Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Θεία Λειτουργία τοῦ ἁγίου Γρηγορίου
Εναρκτήριες ευχές και ετοιμασία
Προσευχές του ιερέα για καθαρισμό και ενίσχυση, καθώς και η ευχή μετά την ετοιμασία του αγίου θυσιαστηρίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εναρκτήριες ευχές και ετοιμασία
Προσευχές του ιερέα για καθαρισμό και ενίσχυση, καθώς και η ευχή μετά την ετοιμασία του αγίου θυσιαστηρίου.
Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ. Ὁ ἐπισκεψάμενος ἡμᾶς ἐν ἐλέει καὶ οἰκτιρμοῖς, Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ, καὶ χαρισάμενος ἡμῖν παῤῥησίαν, τοῖς ταπεινοῖς καὶ ἁμαρτωλοῖς, καὶ ἀναξίοις δούλοις σου, παραστῆναι τῷ ἁγίῳ σου θυσιαστηρίῳ, καὶ προσφέρειν σοι τὴν φοβερὰν καὶ ἀναίμακτον θυσίαν, ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ σου ἀγνοημάτων, εἰς ἄνεσιν καὶ ἀνάπαυσιν τῶν προκοιμηθέντων πατέρων ἡμῶν καὶ ἀδελφῶν, καὶ στηριγμὸν παντὸς τοῦ λαοῦ σου.
Ἐπίβλεψον εἰς ἐμὲ τὸν ἀχρεῖον δοῦλόν σου, καὶ ἐξάλειψόν μου τὰ παραπτώματα, διὰ τὴν σὴν εὐσπλαγχνίαν· καὶ καθάρισόν μου τὰ χείλη καὶ τὴν καρδίαν ἀπὸ παντὸς μολυσμοῦ σαρκός τε καὶ πνεύματος· καὶ ἀπόστησον ἀπ᾽ ἐμοῦ πάντα λογισμὸν αἰσχρόν τε καὶ ἀσύνετον· καὶ ἁγίασόν με τῇ δυνάμει τοῦ ἁγίου σου Πνεύματος εἰς τὴν λειτουργίαν ταύτην, καὶ πρόσδεξαί με διὰ τὴν σὴν ἀγαθότητα, προσεγγίζοντα τῷ ἁγίῳ σου θυσιαστηρίῳ· καὶ εὐδόκησον, Κύριε, δεκτὰ γενέσθαι τὰ μέλλοντα προσαγόμενά σοι δῶρα, διὰ τῶν ἡμετέρων χειρῶν, συγκαταβαίνων ταῖς ἐμαῖς ἀσθενείαις· καὶ μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου· μὴ βδελύξῃς με, τὴν ἐμὴν ἀναξιότητα, ἀλλ᾽ ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου, ἵνα ἀκατακρίτως προσελθὼν κατενώπιον τῆς δόξης σου, καταξιωθῶ τῆς σκέπης σου, καὶ τῆς ἐλλάμψεως τοῦ παναγίου σου Πνεύματος· καὶ μὴ ὡς δοῦλος ἁμαρτίας ἀποδόκιμος γένωμαι, ἀλλ᾽ ὡς δοῦλος, ὃς εὕρω* χάριν καὶ ἔλεος καὶ ἄφεσιν ἁμαρτιῶν, ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Ναὶ, Δέσποτα παντοκράτορ, παντοδύναμε Κύριε, ἐπάκουσον τῆς δεήσεώς μου.
Σὺ γὰρ εἶ ὁ τὰ πάντα ἐνεργῶν ἐν πᾶσι· καὶ τὴν παρὰ σοῦ πάντες ἐπιζητοῦμεν ἐπὶ πᾶσι βοήθειάν τε καὶ ἀντίληψιν· ὅτι φιλάνθρωπος εἶ, καὶ δεδοξασμένος ὑπάρχεις, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, καὶ τῷ ἁγίῳ σου Πνεύματι, νῦν καὶ ἀεί.
Εὐχὴ μετὰ τὴν ἑτοιμασίαν τοῦ ἁγίου θυσιαστηρίου. Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ, ὁ Θεὸς ἡμῶν, ὁ διὰ τῆς σωτηριώδους παρουσίας σου καὶ τῆς ἐλλάμψεως τοῦ παναγίου σου Πνεύματος καταξιώσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἁμαρτωλοὺς καὶ ἀναξίους δούλους σου παραστῆναι τῷ ἁγίῳ σου θυσιαστηρίῳ, καὶ προσφέρειν καὶ λειτουργεῖν, τοῖς ἀχράντοις μυστηρίοις τῆς καινῆς σου διαθήκης. Αὐτὸς ζωοποιὲ, καὶ ἀγαθῶν χορηγὲ, ποίησον μεθ᾽ ἡμῶν σημεῖον εἰς ἀγαθὸν, καὶ ἀξίωσον ἡμᾶς ἐν καθαρῷ συνειδότι λατρεῦσαί σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, καὶ ἐν ἁγιασμῷ ταύτην σοι τὴν θείαν προσενέγκειν λειτουργίαν, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ἀπόλαυσιν τῆς μελλούσης μακαριότητος. Μνήσθητι, ἀγαθὲ, εὐεργέτα, βασιλεῦ τῶν αἰώνων, καὶ τῆς κτίσεως ἁπάσης δημιουργὲ, τῶν προσενεγκάντων, καὶ δι᾽ ὧν προσήγαγον· καὶ ἡμᾶς ἀκατακρίτους διαφύλαξον ἐν τῇ ἱερουργίᾳ τῶν θείων σου μυστηρίων· ὅτι ηὐλόγηται, καὶ ἡγίασται, καὶ δεδόξασται, τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ἅγιον ὄνομά σου, μετὰ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος νῦν, καί.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.