Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Πρὸς τοὺς ἐν Ναζιανζῷ πολίτας

Γρηγόριος ὁ Ναζιανζηνός

Η θεόθεν προέλευση της εξουσίας και η ανάγκη επιείκειας

Απευθείας λόγος προς τους άρχοντες, με υπόμνηση ότι η εξουσία παραχωρείται από τον Θεό και οφείλει να ασκείται με πραότητα και φιλανθρωπία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 5

Ηʹ. Τί δὲ ὑμεῖς, οἱ δυνάσται καὶ ἄρχοντες; Ἤδη γὰρ πρὸς ὑμᾶς ὁ λόγος μέτεισιν, ἵνα μὴ δόξωμεν πάντη τυγχάνειν ἄνισοι, καὶ τοῖς μὲν τὰ εἰκότα παραινεῖν, ὑμῶν δὲ τῇ δυναστείᾳ παραχωρεῖν, ὥσπερ αἰδοῖ τὴν κατὰ Χριστὸν ἡμῶν ἐλευθερίαν, ἢ δέει ἐκκλίνοντες· ἢ τῶν μὲν κήδεσθαι μᾶλλον, ὑμῶν δ᾽ ἀμελεῖν, ὧν καὶ μᾶλλον φροντίζειν ἄξιον, ὅσῳ καὶ εἰς μείζω φέρουσα ἡ ῥοπὴ ὁποτέρως ἂν ἔχῃ, καὶ πλεῖον τὸ κατορθούμενον· τὸ γὰρ ἐναντίον ἀπείη, καὶ ἡμῶν, καὶ τοῦ λόγου. Τί οὖν φατε; καὶ τί διομολογούμεθα πρὸς ἀλλήλους; Ἆρα δέξεσθε σὺν παῤῥησίᾳ τὸν λόγον; Καὶ ὁ τοῦ Χριστοῦ νόμος ὑποτίθησιν ὑμᾶς τῇ ἐμῇ δυναστείᾳ καὶ τῷ ἐμῷ βήματι. Ἄρχομεν γὰρ καὶ αὐτοί· προσθήσω δὲ, ὅτι καὶ τὴν μείζονα καὶ τελεωτέραν ἀρχήν· ἢ δεῖ τὸ πνεῦμα ὑποχωρῆσαι τῇ σαρκὶ, καὶ τοῖς γηίνοις τὰ ἐπουράνια. Δέξῃ τὴν παῤῥησίαν, οἶδ᾽, ὅτι πρόβατον εἶ τῆς ἐμῆς ποίμνης, τῆς ἱερᾶς ἱερὸν, καὶ θρέμμα τοῦ μεγάλου Ποιμένος, καὶ καλῶς ἄνωθεν ἠγμένον ὑπὸ τοῦ Πνεύματος, καὶ τῷ φωτὶ τῆς ἁγίας καὶ μακαρίας Τριάδος ὁμοίως ἡμῖν ἐλλαμπόμενον. Διὰ τοῦτό μοι καὶ βραχὺς ὁ πρὸς σὲ λόγος καὶ σύντομος.

Θʹ. Χριστῷ συνάρχεις, Χριστῷ καὶ συνδιοικεῖς· παρ᾽ ἐκείνου σοι τὸ ξίφος, οὐκ εἰς ἔργον, ἀλλ᾽ εἰς ἀπειλήν· ὃ καθαρὸν ἀνάθημα τῷ δεδωκότι φυλάσσοιτο. Εἰκὼν εἶ τοῦ Θεοῦ· καὶ εἰκόνα διὰ χειρὸς ἄγεις, ἐνταῦθα οἰκονομουμένην, καὶ πρὸς βίον ἄλλον μεθισταμένην, εἰς ὃν πάντες μεταβησόμεθα, μικρὰ παίξαντες ἐν τῷ τῆς ζωῆς τούτῳ, εἴτε δεσμωτηρίῳ, εἴτε σταδίῳ, εἴτε προχαράγματι, εἴτε σκιάσματι.

