Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ποιήματα δογματικά

Γρηγόριος ὁ Ναζιανζηνός

Η γενεαλογία του Χριστού και των Αποστόλων

Σύγκριση των γενεαλογικών καταλόγων των ευαγγελιστών Ματθαίου και Λουκά και ονομαστική καταγραφή των δώδεκα μαθητών του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 12 από 16

ΙΗʹ. Περὶ τῆς τοῦ Χριστοῦ γενεαλογίας. Ματθαῖος πόθεν, εἰπὲ, μέγας, Λουκᾶς τε φέριστος, Τὴν μὲν ὅγ᾽, αὐτὰρ ὁ τήνδε βίβλοις ἐνέθηκε γενέθλην, Αἳ Χριστὸν κατάγουσιν ἀφ᾽ αἵματος ἀρχεγόνοιο; Πῶς δ᾽ ὁ μὲν ἐν πλεόνεσσιν, ὅδ᾽ ἐν παύροισιν ἔληξεν;

Ἐς Δαυῒδ μὲν ἄνακτα γένους ῥόος ἀμφοτέροισιν Ἄτμητος· μετέπειτα ῥέει δίχα, ὑστάτιον δὲ Συμφέρεθ᾽ ὡς ἐπὶ πόντον ἀπείρονα Χριστὸν ὁδεύων. Ὧδέ κεν ἀθρήσειας, ἐμῷ δ᾽ ἐπιπείθεο μύθῳ· Δαυῖδαι, Σολομών τε, Νάθαν τ᾽ ἔσαν, ὧν ὁ μὲν εἷλκεν Ὥς τε ῥόον μεγάλου ποταμοῦ, βασιλήϊον αἷμα· Αὐτὰρ ὅγ᾽ εὐαγέων τε φαεινοτάτων θ᾽ ἱερήων.

Χριστὸς δ᾽ ἀμφότερ᾽ ἔσκεν, ἄναξ μέγας, ἀρχιερεύς τε. Τοὔνεκα Ματθαῖος μὲν ἐγράψατο πνεύματι θείῳ Τοὺς Σολομωντιάδας, Λουκᾶς δ᾽ ἐς Νάθαν ὄρουσεν. Ἐκ δὲ δύω γενεῶν, τῆς μὲν πλέον, ἐξ ἑτέρης δὲ Παυρότερον τὸ ῥέεθρον ἐπελθέμεν· οὐ μέγα θαῦμα.

Οὐ μὲν παυρότερον· γενεῶν δ᾽ οὐκ ἴσον ἀριθμόν. Ὧδε τὰ πρῶτα κέασθεν, ἔπειτα δὲ εἰς ἓν ἄγερθεν. Φράζε δὲ καὶ τόδε μοι, πατέρων δύο πῶς ποτ᾽ Ἰωσήφ. Τέθμιον ἦν Μωσῆος, ἐπὴν ἄσπερμος ὄληται Ἑβραῖος, κάσιν ἤ τιν᾽ ὀλωλότος, ἤ τινα πηῶν Ἐγγύθεν, αἶψα δάμαρτα φίλην καὶ κτῆσιν ἔχοντα, Σπερμαίνειν φθιμένῳ τε γόνον καὶ οἶκον ἀέξειν, Ὄφρα κε μὴ νώνυμος ἐν ἀνθρώποισιν ὄληται.

Τοὔνεκα κρυπτὸν ὕπερθε Θεοῦ βροτέου τόδ᾽ ἀνεῦρον. Ματθὰν ἐκ Σολομῶνος ἄγων γένος, ἠγάγετ᾽ Ἐσθάν. Τοῦ δ᾽ ἄρ᾽ ἀποφθιμένοιο, Ναθείδης οὔνομα Μελχί. Καὶ τῷ μὲν Ἰακὼβ, τῷ δ᾽ Ἡλεὶ γείνατο παῖδας. Ἡλεὶ δὲ φθιμένοιο, ἐπεὶ γόνον οὔτιν᾽ ἔλειπεν, Αἶψα δόμον τε λέχος τε Ἰακὼβ οὐχ ὁμόπατρος Δέξατο, καὶ τέκεν υἱὸν ἀδελφεῷ ἐσθλὸν Ἰωσήφ.

Οὕτω τοῦ μὲν ἔην, τῷ δ᾽ ἔγραφε θεσμὸς Ἰωσήφ. Εὐαγγελιστῶν δ᾽ ὃς μὲν εἶπε τὴν φύσιν, Ματθαῖος, ὃς δ᾽ ἔγραψε Λουκᾶς τὸν νόμον. Παῦσαι διοχλῶν τὴν καλὴν συμφωνίαν. Πῶς Δαυῒδ ἐς ἄνακτα φέρει Θεὸς, εὖτε φαάνθη Μητέρος ἐκ βροτέης Θεὸς ἄμβροτος; ἐκ μὲν Ἰωσὴφ, Πῶς ὅγε; παρθενικῆς γὰρ ἔην πάϊς, ἐκ Μαρίης δὲ, Λευίδης· Μαριὰμ γὰρ ἀφ᾽ αἵματος ἦεν Ἀαρών.

