Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Πρὸς τοὺς ἐν Ναζιανζῷ πολίτας

Γρηγόριος ὁ Ναζιανζηνός

Η ανθρώπινη αστάθεια και η παιδαγωγική σημασία των δοκιμασιών

Επισκόπηση της μεταβλητότητας του επίγειου βίου, της ανεξιχνίαστης θείας πρόνοιας και της αξίας της υπομονής απέναντι στις θλίψεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 5

Δʹ. Κύκλος τίς ἐστιν, ἀδελφοὶ, τῶν ἀνθρωπίνων πραγμάτων, καὶ παιδεύει διὰ τῶν ἐναντίων ἡμᾶς ὁ Θεός· ὥσπερ συνεστήσατο τὰ πάντα σοφῶς καὶ συνέδησεν, οὕτω σοφῶς τὸ πᾶν διεξάγων καὶ κυβερνῶν τοῖς ἀνεφίκτοις αὐτοῦ καὶ ἀνεξιχνιάστοις κρίμασιν, ἐν δὲ τοῖς πᾶσι καὶ τὰ ἡμέτερα. Κινεῖται γὰρ, ἵν᾽ οὕτως εἴπω, τὸ πᾶν περὶ τὸν ἀκίνητον, καὶ σαλεύεται, λόγῳ μὲν οὐδαμῶς (ὁ γὰρ αὐτὸς ἐν πᾶσιν ἑστὼς καὶ ἀκίνητος, κἂν διαφεύγῃ τὴν ἡμετέραν ἀσθένειαν, τοῖς δὲ καθ᾽ ἑκάστην ἡμέραν ἀπαντῶσί τε καὶ συμπίπτουσιν. Καὶ τοῦτό ἐστι δόγμα Θεοῦ παλαιόν τε καὶ πάγιον, σκότος εἶναι ἀποκρυφὴν αὐτοῦ πρὸ τῶν ἡμετέρων ὀφθαλμῶν κεχυμένον· καὶ τὰ πολλὰ μὴ καθορᾶσθαι τῆς αὐτοῦ διοικήσεως, πλὴν ὅσον ἐν ἀμυδροῖς αἰνίγμασι καὶ φαντάσμασιν· εἴτε τὸν τῦφον ἡμῶν συστέλλοντος, ἵν᾽ εἰδῶμεν τὸ μηδὲν ὄντες πρὸς τὴν ἀληθινὴν σοφίαν καὶ πρώτην, ἀλλὰ πρὸς αὐτὸν νεύωμεν μόνον, καὶ ζητῶμεν ἀεὶ ταῖς ἐκεῖθεν αὐγαῖς ἐναστράπτεσθαι· εἴτε διὰ τῆς ἀνωμαλίας τῶν ὁρωμένων καὶ περιτρεπομένων μετάγοντος ἡμᾶς ἐπὶ τὰ ἑστῶτα καὶ μένοντα.

Πλὴν οὐδὲν ἀκίνητον, ὅπερ ἔφην, οὐδὲ ὁμαλὸν, οὐδὲ αὔταρκες, οὐδὲ εἰς τέλος ὅμοιον, οὔτε τὸ εὐθυμεῖν, οὔτε τὸ ἀθυμεῖν, οὐ πλοῦτος, οὐ πενία, οὐ δύναμις, οὐκ ἀσθένεια, οὐ ταπεινότης, οὐ δυναστεία, οὐ τὸ παρὸν, οὐ τὸ μέλλον, οὐ τὸ ἡμέτερον, οὐ τὸ ἀλλότριον, οὐ μικρὸν, οὐ μεῖζον, οὐχ ὅ τι ἂν εἴποι τις. Καὶ τοῦτο ἴσον ἡ ἀνισότης ἔχει, τὴν περὶ πάντα μεταβολήν.

Περιχωρεῖ γὰρ τὰ πάντα ῥᾳδίως, καὶ μεταχωρεῖ, καὶ ἀντικαθίσταται· ὡς αὔραις εἶναι μᾶλλον πιστεύειν καὶ γράμμασι τοῖς καθ᾽ ὕδατος, ἢ ἀνθρώπων εὐημερίᾳ. Καὶ φθόνος μὲν εὐπραξίαν, συμφορὰν δὲ ἔλεος ἵστησιν· καὶ τοῦτο σοφῶς, κατά γε τὸν ἐμὸν λόγον, καὶ θαυμασίως, ἵνα μήτε τὸ ἀλγεῖν ἀπαραμύθητον ᾖ, μήτε τὸ εὖ πράττειν ἀπαιδαγώγητον.

Εʹ. Σωφρόνων δὲ ἀνδρῶν, οἵτινες παιδεύονται ταῖς συμφοραῖς, καὶ ὡς χρυσὸς πυρὶ καθαιρόμενοι λέγουσιν· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου· ὡς τικτούσης τῆς ταπεινώσεως τὸ γινώσκειν τὰ δικαιώματα. Καὶ τὸ τοῦ Πέτρου πάσχουσιν, ἐπικαλεσαμένου τὴν σωτηρίαν ἐν τῷ μέλλειν καταδύεσθαι· καὶ μᾶλλόν τι προσχωροῦσι Θεῷ διὰ τὸ ἀλγεῖν, καὶ τὸν εὐεργέτην οἰκειοῦνται διὰ τῆς θλίψεως. Ἐπειδὴ κάμνουσα ψυχὴ ἐγγύς ἐστι Θεοῦ, καὶ τὸ χρῄζειν ἐπιστρέφει πρὸς τὸν δοῦναι δυνάμενον, τῷ ἀφθόνῳ τῆς δωρεᾶς τυχὸν καὶ καταφρονούμενον. Διὰ τοῦτο ἄνω νεύωμεν, ἀδελφοὶ, ἐν παντὶ καιρῷ καὶ περιστάσει πάσῃ προβαλώμεθα τὴν καλὴν ἐλπίδα, μήτε ἐν ταῖς εὐθυμίαις ἀποβάλωμεν τὸν φόβον, μήτε ἐν τοῖς λυπηροῖς τὸ εὔελπι. Μνησθῶμεν καὶ ἐν εὐδίᾳ τῆς ζάλης, καὶ ἐν χειμῶνι τοῦ κυβερνήτου· ἀλλὰ μὴ ταῖς θλίψεσιν ἐκκακήσωμεν, μηδὲ γενώμεθα δοῦλοι κακοὶ, ἀγαθύνοντι μὲν ἐξομολογούμενοι τῷ Δεσπότῃ, παιδεύοντι δὲ μὴ προστιθέμενοι· καίτοι ποτὲ κρείσσων ὑγιείας πόνος, καὶ ὑπομονὴ ἀνέσεως, καὶ ἐπίσκεψις ἀμελείας, καὶ ἐπιστροφὴ συγχωρήσεως.