Τίμησον τὴν συμφυΐαν· αἰδέσθητι τὸ ἀρχέτυπον· γενοῦ μετὰ τοῦ Θεοῦ, μὴ τοῦ κοσμοκράτορος· μετὰ τοῦ χρηστοῦ Δεσπότου, μὴ τοῦ πικροῦ τυράννου. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾽ ἀρχῆς· ἐκεῖνος καὶ τὸν πρῶτον ἄνθρωπον διὰ τῆς παρακοῆς ἔπληξε, καὶ τὴν ἐπίμοχθον ζωὴν ἐπεισήγαγε, καὶ τὸ κολάζειν, καὶ τὸ κολάζεσθαι διὰ τὴν ἁμαρτίαν ἐνομοθέτησε. Σὺ δὲ, ἄνθρωπε τοῦ Θεοῦ, μνήσθητι τίνος εἶ ποίημα, καὶ ποῦ καλῇ, καὶ πόσα ἔχεις, καὶ πόσον ὀφείλεις, παρὰ τίνος σοι λόγος, νόμος, προφῆται, αὐτὸ τὸ εἰδέναι Θεὸν, τὸ μὴ ἀπελπίζειν τὰ προσδοκώμενα. Μίμησαι διὰ ταῦτα Θεοῦ φιλανθρωπίαν.

Τοῦτο ἔχει μάλιστα θεῖον ἄνθρωπος, τὸ εὖ ποιεῖν. Ἔξεστί σοι Θεὸν γενέσθαι μηδὲν πονήσαντι· μὴ πρόῃ τὸν καιρὸν τῆς θεώσεως. Ιʹ. Ἄλλοι χρήματα κενοῦσιν, ἄλλοι σάρκας τῷ πνεύματι, καὶ νεκροῦνται Χριστῷ, καὶ κόσμου παντελῶς ἀπανίστανται· ἄλλοι καθιεροῦσι Θεῷ τὰ φίλτατα. Καὶ τὴν Ἀβραὰμ θυσίαν πάντως ἀκήκοας· ὃς προθυμότερον ἔδωκε τῷ Θεῷ τὸν μονογενῆ, τὸν ἐκ τῆς ἐπαγγελίας, καὶ εἰς ὃν ἡ ἐπαγγελία, ἢ παρὰ Θεοῦ τὸ ἀπ᾽ ἀρχῆς ἐκομίσατο. Σὲ δὲ τούτων οὐδὲν αἰτοῦμεν· ἓν ἀντὶ πάντων εἰσένεγκε, τὴν φιλανθρωπίαν· ᾗ χαίρει Θεὸς μᾶλλον, ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις· δῶρον ἴδιον, δῶρον ἄμωμον, δῶρον φιλοτιμίαν Θεοῦ προκαλούμενον. Μῖξον τῷ φόβῳ τὴν ἐπιείκειαν· κέρασον τῇ ἀπειλῇ τὴν ἐλπίδα. Πολλὰ καὶ χρηστότητα κατορθοῦσαν οἶδα, δυσωποῦσαν εἰς ὀφειλομένην ἀντίδοσιν, ὅταν βιάζεσθαι παρὸν συγχωρήσαντες, δυσωπήσωμεν εὐνοίᾳ τὸν ἐλεούμενον.

Μηδὲν εἶναί σε πειθέτω τῆς ἀρχῆς ἀνάξιον· μηδὲν ἀποκλειέτω τὸν οἶκτον καὶ τὴν ἡμερότητα, μὴ καιρὸς, μὴ δυνάστης, μὴ φόβος, μὴ μειζόνων ἀρχῶν ἐλπὶς, μὴ θρασύτης τὸ πλέον ἔχουσα. Κτῆσαι τὴν εὔνοιαν ἐν τοῖς ἀναγκαίοις καιροῖς, τὴν ἄνω· χρῆσον Θεῷ τὸν ἔλεον. Οὐδεὶς μετέγνω τῶν Θεῷ τι προεισενεγκάντων. Πολύς ἐστιν εἰς ἀντίδοσιν, μάλιστα μὲν τοῖς ἐκεῖθεν ἀγαθοῖς ἀμειβόμενος τοὺς προκαταβαλόντας τι, καὶ προχρήσαντας· ἔστι δὲ ὅτε καὶ τοῖς ἐνταῦθα πρὸς πίστιν τῶν ὕστερον.