Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Πρὸς τὸν πατέρα (λόγος ιβ΄)

Γρηγόριος ὁ Ναζιανζηνός

Η προσφώνηση προς τον πατέρα και η ανάγκη συμποιμένα

Εξέταση των σωματικών και πνευματικών αιτιών που οδήγησαν στην αναζήτηση βοηθού για το ποιμαντικό έργο, παραθέτοντας σχετικά βιβλικά πρότυπα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 4

Βʹ. Φθέγξομαι μὲν οὖν, ἐπειδὴ τοῦτο κελεύομαι, φθέγξομαι δὲ πρός τε τὸν ἀγαθὸν τοῦτον ποιμένα, καὶ τὴν ἱερὰν ποίμνην ὑμᾶς, ἅ μοι δοκεῖ βέλτιον εἶναι, ἐμέ τε εἰπεῖν, καὶ ὑμᾶς ἀκοῦσαι σήμερον. Τί ὅτι τοῦ συμποιμαίνοντος ἐδεήθης; Ἀπὸ σοῦ γὰρ ὁ λόγος ἄρξεται, ὦ φίλη καὶ τιμία μοι κεφαλὴ, καὶ τῆς Ἀαρὼν ἐκείνης ἀξία, καθ᾽ ἧς στάζει τὸ πνευματικόν τε καὶ ἱερατικὸν ἐκεῖνο μύρον ἄχρι πώγωνος καὶ ἐνδύματος. Τί ὅτι, πολλοὺς στηρίζειν ἔτι καὶ χειραγωγεῖν δυνάμενος, καὶ μέντοι καὶ χειραγωγῶν ἐν τῇ ἰσχύϊ τοῦ Πνεύματος, βακτηρίαν ὑποβάλλῃ τοῖς πνευματικοῖς ἔργοις καὶ ἔρεισμα; Ἢ τοῦτο εἰδὼς καὶ ἀκούων, ὅτι καὶ μετὰ Ἀαρὼν ἐκείνου τοῦ πάνυ ἐχρίσθησαν Ἐλεάζαρ καὶ Ἰθάμαρ οἱ υἱοὶ Ἀαρών; τὸν γὰρ Ναδὰβ καὶ Ἀβιοὺδ ἐκὼν ὑπερβήσομαι, δέει τῆς βλασφημίας· καὶ Μωϋσῆς ἀνθ᾽ ἑαυτοῦ τὸν Ἰησοῦν ἀναδείκνυσιν ἔτι ζῶν ἀντὶ νομοθέτου καὶ στρατηγοῦ, τοῖς ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας ἐπειγομένοις; Καὶ τὸ μὲν γὰρ τοῦ Ἀαρὼν καὶ τοῦ Ὢρ ὑποστηριζόντων τὰς χεῖρας Μωϋσέως ἐπὶ τοῦ ὄρους, ἵν᾽ ὁ Ἀμαλὴκ καταπολεμηθῇ τῷ σταυρῷ, πόῤῥωθεν σκιαγραφουμένῳ καὶ τυπουμένῳ, δοκῶ μοι παρήσειν ἑκὼν, ὡς οὐ σφόδρα οἰκεῖον ἡμῖν καὶ πρόσφορον· οὐ γὰρ συννομοθέτας ᾑρεῖτο τούτους Μωϋσῆς, ἀλλ᾽ εὐχῆς βοηθοὺς, καὶ καμάτου χειρῶν ἐρείσματα.

Γʹ. Σοὶ δὲ τί πάσχει; τί κάμνει; Τὸ σῶμα; Ὑποστηρίζειν ἕτοιμος· ἀλλὰ καὶ ὑπεστήριξα, καὶ ἐστηρίχθην, ὡς ὁ Ἰακὼβ ἐκεῖνος, πατρικαῖς εὐλογίαις. Ἀλλὰ τὸ πνεῦμα; Τίς ἰσχυρότερος, καὶ θερμότερος, καὶ νῦν μάλιστα, ὅσῳ τὰ τῆς σαρκὸς ὑποβαίνει καὶ ὑπεξίσταται, ὥσπερ φωτὶ, τὸ ἀντιφράττον καὶ ἀντικείμενον, καὶ κωλύον τὴν λαμπηδόνα;

Φιλεῖ γὰρ ὡς τὰ πολλὰ ἀντιπολεμεῖν ταῦτα ἀλλήλοις καὶ ἀντικαθέζεσθαι· καὶ σῶμα μὲν εὐεκτεῖν, καμνούσης ψυχῆς, ψυχὴν δὲ θάλλειν καὶ ἄνω βλέπειν, τῶν ἡδονῶν ὑποβαινουσῶν καὶ συναπομαραινομένων τῷ σώματι. Σοῦ δὲ καὶ ἄλλως ἐθαύμασα τὸ ἀρχαϊκὸν καὶ γενναῖον, πῶς οὐδὲ τοῦτο ἔδεισας, σφόδρα τῶν νῦν ὑπάρχον καιρῶν, μή σοι τὸ πνεῦμα πρόφασις νομισθῇ, καὶ σαρκικῶς ταῦτα λαμβάνειν δοκῶμεν τοῖς πολλοῖς, πνευματικῶς προσποιούμενοι. Ἐπειδὴ μέγα τὸ πρᾶγμα καὶ τυραννικὸν, καὶ θαυμασίαν οἵαν ἔχον ἀπόλαυσιν, οἱ πολλοὶ νομίζεσθαι πεποιήκασιν· κἂν ἔτι στενοτέρας τις ἢ κατὰ ταύτην προστατῇ καὶ ἐξηγῆται ποίμνης, καὶ πλέον φερούσης τῶν ἡδέων τὰ μοχθηρά.

Τοῦτο μὲν δὴ τῆς σῆς εἴτε ἁπλότητος εἴτε φιλοτεκνίας, ὑφ᾽ ἧς οὔτε τι τῶν πονηρῶν, οὔτε αὐτὸς παραδέχῃ, οὔτε περὶ τῶν ἄλλων ῥᾳδίως ὑπολαμβάνεις· (βραδὺ γὰρ εἰς ὑπόνοιαν κακοῦ τὸ πρὸς κακίαν δυσκίνητον·) ἐμοὶ δὲ καὶ δεύτερον πρὸς τὸν εἴτε σὸν εἴτε καὶ ἐμὸν λαὸν τοῦτον βραχέα διαλεχθῆναι.