Μάρτυς δ᾽ ἄγγελος ἄμμιν, ἐπεὶ Προδρόμοιο γενέθλην Ἀγγέλλων μεγάλοιο φάους θεοειδέϊ μητρὶ, Μητέρας ἀμφοτέρας ὅγ᾽ ἀνήγαγεν ἐς μέγαν Ἀαρών. Φρῆτραι δ᾽ αὖ βασιλῆος ἀμιγέες, ἡ δ᾽ ἱερήων. Οὐκ ἔτυμον. Φρῆτραι μὲν ἔσαν δίχα, πολλάκι δ᾽ αὖτε Μίγνυντο. Πρόσθεν μὲν Ἀρὼν μεγάλοιο θύγατρα Ἠγάγετ᾽ ἐς μέγα δῶμα Ναασσὼν, ὃς δ᾽ ἀπ᾽ Ἰούδα Ἕκτος ἔην. Μετέπειτα δ᾽ ἐπεὶ πόλιν ὤλεσεν αἰχμὴ Ἀσσυρίων, Βαβυλών τε τὰ τέθμια πάντα τίναξεν, Οὐδὲ φυλῶν τῆμόσδε διακριδὸν αἷμα φυλάχθη Οὕτω μὲν διὰ μητρὸς ἀνέρχεται ἐς βασιλῆας.

Ἐκ δὲ πατρὸς δοκέοντος ὅπως, φράζεσθαι ἄνωγα. Αὐγούστου βασιλῆος ἐπεὶ φόρος ἔγραφε πάντας Ἄλλοι μέν τ᾽ ἄλλῃσιν ἐνὶ πτολίεσσι γράφοντο Πατρῴαις, Δαυῒδ δὲ φίλον πέδον αἶψα κίχανον Βηθλεὲμ, ἢ κόλποισι μέγαν ὑπεδέξατο Χριστὸν, Ἀμφότεροι, μνηστή τε φίλη, καὶ κεδνὸς Ἰωσὴφ Γραψόμενοι. Φρήτρης γὰρ ἰῆς ἔσαν. Ὧδ᾽ ἐνὶ φάτνῃ Μήτηρ παρθενικὴ, κόσμου τέκε παντὸς ἄνακτα.

Οὕτω καὶ διὰ πατρὸς ἀνέρχεται ἐς βασιλῆας. Ἔμπαλι μὲν γενεὴν Λουκᾶς μέγας ἤγαγε μύθῳ Εἰς Ἀδὰμ ἐκ Χριστοῖο. Ἐμοὶ δ᾽ Ἀδὰμ ἦλθ᾽ ἐπὶ Χριστόν. Χειρὶ Θεοῦ πρώτιστος Ἀδὰμ γένετ᾽. Ἐκ δ᾽ Ἀδάμοιο Σὴθ πέλε. Τοῦ δ᾽ ἄρ᾽ Ἐνώς. Τοῦ, τέτρατος ἦε Καϊνάν.

Τοῦ δ᾽ ἦν Μαλελεήλ. Τοῦ δ᾽ Ἰαρὲδ, ὃς τέκε παῖδα Κεῖνον Ἐνὼχ, ὃς ζωὸς ἐς οὐρανὸν ἦλθεν ἀερθείς. Τοῦδε, Μαθουσάλα ἔσκεν, ὃς υἱέα γείνατο Λάμεχ. Αὐτὰρ ὃ, Νῶε πατήρ. Σὴμ, Νώεος υἱὸς ἐκείνου. Ἐκ τοῦ δ᾽ Ἀρφαξὰδ, Καϊνὰν, Σαλά· τοῦ δ᾽ ἐνέπουσιν Υἱὸν Ἕβερ. Ἕβερος δὲ Φάλεκ πάϊς. Ἐκ δ᾽ ἄρα Φαλὲκ, Ἔσκε Ῥαγάβ. Κεῖνος δὲ Σεροὺχ τέκεν, ὃς τέκε Ναχώρ.

