῳ δὲ ἕπεται καὶ τὸ δοῦλον ἀκούειν εὖ δουλεύοντα πολλοῖς, καὶ τὸ μέγα εἶναι αὐτῷ κληθῆναι παῖδα θεοῦ. τῷ ὄντι γὰρ ἐδούλευσε σαρκί, καὶ γενέσει, καὶ πάθεσι τοῖς ἡμετέροις, διὰ τὴν ἡμετέραν ἐλευθερίαν, καὶ πᾶσιν οἷς σέσωκεν ὑπὸ τῆς ἁμαρτίας κατεχομένοις. τί δὲ μεῖζον ἀνθρώπου ταπεινότητι ἢ θεῷ πλακῆναι, καὶ γενέσθαι θεὸν ἐκ τῆς μίξεως, καὶ τοσοῦτον ἐπισκεφθῆναι ἀνατολῇ ἐξ ὕψους, ὥστε καὶ τὸ γεννώμενον ἅγιον υἱὸν ὑψίστου κληθῆναι, καὶ χαρισθῆναι αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα; τοῦτο δὲ τί ποτε ἄλλο ἐστὶν ἢ θεός; καὶ τὸ πᾶν γόνυ κάμψαι τῷ κενωθέντι δι᾽ ἡμᾶς, καὶ τὴν θείαν εἰκόνα δουλικῇ μορφῇ συγκεράσαντι, καὶ γνῶναι πάντα οἶκον Ἰσραήλ, ὅτι καὶ κύριον αὐτὸν καὶ Χριστὸν ὁ θεὸς ἐποίησεν; γέγονε γὰρ ταῦτα ἐνεργείᾳ μὲν τοῦ γεννήματος, εὐδοκίᾳ δὲ τοῦ γεννήτορος.

Δεύτερον δὲ τί τῶν μεγίστων αὐτοῖς καὶ ἀμάχων; δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι τοῦδε, καὶ ὑπ᾽ οὐρανοῦ δεχθῆναι ἄχρι χρόνων ἀποκαταστάσεως, καὶ τὴν ἐκ δεξιῶν καθέδραν ἔχειν, ἕως τῆς τῶν ἐχθρῶν ἐπικρατήσεως. τὸ μετὰ τοῦτο δὲ τί; λῆξαι τῆς βασιλείας, ἢ τῶν οὐρανῶν ἀποσθῆναι; τίνος παύσοντος; ἢ δι᾽ ἥν τινα τὴν αἰτίαν; ὡς τολμηρὸς ἐξηγητὴς σύ, καὶ λίαν ἀβασίλευτος. καὶ μὴν ἀκούεις τῆς βασιλείας αὐτοῦ μὴ εἶναι πέρας. ἀλλὰ τοῦτο πάσχεις παρὰ τὸ μὴ γινώσκειν, ὅτι τὸ ἕως οὐ πάντως ἀντιδιαιρεῖται τῷ μέλλοντι, ἀλλὰ τὸ μέχρι τοῦδε μὲν τίθησι, τὸ μετὰ τοῦτο δὲ οὐκ ἀναίνεται. ἢ πῶς νοήσεις, ἵνα μὴ τἄλλα λέγω, τό· Ἔσομαι μεθ᾽ ὑμῶν ἕως τῆς συντελείας τοῦ αἰῶνος; ἆρ᾽ ὡς μετὰ τοῦτο οὐκ ἔτι ἐσομένου; καὶ τίς ὁ λόγος; οὐ μόνον δέ, ἀλλὰ καὶ παρὰ τὸ μὴ διαιρεῖν τὰ σημαινόμενα. βασιλεύειν γὰρ λέγεται καθ᾽ ἓν μέν, ὡς παντοκράτωρ, καὶ θελόντων, καὶ μή, βασιλεύς· καθ᾽ ἕτερον δέ, ὡς ἐνεργῶν τὴν ὑποταγήν, καὶ ὑπὸ τὴν ἑαυτοῦ βασιλείαν τιθεὶς ἡμᾶς, ἑκόντας δεχομένους τὸ βασιλεύεσθαι. τῆς μὲν οὖν ἐκείνως νοουμένης βασιλείας οὐκ ἔσται πέρας. τῆς δευτέρας δὲ τί; τὸ λαβεῖν ἡμᾶς ὑπὸ χεῖρα καὶ σωζομένους. τί γὰρ δεῖ τὴν ὑποταγὴν ἐνεργεῖν ὑποτεταγμένων;

μεθ᾽ ἣν ἀνίσταται κρίνων τὴν γῆν, καὶ διαιρῶν τὸ σωζόμενον καὶ τὸ ἀπολλύμενον· μεθ᾽ ἣν ἵσταται θεὸς ἐν μέσῳ θεῶν, τῶν σωζομένων, διακρίνων καὶ διαστέλλων, τίνος ἕκαστος τιμῆς καὶ μονῆς ἄξιος.

