Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ποιήματα δογματικά

Γρηγόριος ὁ Ναζιανζηνός

Οι νοερές ουσίες

Θεολογική αναφορά στη φύση, το έργο και τη φωτοχυσία των αγγέλων, καθώς και στην πτώση του Εωσφόρου και στη δαιμονική ενέργεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 6 από 16

Ζʹ. Περὶ νοερῶν οὐσιῶν. Οἵη δ᾽ ὑετίοιο κατ᾽ ἠέρος εὐδιόωντος, Ἀντομένη νεφέεσσιν ἀποκρούστοις περιωγαῖς, Ἀκτὶς ἠελίοιο πολύχροον ἶριν ἑλίσσει, Ἀμφὶ δέ μιν πάντη σελαγίζεται ἐγγύθεν αἰθὴρ, Κύκλοισιν πυκινοῖσι καὶ ἔκτοθε λυομένοισι· Τοίη καὶ φαέων πέλεται φύσις, ἀκροτάτοιο Φωτὸς ἀποστίλβοντος ἀεὶ νόας ἥσσονας αὐγαῖς.

Ἤτοι ὁ μὲν πηγὴ φαέων, φάος οὔτ᾽ ὀνομαστὸν, Οὔθ᾽ ἑλετὸν, φεῦγόν τε νόου τάχος ἐγγὺς ἰόντος, Αἰὲν ὑπεκπροθέον πάντων φρένας, ὥς κε πόθοισι Τεινώμεσθα πρὸς ὕψος ἀεὶ νέον. Οἱ δέ τε φῶτα Δεύτερα ἐκ Τριάδος βασιλήϊον εὖχος ἐχούσης, Ἄγγελοι αἰγλήεντες, ἀειδέες, οἵ ῥα θόωκον Ἀμφὶ μέγαν βεβαῶτες, ἐπεὶ νόες εἰσὶν ἐλαφροὶ, Πῦρ καὶ πνεύματα θεῖα δι᾽ ἠέρος ὦκα θέοντες Ἐσσυμένως μεγάλῃσιν ὑποδρήσσουσιν ἐφετμαῖς, Ἁπλοῖ τε, νοεροί τε, διαυγέες, οὔτ᾽ ἀπὸ σαρκῶν Ἐρχόμενοι (σάρκες γὰρ ἐπεὶ πάγεν αὖθις ὀλοῦνται), Οὔτ᾽ ἐπὶ σάρκας ἰόντες, ὅπερ δ᾽ ἐγένοντο μένοντες.

Ἤθελον εἰπεῖν πάμπαν ἀτειρέες· ἀλλ᾽ ἄνεχ᾽ ἵππον Καὶ μάλα θερμὸν ἐόντα, νόου ψαλίοισιν ἐέργων. Καί ῥ᾽ οἱ μὲν μεγάλοιο παραστάται εἰσὶ Θεοῖο· Οἱ δ᾽ ἄρα κόσμον ἅπαντα ἑαῖς κρατέουσιν ἀρωγαῖς, Ἄλλην ἄλλος ἔχοντες ἐπιστασίην παρ᾽ ἄνακτος, Ἄνδρας τε, πτόλιάς τε, καὶ ἔθνεα πάνθ᾽ ὁρόωντες, Καὶ λογικῶν θυέων ἐπιίστορες ἡμερίοισι.

Θυμὲ, τί καὶ ῥέξεις; τρομέει λόγος οὐρανίοισι Κάλλεσιν ἐμβεβαώς· ἀχλὺς δέ μοι ἀντεβόλησεν, Οὐδ᾽ ἔχω ἢ προτέρω θεῖναι λόγον ἢ ἀναδῦναι. Ὡς δ᾽ ὅτε τρηχαλέῳ ποταμῷ περάων τις ὁδίτης Ἐξαπίνης ἀνέπαλτο, καὶ ἴσχεται ἱέμενός περ, Πολλὰ δέ οἱ κραδίη πορφύρεται ἀμφὶ ῥεέθρῳ· Χρειὼ θάρσος ἔπηξε, φόβος δ᾽ ἐπέδησεν ἐρωήν· Πολλάκι ταρσὸν ἄειρεν ἐφ᾽ ὕδατι, πολλάκι δ᾽ αὖτε Χάσσατο, μαρναμένων δὲ, φόβον νίκησεν ἀνάγκη.

