Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Πρὸς τὸν πατέρα (λόγος ιβ΄)

Γρηγόριος ὁ Ναζιανζηνός

Επίλογος και τριαδική δοξολογία

Ο λόγος ολοκληρώνεται με τη θεολογική διακήρυξη της ομοούσιας θεότητας του Αγίου Πνεύματος και την καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 4

Ϛʹ. Οὗτος ὁ παρ᾽ ἐμοῦ λόγος ὑμῖν, ὦ ἄνδρες, ἁπλῶς τε καὶ μετὰ πάσης εὐνοίας εἰρημένος, καὶ τοῦτο τὸ τῆς ἐμῆς διανοίας μυστήριον. Νικώῃ δὲ ὅ τι ἂν καὶ ὑμῖν καὶ ἡμῖν μέλλῃ συνοίσειν, τοῦ Πνεύματος ἄγοντος τὰ ἡμέτερα (πάλιν γὰρ εἰς ταυτὸν ὁ λόγος ἀνέρχεται), ᾧ δεδώκαμεν ἡμᾶς αὐτοὺς, καὶ τὴν χρισθεῖσαν κεφαλὴν τῷ ἐλαίῳ τῆς τελειώσεως ἐν Πατρὶ παντοκράτορι, καὶ τῷ μονογενεῖ Λόγῳ, καὶ τῷ ἁγίῳ Πνεύματι καὶ Θεῷ. Μέχρι γὰρ τίνος τῷ μοδίῳ τὸν λύχνον περικαλύψομεν, καὶ φθονήσομεν τοῖς ἄλλοις τῆς τελείας θειότητος, δέον ἐπὶ τὴν λυχνίαν ἤδη τιθέναι καὶ λάμπειν πάσαις Ἐκκλησίαις τε καὶ ψυχαῖς, καὶ παντὶ τῷ τῆς οἰκουμένης πληρώματι, μηκέτι εἰκαζόμενον, μηδὲ τῇ διανοίᾳ σκιαγραφούμενον, ἀλλὰ καὶ φανερῶς ἐκλαλούμενον; Ἥπερ δὴ τελεωτάτη τῆς θεολογίας ἀπόδειξις τοῖς ταύτης ἠξιωμένοις τῆς χάριτος ἐν αὐτῷ Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας.

Ἀμήν.