Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Πρὸς τοὺς ἀποστειλαντας αὐτὸν καὶ μὴ ἀπαντήσαντας

Γρηγόριος ὁ Ναζιανζηνός

Έπαινος της ορθοδόξου ομολογίας της κοινότητος

Μετάβαση σε παρηγορητικό λόγο και εγκώμιο προς το ολιγάριθμο ποίμνιο για την ακριβή και ανόθευτη πίστη του στο δόγμα της Αγίας Τριάδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 4

Ϛʹ. Ἀλλ᾽ ἐμοὶ μὲν οὔτε νῦν θεμιτόν ἐστιν ὑμῶν τι καθάψασθαι, μήτ᾽ ἄλλοτε γένοιτο. Καὶ ταῦτα ἴσως ὑπὲρ τὸ μέτριον καθηψάμην, τῆς ἱερᾶς ποίμνης, τῶν ἐπαινετῶν Χριστοῦ θρεμμάτων, τῆς θείας κληρονομίας, δι᾽ ἣν πλούσιος σὺ, κἂν ᾖς πένης. Κἀκεῖνά σοι πρέπειν ἡγοῦμαι τὰ ῥήματα· Σχοινία ἐπέπεσέ σοι ἐν τοῖς κρατίστοις· καὶ γὰρ ἡ κληρονομία σου κρατίστη σοί ἐστι· καὶ οὐ παρήσω ταῖς ἀριθμουμέναις τῶν πόλεων, οὐδὲ τῶν ποιμνίων τοῖς πλατυτάτοις ἔχειν τι πλέον ἡμῶν τῶν ὀλίγων τῆς ἐλαχίστης φυλῆς ἐν υἱοῖς Ἰσραὴλ, τῶν ὀλιγοστῶν ἐν χιλιάσιν Ἰούδα, τῆς μικρᾶς Βηθλεὲμ ἐν πόλεσιν, ἐν ᾗ Χριστὸς γεννᾶται, νῦν τε καὶ ἀπ᾽ ἀρχῆς καλῶς καὶ γινωσκόμενος καὶ σεβόμενος· παρ᾽ οἷς Πατὴρ ὑψοῦται, καὶ Υἱὸς ἰσάζεται, καὶ Πνεῦμα ἅγιον συνδοξάζεται· συμψύχοις, τὸ ἓν φρονοῦσι, μηδὲν τῆς Τριάδος ζημιουμένοις, ἢ ὑπερτιθεῖσιν, ἣ ἀποτέμνουσιν· ὡς οἱ κακοὶ διαιτηταὶ καὶ μετρηταὶ τῆς θεότητος, δι᾽ ὧν ἕν τι πλέον, ἢ καλῶς ἔχει, σεμνύνουσι, τὸ πᾶν ἐλαττοῦντες καὶ καθυβρίζοντες.

Ζʹ. Ὑμεῖς δὲ, εἴ τι χαρίζεσθέ μοι, τὸ ἐμὸν γεώργιον, ἢ ἄμπελος ἡ ἐμὴ, τὰ ἐμὰ σπλάγχνα, μᾶλλον δὲ τοῦ κοινοῦ Πατρὸς ἡμῶν, οὓς οὗτος ἐν Χριστῷ διὰ τοῦ Εὐαγγελίου ἐγέννησεν, αἰδεῖσθε μὲν καὶ ἡμᾶς· δίκαιον γὰρ, οἳ πάντων ὑμᾶς προετιμήσαμεν· ὑμεῖς μάρτυρες, καὶ οἳ ταύτην ἡμῖν ἐγχειρίσαντες τὴν εἴτε ἡγεμονίαν, εἴτε διακονίαν· καὶ εἰ τῷ πλεῖον ἀγαπήσαντι πλέον ὀφείλεται, πῶς μετρήσω τὴν ἀγάπην, ἧς ὑποχρέους ὑμᾶς διὰ τῆς ἐμῆς ἔλαβον; αἰδεῖσθε δὲ πλέον ὑμᾶς αὐτοὺς, καὶ τὴν πιστευθεῖσαν εἰκόνα, καὶ τὸν πιστεύσαντα, καὶ τὰ Χριστοῦ πάθη, καὶ τὰς ἐκεῖθεν ἐλπίδας, πίστιν μὲν ἔχοντες ἣν παρειλήφατε, καὶ ᾗ συνετράφητε, μεθ᾽ ἧς καὶ σώζεσθε, καὶ σώζειν ἄλλους πιστεύεσθε· οὐ γὰρ πολλῶν, εὖ ἴστε, τὸ ὑμέτερον καύχημα.