Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Θεία Λειτουργία τοῦ ἁγίου Γρηγορίου
Θεία Κοινωνία, ευχαριστία και απόλυση
Η ύψωση των Τιμίων Δώρων, η ομολογία πίστεως του λαού κατά τη μετάληψη, η ευχαριστήρια ευχή, η τελική ευλογία και η απόλυση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Θεία Κοινωνία, ευχαριστία και απόλυση
Η ύψωση των Τιμίων Δώρων, η ομολογία πίστεως του λαού κατά τη μετάληψη, η ευχαριστήρια ευχή, η τελική ευλογία και η απόλυση.
Ὁ διάκονος λέγει. Μετὰ φόβου Θεοῦ πρόσχωμεν. Ὁ ἱερεὺς ὑψοῖ Δεσποτικὸν καὶ ἐκφωνήσει· Τὰ ἅγια τοῖς ἁγίοις. Ὁ λαὸς λέγει. Κύριε ἐλέησον. Εἷς Πατὴρ ἅγιος, εἷς Υἱὸς ἅγιος, ἓν Πνεῦμα ἅγιον. Ἀμήν. Ὁ ἱερεὺς λέγει. Ὁ Κύριος μετὰ πάντων ὑμῶν.
Ὁ λαὸς λέγει. Καὶ μετὰ τοῦ πνεύματός σου. Ὁ ἱερεὺς λέγει. Εὐλογητὸς Κύριος εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὁ λαὸς λέγει. Ἀμήν. Ὁ ἱερεὺς λέγει. Εἰρήνη πᾶσιν. Ὁ λαὸς λέγει. Καὶ τῷ πνεύματί σου. Ὁ ἱερεὺς λέγει. Σῶμα ἅγιον καὶ αἷμα τίμιον, ἀληθινὸν, Ἰησοῦ Χριστοῦ Υἱοῦ τοῦ Θεοῦ. Ἀμήν.
Ὁ λαὸς λέγει. Ἀμήν. Ὁ ἱερεὺς λέγει. Σῶμα ἅγιον καὶ αἷμα τίμιον, ἀληθινὸν, Ἰησοῦ Χριστοῦ Υἱοῦ τοῦ Θεοῦ. Ἀμήν. Ὁ λαὸς λέγει. Ἀμήν. Ὁ ἱερεὺς λέγει. Σῶμα καὶ αἷμα Ἐμμανουὴλ τοῦ Θεοῦ ἡμῶν, τοῦτό ἐστιν ἀληθῶς. Ἀμήν.
Ὁ λαὸς λέγει. Ἀμήν. Πιστεύω, πιστεύω, πιστεύω καὶ ὁμολογῶ ἕως ἐσχάτης ἀναπνοῆς, ὅτι αὕτη ἐστὶν ἡ σὰρξ ἡ ζωοποιὸς, ἣν ἔλαβες, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐκ τῆς ἁγίας δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας· καὶ ἐποίησας αὐτὴν μίαν σὺν τῇ θεότητι σου, μὴ ἐν μίξει, μηδὲ ἐν φυρμῷ, μηδὲ ἐν ἀλλοιώσει· καὶ ἐμαρτύρησας ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, καὶ παρέδωκεν* αὐτὴν ὑπὲρ ἡμῶν πάντων ... έρων ἐπὶ τοῦ ξύλου τοῦ σταυροῦ τοῦ ἁγίου, ἐν τῷ θελήματί σου.
Ἀληθῶς πιστεύω, ὅτι θεότης σου οὐδ᾽ οὐ μηδέποτε χωρισθεῖσα ἐξ ἀνθρωπότητός σου, ἐν ἀτόμῳ, οὐδὲ ἐν ῥιπῇ ὀφθαλμοῦ. Μετέδωκας αὐτὴν εἰς λύτρωσιν, καὶ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν τὴν αἰώνιον, τοῖς ἐξ αὐτῆς μεταλαμβάνουσι.
Πιστεύω ὅτι αὕτη ἔστιν ἀληθῶς. Ἀμήν. Ὁ λαὸς λέγει. Ἀμήν. Ὁ διάκονος λέγει. Ἐν εἰρήνῃ καὶ ἀγάπῃ. Ὁ ἱερεὺς ἐκφωνήσει. Ἀκατάληπτε θεὲ, Λόγε ἀχώρητε, ἀΐδιε, δέχου παρ᾽ ἡμῶν τῶν ἁμαρτωλῶν, ἐξ ἀναξίων χειλέων, ὕμνον, μετὰ τῶν ἄνω δυνάμεων· σοὶ γὰρ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, καὶ τῷ ζωοποιῷ σου Πνεύματι εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ λαὸς λέγει ψαλμὸν ρνʹ. Ὁ διάκονος λέγει. Συνάχθητε καὶ εἰσέλθετε, οἱ διάκονοι, μετ᾽ εὐλαβείας.