Ὣς καὶ ἐμοὶ θεότητος ἀειδέος ἐγγὺς ἰόντι, Τάρβος μὲν καθαροῖο παραστάτας ὑψιμέδοντος Θεῖναι ὑπ᾽ ἀμπλακίῃ, φωτὸς κεκορημένον εἶδος, Μή πω καὶ πλεόνεσσιν ὁδὸν κακίης στορέσαιμι. Τάρβος δ᾽ ἄτροπον ἐσθλὸν ἐμοῖς ἐπέεσσι χαράξαι, Μέσφ᾽ ὅτε καὶ σκολιόν τιν᾽ ὁρῶ κακίης μεδέοντα.

Οὔτε γὰρ ἦν ἀγαθοῖο, κακοῦ φύσιν ἄμμι φυτεῦσαι, Ἠὲ μόθον προφέρειν καὶ ἔχθεα οἷσι φίλοισιν· Οὔτε μὲν ἀντιθόωκον ἀναστῆναι κακότητα Ὕστατον, ἢ καὶ ἄναρχον ἔχειν φύσιν ὥσπερ ἄνακτα. Ὧδέ μοι ἀσχαλόωντι Θεὸς νόον ἔμβαλε τοῖον.

Πρῶτον μὲν Θεότητος ἁγνὴ φύσις ἄτροπος αἰεὶ, Ἀνθ᾽ ἑνὸς οὔ ποτε πολλά. Τί γὰρ Θεότητος ἄρειον Εἰς ὃ μετακλίνοιτο; τὸ δὲ πλέον ὄντος ἄλυξις. Δεύτερον ἀκροτάτοιο φάους μεγάλοι θεράποντες, Τόσσον πρωτοτύποιο καλοῦ πέλας, ὁσσάτιόν περ Αἰθὴρ ἠελίοιο. Τὸ δὲ τρίτον ἠέρες ἡμεῖς.

Εἰς πάντ᾽ ἄτροπός ἐστι Θεοῦ φύσις· εἰς κακίην δὲ Δύστροπος ἀγγελικὴ, καὶ τὸ τρίτον εὔτροπος ἡμεῖς, Ὅσσον τῆλε Θεοῖο, τόσον κακίης πελάοντες. Τοὔνεκεν ὁ πρώτιστος Ἑωσφόρος ὑψόσ᾽ ἀερθεὶς (Ἦ γὰρ δὴ μεγάλοιο Θεοῦ βασιληΐδα τιμὴν Ἤλπετο, κῦδος ἔχων περιώσιον), ὤλεσεν αἴγλην, Καὶ πέσεν ἐνθάδ᾽ ἄτιμος, ὅλον σκότος ἀντὶ Θεοῖο· Καὶ κοῦφός περ ἐὼν χθαμαλὴν ἐπὶ γαῖαν ὄλισθεν, Ἔνθεν ἀπεχθαίρει πινυτόφρονας, οὐρανίης δὲ Εἴργει πάντας ὁδοῖο, χολούμενος ἣν διὰ λώβην.