Τούτῳ σύναπτε καὶ τὴν ὑποταγήν, ἣν ὑποτάσσεις τῷ πατρὶ τὸν υἱόν. τί, λέγεις, ὡς νῦν οὐχ ὑποτεταγμένου; δεῖται δὲ ὅλως ὑποταγῆναι θεῷ θεὸς ὤν; ὡς περὶ λῃστοῦ τινός, ἢ ἀντιθέου, ποιῇ τὸν λόγον. ἀλλ᾽ οὕτω σκόπει· ὅτι ὥσπερ κατάρα ἤκουσε δι᾽ ἐμὲ ὁ τὴν ἐμὴν λύων κατάραν· καὶ ἁμαρτία ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ Ἀδὰμ ἀντὶ τοῦ παλαιοῦ γίνεται νέος· οὕτω καὶ τὸ ἐμὸν ἀνυπότακτον ἑαυτοῦ ποιεῖται, ὡς κεφαλὴ τοῦ παντὸς σώματος. ἕως μὲν οὖν ἀνυπότακτος ἐγὼ καὶ στασιώδης, τῇ τε ἀρνήσει τοῦ θεοῦ καὶ τοῖς πάθεσιν, ἀνυπότακτος τὸ κατ᾽ ἐμὲ καὶ ὁ Χριστὸς λέγεται. ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, —ὑποταγήσεται δὲ καὶ τῇ ἐπιγνώσει καὶ τῇ μεταποιήσει, —τότε καὶ αὐτὸς τὴν ὑποταγὴν πεπλήρωκε, προσάγων ἐμὲ τὸν σεσωσμένον. τοῦτο γὰρ ἡ ὑποταγὴ Χριστοῦ, κατά γε τὸν ἐμὸν λόγον, ἡ τοῦ πατρικοῦ θελήματος πλήρωσις. ὑποτάσσει δὲ καὶ υἱὸς πατρί, καὶ υἱῷ πατήρ· ὁ μὲν ἐνεργῶν, ὁ δὲ εὐδοκῶν, ὃ καὶ πρότερον εἴπομεν. καὶ οὕτω τὸ ὑποτεταγμένον ὁ ὑποτάξας θεῷ παρίστησιν, ἑαυτοῦ ποιούμενος τὸ ἡμέτερον. τοιοῦτον εἶναί μοι φαίνεται καὶ τό· Ὁ θεός, ὁ θεός μου, πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με; οὐ γὰρ αὐτὸς ἐγκαταλέλειπται, ἢ ὑπὸ τοῦ πατρός, ἢ ὑπὸ τῆς ἑαυτοῦ θεότητος, ὃ δοκεῖ τισίν, ὡς ἂν φοβουμένης τὸ πάθος, καὶ διὰ τοῦτο συστελλομένης ἀπὸ τοῦ πάσχοντος.

τίς γὰρ ἢ γεννηθῆναι κάτω τὴν ἀρχήν, ἢ ἐπὶ τὸν σταυρὸν ἀνελθεῖν ἠνάγκασεν; ἐν ἑαυτῷ δέ, ὅπερ εἶπον, τυποῖ τὸ ἡμέτερον. ἡμεῖς γὰρ ἦμεν οἱ ἐγκαταλελειμμένοι καὶ παρεωραμένοι πρότερον, εἶτα νῦν προσειλημμένοι καὶ σεσωσμένοι τοῖς τοῦ ἀπαθοῦς πάθεσιν· ὥσπερ καὶ τὴν ἀφροσύνην ἡμῶν καὶ τὸ πλημμελὲς οἰκειούμενος τὰ ἑξῆς διὰ τοῦ ψαλμοῦ φησίν· ἐπειδὴ προδήλως εἰς Χριστὸν ὁ εἰκοστὸς πρῶτος ψαλμὸς ἀναφέρεται.

