Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ποιήματα δογματικά

Γρηγόριος ὁ Ναζιανζηνός

Το Άγιο Πνεύμα και η Τριαδική Θεότητα

Θεολογική ανάλυση της φύσεως και της σταδιακής αποκαλύψεως του Αγίου Πνεύματος, καθώς και της αδιαίρετης ενότητας και μοναρχίας της Αγίας Τριάδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 16

Γʹ. Περὶ τοῦ ἁγίου Πνεύματος. Θυμὲ, τί δηθύνεις; καὶ Πνεύματος εὖχος ἄειδε, Μηδὲ τέμῃς μύθοισιν, ὃ μὴ φύσις ἐκτὸς ἔθηκε. Πνεῦμα μέγα τρομέωμεν, ὁμοίθεον, ᾧ Θεὸν ἔγνων, Ὃς Θεός ἐστιν ἔναντα, καὶ ὃς Θεὸν ἐνθάδε τεύχει· Πανσθενὲς, αἰολόδωρον, ἁγνῆς ὕμνημα χορείης, Οὐρανίων χθονίων τε φερέσβιον, ὑψιθόωκον, Πατρόθεν ἐρχόμενον, θεῖον μένος, αὐτοκέλευστον, Οὔτε Πάϊς (μοῦνος γὰρ ἑνὸς Πάϊς ἐσθλὸς ἀρίστου), Οὔτ᾽ ἐκτὸς θεότητος ἀειδέος, ἀλλ᾽ ὁμόδοξον.

Ὅστις δ᾽ ἐν σελίδεσσι θεοπνεύστοιο νόμοιο Πνεύματος οὐρανίοιο λαβεῖν ποθέει θεότητα, Πολλὰς μὲν πυκινάς τε τρίβους εἰς ἓν συνιούσας Ὄψεται, ἢν ἐθέλῃσι, καὶ εἴ τι Πνεύματος ἁγνοῦ Εἴρυσεν ᾗ κραδίῃ, καὶ εἰ νόος ὀξὺ δέδορκεν. εἰ δὲ γυμνὴν ποθέει φωνὴν θεότητος ἐραννῆς, Ἴστω μὴ πινυτὸν ποθέων λόγον. Οὐ γὰρ ἐῴκει, Μή πω τῆς Χριστοῖο βροτῶν πλεόνεσσι φανείσης, Ἄχθος ἄγειν κραδίῃσιν ἀφαυροτάτῃσιν ἄπιστον.

Οὐδὲ γὰρ ἀρχομένοισι τελειοτέροιο λόγοιο Καιρός. Τίς δ᾽ ἀμυδροῖσιν ἔτ᾽ ὄμμασιν ἢ πυρὸς αὐγὰς Δεῖξεν ὅλας, ἢ φωτὸς ἀπληστοτέροιο κόρεσσεν; Λώϊον, ἢν κατὰ μικρὸν ἄγῃς πυριθαλπέας αὐγὰς, Μή πως καὶ γλυκεροῖο φάους πηγάς τι χαλέψῃς.

Ὡς γὰρ Πατρὸς ἄνακτος ὅλην θεότητα προφαίνων Πρόσθε λόγος, Χριστοῖο μέγα κλέος αὐγάζεσκε Παύροισιν πινυτοῖσι φαεινόμενον μερόπεσσιν, Ὣς καὶ Παιδὸς ἔπειτα φαεινοτέρην ἀναφαίνων, Πνεύματος αἰγλήεντος ὑπήστραψεν θεότητα.

Βαιὸν τοῖσδ᾽ ὑπέλαμψε, τὸ δὲ πλέον ἡμῖν ἔλειπεν, Οἷς ῥα καὶ ἐν γλώσσῃσι πυρὸς μετέπειτ᾽ ἐμερίσθη, Σῆμα φέρον θεότητος, ὅτ᾽ ἐκ χθονὸς ἆλτο Σαωτήρ. Καὶ γὰρ πῦρ Θεὸν οἶδα κακοῖς, ὡς φῶς ἀγαθοῖσιν. Οὕτω σοι θεότητα συνήγαγον. Εἰ δὲ τέθηπας Υἱόν τ᾽ οὐχ Υἱόν τε μιῆς θεότητος ἀκούων, Μύθοις τ᾽ ἀντιθέτοισιν ἐϋστροφέεσσι πέποιθας Δώσει κἀνθάδ᾽ ἔμοιγε Θεὸς λόγον αὐτὸς ἐπελθών.

Ἐξ ἑνὸς ἀρχεγόνοιο δάμαρ καὶ Σὴθ ἐγένοντο, Ἡμίτομος, δυάδος τε γόνος θεσμοῖσι γάμοιο· Οὐ τεκτὴ, τεκτός τε, βροτοί γε μὲν ἔσκον ὁμοίως. Τῶν σὺ μνωόμενος μηδὲν Θεότητος ἀτίζειν, Πρόσθε φέρων τόδ᾽ ἔνερθεν. Ἴη φύσις ἐστὶν, ἄμετρον, Ἄκτιστον, ἄχρονον, ἐσθλὸν, ἐλεύθερον, ἠδ᾽ ὁμόσεπτον, Εἷς Θεὸς ἐν τρισσοῖς ἀμαρύγμασι κόσμον ἑλίσσων.