Οὐδ᾽ ἐθέλει θεότητος, ὅθεν πέσεν, ἆσσον ἱκέσθαι Πλάσμα Θεοῦ· ξυνὴν γὰρ ἔχειν ἐπόθησε βροτοῖσιν Ἀμπλακίην σκοτίην τε· τῷ ἔκβαλεν ἐκ παραδείσου, Κύδεος ἱμείροντας ὁ βάσκανος ἰσοθέοιο. Ὣς ἄρ᾽ ὅγ᾽ οὐρανίης ἐξ ἄντυγος ἦλθεν ἀερθείς· Ἀλλ᾽ οὐ μοῦνος ὄλισθεν, ἐπεὶ δέ μιν ὤλεσεν ὕβρις, Κάππεσε σὺν πλεόνεσσιν, ὅσους κακίην ἐδίδαξεν (Ὡς στρατὸν ἐκ Βασιλῆος ἀποῤῥήξας τις ἀλιτρὸς), Βασκανίῃ τε χοροῖο θεόφρονος ὑψιμέδοντος, Καὶ πλεόνεσσι κακοῖσιν ἔχων πόθον ἐμβασιλεύειν.

Ἔνθεν ἄρ᾽ ἐβλάστησαν ἐπιχθόνιοι κακότητες, Δαίμονες ἀνδροφόνοιο κακοῦ βασιλῆος ὀπηδοὶ, Ἀδρανέα, σκιόεντα, δυσαντέα φάσματα νυκτὸς, Ψεῦσταί θ᾽, ὑβρισταί τε, διδάσκαλοι ἀμπλακιάων, Πλάγκται, ζωροπόται, φιλομειδέες, ἐγρεσίκωμοι, Χρησμολόγοι, λοξοὶ, φιλοδήριες, αἱματόεντες, Ταρτάρεοι, μυχόεντες, ἀναιδέες, ἀρχιγόητες, Ἐρχόμενοι καλέουσιν, ἀπεχθαίρουσι δ᾽ ἄγοντες· Νὺξ, φάος, ὥς κεν ἕλωσιν, ἢ ἀμφαδὸν, ἢ λοχόωντες.

Τοίη μὲν κείνων στρατιὴ, τοῖος δὲ καὶ ἀρχὸς, Χριστὸς δ᾽ οὔτε μιν ἔσχεν ἀϊστώσας ἰότητι, ᾟ καὶ κόσμον ἔτευξεν ὅλον· καὶ τόνδ᾽ ἂν ὄλεσσεν, Αἶψ᾽ ἐθέλων (χαλεπὴ δὲ Θεοῦ κοτέοντος ἄλυξις), Οὐδὲ μὲν οὐδ᾽ ἀνέηκεν ἐλεύθερον ἐχθρὸν ἐμεῖο, Ἀλλὰ μέσον μεθέηκεν ὁμῶς ἀγαθῶν τε κακῶν τε, Δῶκε δ᾽ ἐπ᾽ ἀλλήλοισι κακὸν μόθον, ὡς ὁ μὲν αἰνὸν Αἶσχος ἔχῃ, καὶ τῇδε, χερείονί περ πολεμίζων, Οἱ δ᾽ ἀρετῇ μογέοντες ἑὸν κλέος αἰὲν ἔχωσιν, Ὡς χρυσὸς, χοάνοισι καθαιρόμενοι βιότοιο, Ἢ τάχα κεν μετέπειτα δίκας τίσειεν ἀτειρὴς, Ὕλης δ᾽ ἁπτομένης, ὅτε ἔμπυρός ἐστιν ἄμειψις, Πολλὰ πάροιθεν ἑοῖσιν ἐνὶ δρηστῆρσι δαμασθεὶς Τειρομένοις· τὸ γάρ ἐστι κακοῦ γεννήτορι τίσις.

Ταῦτα μὲν ἀγγελικῆς αἴγλης πέρι Πνεῦμ᾽ ἐδίδαξε Πρώτης θ᾽, ὑστατίης τε. Μέτρον δέ τε κἀνθάδ᾽ ἀνεῦρε. Μέτρον δ᾽ αὖ Θεός ἐστιν. Ὅσον πελάει τις ἄνακτι, Τοσσάτιον φάος ἐστὶν, ὅσον φάος, εὖχος ὁμοῖον.