Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Θεία Λειτουργία τοῦ ἁγίου Γρηγορίου

Γρηγόριος ὁ Ναζιανζηνός

Ίδρυση του μυστηρίου και Επίκληση του Αγίου Πνεύματος

Η ανάμνηση των ιδρυτικών λόγων του μυστηρίου της Θείας Ευχαριστίας, η προσφορά των δώρων και η ικεσία της Επίκλησης για τον καθαγιασμό τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 7

Ὁ λαὸς λέγει. Κατὰ τὸ ἔλεός σου Κύριε. Ὁ ἱερεὺς λέγει. Ταύτης μου τῆς ἐλευθερίας προσφέρω σοι τὰ σύμβολα, τοῖς ῥήμασί σου ἐπιγράφω τὰ πράγματα. Σύ μοι τὴν μυστικὴν ταύτην παρέδωκας τῆς σῆς σαρκὸς, ἐν ἄρτῳ καὶ οἴνῳ τὴν μέθεξιν.

Ὁ λαὸς λέγει. Πιστεύομεν. Ὁ ἱερεὺς λέγει. Τῇ γὰρ νυκτὶ ᾗ παρεδίδης * αὐτὸς σεαυτὸν, τῆς σεαυτοῦ ἐξουσίας. Ὁ λαὸς λέγει. Πιστεύομεν. Ὁ ἱερεὺς λέγει. Λαβὼν ἄρτον ἐν ταῖς ἁγίαις καὶ ἀχράντοις καὶ ἀμωμήτοις σου χερσὶν, ἔνευσας ἄνω πρὸς ἴδιόν σου Πατέρα Θεὸν ἡμῶν καὶ Θεὸν τῶν ὅλων· ηὐχαρίστησας † ηὐλόγησας † ἡγίασας † ἔκλασας, μετέδωκας τοῖς ἁγίοις σου μαθηταῖς καὶ ἀποστόλοις εἶπας· Λάβετε, φάγετε· τοῦτό μου ἐστὶν τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν κλώμενον, καὶ διαδιδόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λαβὼν ποτήριον, καὶ ἐκέρασας αὐτὸ ἐκ γεννήματος ἀμπέλου καὶ ἐξ ὕδατος, ηὐχαρίστησας † ηὐλόγησας † ἡγίασας † μετέδωκας τοῖς ἁγίοις σου μαθηταῖς καὶ ἀποστόλοις, εἶπας· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό μου ἐστὶν τὸ αἷμα, τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἐσθίετε τὸν ἄρτον τοῦτον, πίνετε δὲ καὶ τὸ ποτήριον τοῦτο, τὸν ἐμὸν θάνατον καταγγέλλετε, καὶ τὴν ἐμὴν ἀνάστασιν ὁμολογεῖτε ἄχρις οὗ ἂν ἔλθω.

Ὁ λαὸς λέγει. Ἀμήν. Γʹ. Τὸν θάνατόν σου, κ. τ. λ. Ὁ ἱερεὺς λέγει. Ὥστε οὖν, Δέσποτα, μεμνημένοι τῆς ἐπὶ γῆς συγκαταβάσεως, καὶ τοῦ ζωοποιοῦ θανάτου, καὶ τῆς τριημέρου σου ταφῆς, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου, καὶ τῆς ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδρας, καὶ τῆς μελλούσης ἀπ᾽ οὐρανῶν δευτέρας καὶ φοβερᾶς, καὶ ἐνδόξου σου παρουσίας. Ἐκφωνήσει. Τὰ σὰ ἐκ τῶν σῶν δώρων σοι προσφέροντες, κατὰ πάντα, καὶ διὰ πάντα καὶ ἐν πᾶσιν.

Ὁ λαὸς λέγει. Σὲ αἰνοῦμεν, σὲ εὐλογοῦμεν. Ὁ διάκονος λέγει. Κλίνατε Θεῷ μετὰ φόβου. Ὁ ἱερεὺς λέγει ἐν ἑαυτῷ κλίνας· Αὐτὸς οὖν, Δέσποτα, τῇ σῇ φωνῇ τὰ προκείμενα μεταποίησον· αὐτὸς παρὼν, τὴν μυστικὴν ταύτην λειτουργίαν κατάρτισον· αὐτὸς ἡμῖν τῆς σῆς λατρείας τὴν μνήμην διάσωσον. Αὐτὸς τὸ Πνεῦμά σου τὸ πανάγιον κατάπεμψον, ἵνα ἐπιφοιτῆσαν τῇ ἁγίᾳ καὶ ἀγαθῇ καὶ ἐνδόξῳ αὐτοῦ παρουσίᾳ ἁγιάσῃ καὶ μεταποιήσῃ τὰ προκείμενα, τίμια καὶ ἅγια δῶρα ταῦτα, εἰς αὐτὸ τὸ σῶμα καὶ τὸ αἷμα τῆς ἡμετέρας ἀπολυτρώσεως.

Ὁ λαὸς λέγει. Πρόσχωμεν. Ὁ διάκονος λέγει. Ἀμήν. Ὁ ἱερεὺς ἐκφωνήσει. Καὶ ποιήσει τὸν μὲν ἄρτον τοῦτον* γένηται εἰς τὸ ἅγιον σῶμά σου, τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος, καὶ Παμβασιλέως ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν τὴν αἰώνιον τοῖς ἐξ αὐτοῦ μεταλαμβάνουσιν.

Ὁ λαὸς λέγει. Ἀμήν. Ὁ ἱερεὺς λέγει. Τὸ δὲ ποτήριον τοῦτο, τὸ τίμιόν σου αἷμα, τὸ τῆς καινῆς διαθήκης σου, τοῦ Κυρίου δὲ, καὶ Θεοῦ καὶ Σωτῆρος, καὶ Παμβασιλέως ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν τὴν αἰώνιον τοῖς ἐξ αὐτοῦ μεταλαμβάνουσιν.