Εὐχὴ εὐχαριστίας μετὰ τὴν μετάληψιν τῶν ἁγίων μυστηρίων. Ὁ διάκονος λέγει. Ἐπὶ προσευχῆς στάθητε. Ὁ ἱερεὺς λέγει. Εἰρήνη πᾶσιν. Ὁ λαὸς λέγει. Καὶ τῷ πνεύματί σου. Ὁ διάκονος λέγει. Προσεύξασθε ὑπὲρ τῆς ἀξίας μεταλήψεως.
Ὁ λαὸς λέγει. Κύριε ἐλέησον. Ὁ ἱερεὺς λέγει τὴν εὐχὴν ταύτην. Εὐχαριστοῦμέν σοι, Λόγε Θεοῦ ἀληθινὲ, ὁ ἐκ τῆς οὐσίας τοῦ ἀνάρχου Πατρὸς, ὅτι οὕτως ἠγάπησας ἡμᾶς καὶ ἔδωκας σεαυτὸν ὑπὲρ ἡμῶν*, ἐσφαγιάσθης. Κεχάρισας ἡμῖν, διὰ τοῦ ἀχράντου σου σώματος, καὶ τοῦ τιμίου σου αἵματος, τὴν ἀπολύτρωσιν, ὡς κατηξίωσας ἡμᾶς νῦν, φιλάνθρωπε, ἵνα λάβωμεν ἐξ αὐτῶν εὐχαριστία*.
Διὸ ἐξομολογοῦμέν σοι νῦν, φιλάνθρωπε, ἀγαθὲ, καὶ σοὶ τὴν δόξαν, καὶ τὴν τιμὴν, καὶ τὴν προσκύνησιν διηνεκῶς ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ ἁγίῳ σου Πνεύματι, νῦν, κ. τ. λ. Ὁ διάκονος λέγει. Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
Εὐχὴ τῆς κεφαλοκλισίας. Ὁ ὢν, ὁ ἦν, ὁ ἐλθὼν εἰς τὸν κόσμον τοῦ φωτίσαι αὐτόν· ὁ σαρκωθεὶς, ἐνανθρωπήσας, καὶ σταυρωθεὶς δι᾽ ἡμᾶς, καὶ παθὼν ἑκουσίως σαρκὶ, καὶ μείνας ἀπαθὴς, ὡς Θεός· καὶ ταφεὶς, καὶ ἀναστὰς τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθὼν εἰς οὐρανοὺς, καὶ καθίσας ἐν δεξιᾷ τῆς μεγαλοσύνης τῆς δόξης τοῦ Πατρὸς, τό τε θεῖον, καὶ ἅγιον, καὶ ὁμοούσιον, καὶ ὁμοδύναμον, καὶ ὁμόδοξον, καὶ συναΐδιον Πνεῦμα καταπέμψας ἐπὶ τοὺς ἁγίους σου μαθητὰς, καὶ ἀποστόλους, καὶ διὰ τούτου φωτίσας μὲν αὐτοὺς, δι᾽ αὐτῶν δὲ πᾶσαν τὴν οἰκουμένην, Χριστὲ, ὁ ἀληθινὸς Θεὸς ἡμῶν. .... καὶ Γαβριὴλ καὶ Ῥαφαήλ.
Καὶ τῶν ἀγγέλων τετραμόρφων ζώων ἀσωμάτων· καὶ τῶν ἀγγέλων, εἴκοσι τεσσάρων πρεσβυτέρων. Τοῦ ἁγίου ἐνδόξου, προφήτου, προδρόμου, βαπτιστοῦ, καὶ μάρτυρος Ἰωάννου. Τοῦ ἁγίου Στεφάνου τοῦ πρωτοδιακόνου καὶ πρωτομάρτυρος.
Τῶν θείων, ἱερῶν, ἐνδόξων ἀποστόλων, ἀθλοφόρων προφητῶν, καὶ καλλινίκων μαρτύρων. Καὶ τοῦ ἁγίου καὶ μακαρίου Πατρὸς ἡμῶν Μάρκου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ, καὶ πάντων τῶν ἁγίων σου. Καὶ σῶσον, καὶ ἐλέησον, καὶ εὐλόγησον πάντα Χριστιανόν. Καὶ σοὶ τὴν δόξαν καὶ τιμὴν, καὶ προσκύνησιν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεί.
Ἐν εἰρήνῃ τοῦ Θεοῦ ἐτελειώθη ἡ θεία Λειτουργία, ἡ ὡρισμένη τῷ ἐν ἁγίοις Πατρὶ ἡμῶν Θεολόγῳ Γρηγορίῳ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.