Ἀβραὰμ αὖτ᾽ ἐπὶ τοῖσδε, πάϊς Θάρα Ναχορίδαο. Ἀβραμίδης δ᾽ Ἰσαὰκ Ἰακὼβ τέκεν, ὃς δ᾽ ἄρ᾽ Ἰούδαν. Αὐτὰρ ὃ ἐκ Θαμάρης Φαρὲς τέκεν. Αὐτὰρ ὃ, Ἐσρώμ. Ἐσρὼμ, τὸν Ἀρὰμ, ὃς τὸν Ἀμιναδάμ. Ὃς δὲ Ναασσών. Νασσὼν δ᾽ αὖ, Σαλμών. Σαλμὼν, Βοόζ. Ἐκ Βοὸζ, Ὠβήδ.

Ὠβὴδ δ᾽ Ἰεσσαί· τοῦ δ᾽ ἐκ μέγας ἔπλετο Δαυΐδ. Δαυίδης δὲ, Νάθαν, ὃς Ματθὰν υἱὸν ἔτικτεν, Ὃς Μαϊνάν. Μαϊνὰν, Μελεὰν τέκε. Ὃς δ᾽ Ἐλιακείμ. Ὃς τὸν Ἰωάναν. Ὃς τὸν Ἰωσήφ. Ὃς, τὸν Ἰούδαν Γείνατο. Τοῦ, Συμεών. Τοῦ, Λευί. Τοῦ ἄπο, Ματθάν.

Τοῦδε, Ἰωρείμ. Τοῦ δ᾽ Ἐλιέζερ. Τοῦδε, Ἰωσάφ. Τοῦ δ᾽ Ἤρ. Τοῦ δ᾽ Ἐλμώδ. Τοῦ δ᾽ αὖ πάϊς ἔπλετο Κωσάμ. Κωσὰμ, ἔην Ἀδδί. Τοῦ, Μελχί. Τοῦ δ᾽ ἄπο, Νηρί. Τοῦ δ᾽ ἄπο, Σαλαθιὴλ, Ζοροβάβελ, Ῥησὰ, Ἰωνὰν, Ἰούδας, Ὠσώκ, Σεμεεί τ᾽ αὖ, Ματθίας τε, Καὶ Μαὰθ, Ναγγαὶ, καὶ Ἐσλείμ· τοῦ δ᾽ ἄπο Ναοὺμ, Ἀμὼς, Ματθαθίας, καὶ Ἰωσὴφ, ἠδὲ Ἰανναί· Μελχὶ, καὶ Λευὶ, καὶ Ματθὰν, Ἡλεὶ, Ἰωσήφ.

Λουκᾶς μὲν οὕτω. Πῶς δὲ Ματθαῖος μέγας; Ἐξ Ἀβραὰμ μὲν μέχρι Δαυῒδ, ὡς ἔφην. Ἔνθεν δὲ Λουκᾶ τὴν ἱερατικὴν παρεὶς Σπορὰν, τίθησι τοῦ γένους ἀνακτόρων. Εἰσὶν δ᾽ ὅσοι τε καὶ τίνες, λελέξεται. Δαυίδης, Σολομὼν, Ῥοβοὰμ, Ἀβίας τε, Ἀσά τε.

Τοῦ δ᾽ Ἰωσαφὰτ ἔσκεν. Ὁ δ᾽ ἕβδομος ἦεν Ἰωράμ. Ὀζίας, ἠδ᾽ Ἰωάθαμ, ἠδ᾽ Ἄχαζ, Ἐζεκίας τε, Καὶ Μανασῆ, καὶ Ἀμὼς, Ἰωσίας. Αὐτὰρ ἔπειτα Ἰεχονίας, ἁλωτὸν ὃν ἤγαγον ἐς Βαβυλῶνα· Σαλαθιὴλ, Ζοροβάβελ, Ἀβιοὺδ, ἠδ᾽ Ἐλιακεὶμ, Ἀζώρ. Τοῦδε, Σαδώκ. Τοῦ δ᾽ Ἀχίν. Τοῦ δ᾽ Ἐλιούδα.

Τοῦδ᾽ Ἐλιέζερ ἔην. Τοῦ, Ματθάν. Τοῦ δὲ Ἰακώβ. Ὕστατος, ὃς δοκέεσκε πατὴρ Χριστοῖο, Ἰωσήφ.

ΙΘʹ. Μαθηταὶ τοῦ Χριστοῦ ΙΒʹ. Δώδεκα δ᾽ αὖ Χριστοῖο Θεοῦ μεγάλοιο μαθηταί. Πέτρος τ᾽ Ἀνδρείας τε, Ἰωάννης τ᾽, Ἰάκωβος. Πέμπτος δ᾽ ἦε Φίλιππος· ὁ δ᾽ ἕκτος, Βαρθολομαῖος, Ματθαῖος, Θωμᾶς τε, καὶ Ἀλφαίου Ἰάκωβος· Ἰούδας τε, Σίμων τε, καὶ οὐ φατὸς ἄλλος Ἰούδας.