Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Ποιήματα δογματικά
Ο Θεός Πατήρ
Εισαγωγή στα δογματικά έπη, με προειδοποίηση προς τους αμύητους και θεμελιώδη αναφορά στη φύση του Θεού Πατέρα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο Θεός Πατήρ
Εισαγωγή στα δογματικά έπη, με προειδοποίηση προς τους αμύητους και θεμελιώδη αναφορά στη φύση του Θεού Πατέρα.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΕΠΗ. ΒΙΒΛΟΣ Αʹ. ΕΠΗ ΘΕΟΛΟΓΙΚΑ. ΤΟΜΗ Αʹ. ΕΠΗ ΔΟΓΜΑΤΙΚΑ. Αʹ. Περὶ τοῦ Πατρός. Οἶδα μὲν ὡς σχεδίῃσι μακρὸν πλόον ἐκπερόωμεν, Ἢ τυτθαῖς πτερύγεσσι πρὸς οὐρανὸν ἀστερόεντα Σπεύδομεν, οἷσιν ὄρωρε νόος Θεότητ᾽ ἀναφαίνειν, Ἣν οὐδ᾽ οὐρανίοισι σέβειν σθένος, ὅσσον ἐοικὸς, Ἢ μεγάλης Θεότητος ὅρους, καὶ οἴακα παντός.
Ἔμπης δ᾽ (οὐδὲ Θεὸν γὰρ ἀρέσσατο πολλάκι δῶρον Πλειοτέρης ἀπὸ χειρὸς ὅσον φιλίης ὀλίγης τε), Τοὔνεκα θαρσαλέως ῥήξω λόγον. Ἀλλ᾽ ἀπὸ τῆλε Φεύγετε, ὅστις ἀλιτρός· ἐμὸς λόγος, ἢ καθαροῖσιν, Ἠὲ καθαιρομένοισιν ὅδ᾽ ἔρχεται· οἱ δὲ βέβηλοι, Ὡς θῆρες, Χριστοῖο κατ᾽ οὔρεος ἀκροτόμοιο Λαμπομένου, Μωσῆϊ νόμον τ᾽ ἐνὶ πλαξὶ γράφοντος, Αὐτίκα ῥηγνυμένοισιν ὑπὸ σκοπέλοισι δαμεῖεν.
Κεῖνοι μὲν δὴ τοῖα· καὶ ὡς Λόγος ὦσε κακίστους Ἡμετέροιο χοροῖο θεημάχον ἦτορ ἔχοντας. Αὐτὰρ ἐγὼν ὄπα τήνδε προοίμιον ἐν σελίδεσσι Θήσομαι, ἣν τὸ πάροιθε θεόφρονες ἄνδρες ἕηκαν, Λαῷ τάρβος ἄγοντες ἀπηνέϊ μάρτυρε μύθων, Μωσῆς, Ἡσαΐας τε (ἐπισταμένοις δ᾽ ἀγορεύσω), Ἤτοι ὁ μὲν νεόπηγα διδοὺς νόμον, ὃς δὲ λυθέντος, Οὐρανὸς εἰσαΐοι, χθὼν δέχνυσο ῥήματ᾽ ἐμοῖο.
Πνεῦμα Θεοῦ, σὺ δ᾽ ἔμοιγε νόον καὶ γλῶσσαν ἐγείροις Ἀτρεκίης σάλπιγγα ἐρίβρομον, ὥς κεν ἅπαντες Τέρπωνται κατὰ θυμὸν ὅλῃ Θεότητι μιγέντες. Εἷς Θεός ἐστιν ἄναρχος, ἀναίτιος, οὐ περίγραπτος Ἤ τινι πρόσθεν ἐόντι, ἢ ἐσσομένῳ μετέπειτα, Αἰῶν᾽ ἀμφὶς ἔχων, καὶ ἀπείριτος, Υἱέος ἐσθλοῦ Μουνογενοῦς μεγάλοιο Πατὴρ μέγας, οὔ τι πεπονθὼς Υἱέϊ, τῶν ὅσα σαρκὸς, ἐπεὶ νόος. Εἷς Θεὸς ἄλλος, Οὐκ ἄλλος θεότητι, Θεοῦ Λόγος, οὗτος ἐκείνου Σφρηγὶς κιννυμένη πατρώϊος, Υἱὸς ἀνάρχου Οἶος, καὶ μούνοιο μονώτατος, ἰσοφέριστος, Ὥς κεν ὁ μὲν μίμνῃ γενέτης ὅλος, αὐτὰρ ὅγ᾽ Υἱὸς Κοσμοθέτης νωμεύς τε, Πατρὸς σθένος ἠδὲ νόημα.
Ἓν Πνεῦμ᾽ ἐξ ἀγαθοῖο Θεοῦ Θεός. Ἔῤῥετε πάντες, Οὒς μὴ Πνεῦμ᾽ ἐτύπωσεν ἑὴν θεότητ᾽ ἀναφαίνειν, Ἀλλ᾽ ἢ βένθος ἔχουσι κακῶς, ἢ γλῶσσαν ἄναγνον, Ἡμιφαεῖς, φθονεροί τε, νοήμονες αὐτοδίδακτοι, Πηγὴ κευθομένη, λύχνος σκοτίοις ἐνὶ κόλποις.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.