Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Πρὸς τοὺς ἀποστειλαντας αὐτὸν καὶ μὴ ἀπαντήσαντας

Γρηγόριος ὁ Ναζιανζηνός

Έλεγχος για την απουσία του ποιμνίου από τη διδασκαλία

Έκφραση απογοητεύσεως προς το ποίμνιο, το οποίο, αν και τον ανέσπασε από την ησυχία της ερήμου, τελικώς περιφρόνησε την παρουσία και τον πνευματικό του λόγο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 4

ΛΟΓΟΣ Γʹ. Πρὸς τοὺς καλέσαντας, καὶ μὴ ἀπαντήσαντας. Αʹ. Πῶς βραδεῖς ἐπὶ τὸν ἡμέτερον λόγον, ὦ φίλοι καὶ ἀδελφοὶ, καίτοι γε ταχεῖς εἰς τὸ τυραννῆσαι, καὶ τῆς ἡμετέρας ἀκροπόλεως ἀποσπᾶσαι τῆς ἐρημίας, ἣν ἐγὼ πάντων μάλιστα ἠσπασάμην, καὶ ὡς συνεργὸν καὶ μητέρα τῆς θείας ἀναβάσεως, καὶ θεοποιὸν, διαφερόντως ἠγάσθην τε καὶ παντὸς τοῦ βίου προεστησάμην;

Πῶς ὃ λαβεῖν ἐποθεῖτε περιφρονεῖτε λαβόντες, καὶ βελτίους ἐφάνητε ποθεῖν ἀπόντας, ἢ ἀπολαύειν παρόντων, ὥσπερ κρατῆσαι μᾶλλον τῆς ἡμετέρας φιλοσοφίας ἢ ὄνασθαι ταύτης θελήσαντες; Ἢ καλόν μοι καὶ τοῦτο εἰπεῖν· ἐγενήθημεν ὑμῖν εἰς πλησμονὴν, πρὶν γευσθῆναι, καὶ πεῖραν δοῦναι· τὸ παραδοξότατον.

Βʹ. Καὶ οὐδὲ ὡς ξένους ἡμᾶς συνηγάγητε, ἢ συνήχθητε μεθ᾽ ἡμῶν, ἵν᾽ εἴπω τι συμπαθέστερον, ταύτην, εἰ μή τι ἄλλο, τὴν ἐντολὴν αἰδεσθέντες· οὐδὲ ὡς ἀρχομένους ἐχειραγωγήσατε, οὐδὲ ὡς δειλοὺς ἐθαρσύνατε, οὐδὲ ὡς βιασθέντας παρεκαλέσατε· ἀλλ᾽ ἀνέορτον ἡμῖν, ὀκνῶ μὲν εἰπεῖν, εἰρήσθω δὲ ὅμως, πεποιήκατε τὴν ἑορτὴν, καὶ προοιμίοις οὐκ ἀγαθοῖς ἡμᾶς ἐδεξιώσασθε· καὶ τῇ πανηγύρει κατήφειαν κατεμίξατε, τὸ μέγιστον εἰς ἡδονὴν οὐκ ἐχούσῃ τοὺς ἐμοὺς νικητὰς ὑμᾶς, οὐ γὰρ ἐραστὰς εἰπεῖν ἀληθές.