Τῆς δὲ αὐτῆς ἔχεται θεωρίας καὶ τὸ μαθεῖν αὐτὸν τὴν ὑπακοὴν ἐξ ὧν ἔπαθεν, ἥ τε κραυγή, καὶ τὰ δάκρυα, καὶ τὸ ἱκετεῦσαι, καὶ τὸ εἰσακουσθῆναι, καὶ τὸ εὐλαβές. ἃ δραματουργεῖται καὶ πλέκεται θαυμασίως ὑπὲρ ἡμῶν. ὡς μὲν γὰρ λόγος, οὔτε ὑπήκοος ἦν, οὔτε ἀνήκοος. τῶν γὰρ ὑπὸ χεῖρα ταῦτα, καὶ τῶν δευτέρων, τὸ μὲν τῶν εὐγνωμονεστέρων, τὸ δὲ τῶν ἀξίων κολάσεως. ὡς δὲ δούλου μορφή, συγκαταβαίνει τοῖς ὁμοδούλοις καὶ δούλοις, καὶ μορφοῦται τὸ ἀλλότριον, ὅλον ἐν ἑαυτῷ ἐμὲ φέρων μετὰ τῶν ἐμῶν, ἵνα ἐν ἑαυτῷ δαπανήσῃ τὸ χεῖρον, ὡς κηρὸν πῦρ, ἢ ὡς ἀτμίδα γῆς ἥλιος, κἀγὼ μεταλάβω τῶν ἐκείνου διὰ τὴν σύγκρασιν. διὰ τοῦτο ἔργῳ τιμᾷ τὴν ὑπακοήν, καὶ πειρᾶται ταύτης ἐκ τοῦ παθεῖν. οὐ γὰρ ἱκανὸν ἡ διάθεσις, ὥσπερ οὐδὲ ἡμῖν, εἰ μὴ καὶ διὰ τῶν πραγμάτων χωρήσαιμεν. ἔργον γὰρ ἀπόδειξις διαθέσεως. οὐ χεῖρον δὲ ἴσως κἀκεῖνο ὑπολαβεῖν, ὅτι δοκιμάζει τὴν ἡμετέραν ὑπακοήν, καὶ πάντα μετρεῖ τοῖς ἑαυτοῦ πάθεσι τέχνῃ φιλανθρωπίας, ὥστε ἔχειν εἰδέναι τοῖς ἑαυτοῦ τὰ ἡμέτερα, καὶ πόσον μὲν ἀπαιτούμεθα, πόσον δὲ συγχωρούμεθα, λογιζομένης μετὰ τοῦ πάσχειν καὶ τῆς ἀσθενείας. εἰ γὰρ τὸ φῶς ἐδιώχθη διὰ τὸ πρόβλημα, φαῖνον ἐν τῇ σκοτίᾳ, τῷ βίῳ τούτῳ, ὑπὸ τῆς ἄλλης σκοτίας, τοῦ πονηροῦ λέγω καὶ τοῦ πειραστοῦ, τὸ σκότος πόσον, ὡς ἀσθενέστερον;

καὶ τί θαυμαστόν, εἰ ἐκείνου διαφυγόντος παντάπασιν ἡμεῖς ποσῶς καὶ καταληφθείημεν; μεῖζον γὰρ ἐκείνῳ τὸ διωχθῆναι, ἤπερ ἡμῖν τὸ καταληφθῆναι, παρὰ τοῖς ὀρθῶς ταῦτα λογιζομένοις. ἔτι δὲ προσθήσω τοῖς εἰρημένοις ἐκεῖνο, ἐνθυμηθεὶς τό· Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι, σαφῶς πρὸς τὴν αὐτὴν φέρον διάνοιαν. ἔσται δὲ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν ἐν τῷ καιρῷ τῆς ἀποκαταστάσεως· οὐχ ὁ πατήρ, πάντως εἰς αὐτὸν ἀναλυθέντος τοῦ υἱοῦ, ὥσπερ εἰς πυρὰν μεγάλην λαμπάδος πρὸς καιρὸν ἀποσπασθείσης, εἶτα συναφθείσης, —μηδὲ γὰρ Σαβέλλιοι τῷ ῥητῷ τούτῳ παραφθειρέσθωσαν, —ἀλλ᾽ ὅλος θεός, ὅταν μηκέτι πολλὰ ὦμεν, ὥσπερ νῦν τοῖς κινήμασι καὶ τοῖς πάθεσιν, οὐδὲν ὅλως θεοῦ, ἢ ὀλίγον, ἐν ἡμῖν αὐτοῖς φέροντες, ἀλλ᾽ ὅλοι θεοειδεῖς, ὅλου θεοῦ χωρητικοὶ καὶ μόνου. τοῦτο γὰρ ἡ τελείωσις, πρὸς ἣν σπεύδομεν· τεκμηριοῖ δὲ μάλιστα Παῦλος αὐτός. ὃ γὰρ ἐνταῦθα περὶ θεοῦ φησὶν ἀορίστως, ἀλλαχοῦ σαφῶς περιορίζει Χριστῷ. τί λέγων; Ὅπου οὐκ ἔνι Ἕλλην, οὐδὲ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.