Τοῖσιν ἐγὼ νέος ἄλλος ἐγείρομαι, εὖτε λοετρῷ Θαπτομένου θανάτοιο παλίσσυτος ἐς φάος ἔλθω. Τρισσὴ γὰρ θεότης με φαεσφόρον ἐξανέτειλεν. Οὔ σε, κάθαρσι φίλη, οὐ ψεύσομαι. Εἰ θεότητι Λουσάμενος θεότητα διατμήξαιμι φαεινὴν, Λώϊον ἦν ... τρομέω δὲ κακοῦ μύθοιο τελευτὴν, Ἐλπωρῇ θείοιο χαρίσματος ἠδὲ λοετρῶν.

Εἴ μ᾽ ὅλον ἐξεκάθηρεν, ὅλος καὶ σεπτὸς ἔμοιγε Ἔστι Θεός. Τὸ δ᾽ ἂν ἴσον ἔχοι βροτὸς ὅστις ἀλιτρὸς, Αὐτὸς ἑὴν θεότητα, Θεοῦ γέρας, ἄνδιχα τέμνων. Εἴ τινα δ᾽ ἢ περὶ Παιδὸς ἀκούομεν, ἢ ἀγαθοῖο Πνεύματος ἐν θείοισι λόγοις καὶ θειοφόροισιν Ἀνδράσιν, ὥς ῥα Θεοῖο τὰ δεύτερα Πατρὸς ἔχουσιν, Ὧδε νοεῖν κέλομαί σε λόγοις Σοφίης βαθυκόλπου Ὡς εἰς ῥίζαν ἄναρχον ἀνέρχεται, οὐ θεότητα Τέμνει, ὄφρα κεν οἶον ἔχῃς κράτος, οὐ πολύσεπτον.

Ἐκ μονάδος Τριάς ἐστι, καὶ ἐκ Τριάδος μονὰς αὖθις, Οὔτε πόρος, πηγὴ, ποταμὸς μέγας, ἕν τε ῥέεθρον, Ἐν τρισσοῖσι τύποισιν ἐλαυνόμενον κατὰ γαίης· Οὔτε δὲ πυρκαϊῆς λαμπὰς πάλιν εἰς ἓν ἰοῦσα, Οὔτε λόγος προϊών τε νόου, καὶ ἔνδοθι μίμνων, Οὔτε τις ἐξ ὑδάτων κινήμασιν ἡλιακοῖσι, Μαρμαρυγὴ, τοίχοισι περίτρομος, ἀστατέουσα, Πρὶν πελάσαι φεύγουσα, πάρος φυγέειν πελάουσα.

Οὐδὲ γὰρ ἄστατός ἐστι Θεοῦ φύσις, ἠὲ ῥέουσα, Ἠὲ πάλιν συνιοῦσα· τὸ δ᾽ ἔμπεδόν ἐστι Θεοῖο. Ἀλλ᾽ ὧδ᾽ ἂν φρονέων καθαρὸν θύος ἔνδοθι ῥέζοις. Ἐν τρισσοῖς φαέεσσιν ἴη φύσις ἐστήρικται. Οὔτε μονὰς νήριθμος, ἐπεὶ τρισὶν ἵστατ᾽ ἐν ἐσθλοῖς Οὔτε Τριὰς πολύσεπτος, ἐπεὶ φύσις ἔστ᾽ ἀκέαστος.

Ἡ μονὰς ἐν θεότητι, τὰ δ᾽ ὧν θεότης τρισάριθμα. Εἷς Θεός ἐστιν ἕκαστον, ἐπὴν μόνον ἐξαγορεύῃς. Εἷς Θεὸς αὖθις ἄναρχος, ὅθεν πλοῦτος θεότητος, Εὖτε τριῶν τινα μνῆστιν ἔχῃ λόγος, ὡς τὸ μὲν εἴη Τῶν τρισσῶν φαέων σεπτὸν κήρυγμα βροτοῖσι, Τῷ δὲ μονοκρατίην ἐριλαμπέα κυδαίνωμεν, Μηδὲ θεῶν ἀγορῇ τερπώμεθα τῇ πολυάρχῳ.

Ἴσον γὰρ πολύαρχον ἐμοὶ καὶ πάμπαν ἄναρχον Μαρνάμενον. Δῆρις δὲ διάστασις· ἡ δ᾽ ἐπὶ λῦσιν Σπεύδει. Τῷ Θεότητος ἑκὰς πολύαρχον ἔμοιγε. Τρεῖς δὲ θεοὺς καλέοιεν, ὅσους χρόνος, ἠὲ νόημα, Ἢ κράτος, ἠὲ θέλησις ἀπ᾽ ἀλλήλων ἐκέαυσεν.

Αὐτοῦ ταυτὸν ἕκαστον ἀδήριτον οὔ ποτ᾽ ἐόντα. Τῆς δ᾽ ἄρ᾽ ἐμῆς Τριάδος ἓν μὲν σθένος, ἓν δὲ νόημα, Ἓν κλέος, ἓν δὲ κράτος. Τῷ καὶ μονάς ἐστιν ἄρευστος, Ἀρμονίῃ θεότητος ἰῇ μέγα κῦδος ἔχουσα. Τόσσον ἐμοῖς φαέεσσι Τριὰς σέλας ἐξεκάλυψεν, Ἐκ πτερύγων θείου τε πετάσματος ἔνδοθι νηοῦ, Τοῖς ὕπο κεύθετ᾽ ἄνασσα Θεοῦ φύσις. Εἰ δὲ πλέον τι Ἀγγελικοῖσι χοροῖσι, τόδε πλέον ἡ Τριὰς ἴστω.