Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Πρὸς Γρηγόριον Νύσσης

Γρηγόριος ὁ Ναζιανζηνός

Εγκώμιο της φιλίας και βιβλικοί παραλληλισμοί

Υποδοχή του πνευματικού φίλου, έκφραση χαράς για την άφιξή του και απεικόνιση των δύο αδελφών ως πνευματικών ηγετών κατά το πρότυπο του Μωυσή και του Ααρών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 4

ΛΟΓΟΣ ΙΑʹ. Τοῦ αὐτοῦ, εἰς Γρηγόριον Νύσσης, τὸν τοῦ μεγάλου Βασιλείου ἀδελφὸν, ἐπιστάντα μετὰ τὴν χειροτονίαν. Αʹ. Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα τῶν ὄντων οὐδὲν, οὐδέ τις σταθμὸς τῆς καλλονῆς αὐτοῦ. Φίλος πιστὸς σκέπη κραταιὰ, καὶ ὠχυρωμένον βασίλειον. Φίλος πιστὸς θησαυρὸς ἔμψυχος.

Φίλος πιστὸς ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν. Φίλος πιστὸς κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη, κατὰ καιρὸν ἀνοιγόμενά τε καὶ μεταλαμβανόμενα. Φίλος πιστὸς λιμὴν ἀναψύξεως. Ἂν δὲ καὶ συνέσει διαφέρῃ, πηλίκον; Εἰ δὲ καὶ παιδείαν ἄκρος, καὶ παιδείαν παντοίαν, τήν τε ἡμετέραν λέγω καὶ τήν ποτε ἡμετέραν, ὅσῳ λαμπρότερον;

Εἰ δὲ καὶ υἱὸς φωτὸς, ἢ ἄνθρωπος τοῦ Θεοῦ, ἢ ἐγγίζων Θεῷ, ἢ ἀνὴρ ἐπιθυμιῶν τῶν κρειττόνων. ἤ τι τῶν τοιούτων ὀνομάζεσθαι ἄξιος, οἷς ἡ Γραφὴ τιμᾷ τοὺς ἐνθέους, καὶ ὑψηλοὺς, καὶ τῆς ἄνω μερίδος, τοῦτο μὲν ἤδη δῶρον Θεοῦ, καὶ φανερῶς ὑπὲρ τὴν ἀξίαν τὴν ἡμετέραν. Εἰ δὲ καὶ παρὰ φίλου πρὸς ἡμᾶς ἥκων, καὶ τούτου τήν τε ἀρετὴν ὁμοτίμου, καὶ τὴν φιλίαν τὴν ἡμετέραν, ἔτι τερπνότερόν τε καὶ χαριέστερον, καὶ μύρου τοῦ κοσμοῦντος πώγωνά τε ἱερέως καὶ ὤαν ἐνδύματος εὐωδέστερον.

Βʹ. Ἆρ᾽ οὖν ἱκανὰ ταῦτα, καὶ μετρίως ὑμῖν τὸν ἄνδρα ὁ λόγος ἔγραψεν; Ἢ δεῖ, καθάπερ τοὺς ἐπιμελεῖς τῶν ζωγράφων, πολλάκις ἐπιβάλλειν τὰ χρώματα, ἵνα τελεωτέραν ὑμῖν τὴν τοῦ λόγου γραφὴν παραστήσωμεν; Καὶ δὴ γράψομεν ὑμῖν τελεώτερόν τε καὶ σαφέστερον. Τίς νομοθετῶν ἐπιφανέστατος;

Μωϋσῆς. Τίς ἱερέων ἁγιώτατος; Ἀαρών· οὐχ ἧττον ἀδελφοὶ τὴν εὐσέβειαν ἢ τὰ σώματα· μᾶλλον δὲ ὁ μὲν Θεὸς Φαραὼ, καὶ τοῦ Ἰσραὴλ προστάτης καὶ νομοθέτης, καὶ τῆς νεφέλης εἴσω χωρῶν, καὶ θείων μυστηρίων ἐπόπτης τε καὶ μυσταγωγὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς τεχνίτης, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος· ἱερεῖς δὲ ὁμοίως ἀμφότεροι. Μωσῆς γὰρ, φησὶ, καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ· ὁ μὲν ἄρχων ἀρχόντων, καὶ ἱερεὺς ἱερέων, χρώμενος μὲν ὅσα γλώσσῃ τῷ Ἀαρὼν, αὐτὸς δὲ τὰ πρὸς Θεὸν ἐκείνῳ γινόμενος· ὁ δὲ μετ᾽ ἐκεῖνον μὲν εὐθὺς, πολὺ δὲ πρὸ τῶν ἄλλων ἀξίᾳ τε καὶ τῇ πρὸς Θεὸν ἐγγύτητι. Ἀμφότεροι βασανίζοντες Αἴγυπτον, θάλασσαν τέμνοντες, τὸν Ἰσραὴλ διεξάγοντες, τοὺς ἐχθροὺς βαπτίζοντες, ἄρτον ἄνωθεν ἕλκοντες, ὕδωρ ἄπιστον ἐν ἐρήμῳ, τὸ μὲν ἐκδιδόντες, τὸ δὲ γλυκαίνοντες· ἀμφότεροι καταπολεμοῦντες τὸν Ἀμαλὴκ ἐκτάσει χειρῶν ἁγίᾳ, καὶ τύπῳ μυστηρίου μείζονος· ἀμφότεροι πρὸς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ ὁδηγοῦντες καὶ σπεύδοντες. Μή τι γνωριμώτερον τῆς εἰκόνος; Οὐ σαφῶς ὑμῖν τὸν ὁμώνυμον ἐμοὶ καὶ ὁμόψυχον ὁ ζωγράφος λόγος ἀνετυπώσατο;