Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Θεολογικός λόγος β
Εισαγωγή και προϋποθέσεις της θεογνωσίας
Έναρξη του λόγου με επίκληση του Τριαδικού Θεού και παραλληλισμός της θεολογίας με την ανάβαση στο όρος Σινά, με έμφαση στην αναγκαιότητα της καθάρσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εισαγωγή και προϋποθέσεις της θεογνωσίας
Έναρξη του λόγου με επίκληση του Τριαδικού Θεού και παραλληλισμός της θεολογίας με την ανάβαση στο όρος Σινά, με έμφαση στην αναγκαιότητα της καθάρσεως.
ΛΟΓΟΣ ΘΕΟΛΟΓΙΚΟΣ ΔΕΥΤΕΡΟΣ ΠΕΡΙ ΘΕΟΛΟΓΙΑΣ Ἐπειδὴ ἀνεκαθήραμεν τῷ λόγῳ τὸν θεολόγον, οἷόν τε εἶναι χρὴ διελθόντες, καὶ οἷστισι φιλοσοφητέον, καὶ ἡνίκα, καὶ ὅσον· ὅτι ὡς οἷόν τε καθαρόν, ἵνα φωτὶ καταλαμβάνηται φῶς. καὶ τοῖς ἐπιμελεστέροις, ἵνα μὴ ἄγονος ᾖ εἰς ἄγονον χώραν ἐμπίπτων ὁ λόγος· καὶ ὅταν γαλήνην ἔχωμεν ἔνδον ἀπὸ τῆς ἔξω περιφορᾶς, ὥστε μή, καθάπερ οἱ λυττῶντες, τῷ πνεύματι διακόπτεσθαι· καὶ ὅσον ἐχωρήσαμεν, ἢ χωρούμεθα· ἐπειδὴ ταῦτα οὕτω, καὶ ἐνεώσαμεν ἑαυτοῖς θεῖα νεώματα, ὥστε μὴ σπείρειν ἐπ᾽ ἀκάνθαις, καὶ τὸ πρόσωπον τῆς γῆς ὡμαλίσαμεν, τῇ γραφῇ τυπωθέντες τε καὶ τυπώσαντες· φέρε, τοῖς τῆς θεολογίας ἤδη προσβῶμεν λόγοις, προστησάμενοι τοῦ λόγου τὸν πατέρα, καὶ τὸν υἱόν, καὶ τὸ πνεῦμα τὸ ἅγιον, περὶ ὧν ὁ λόγος, ὥστε τὸν μὲν εὐδοκεῖν, τὸν δὲ συνεργεῖν, τὸ δὲ ἐμπνεῖν· μᾶλλον δὲ μίαν ἐκ τῆς μιᾶς θεότητος γενέσθαι τὴν ἔλλαμψιν ἑνικῶς διαιρουμένην, καὶ συναπτομένην διαιρέτως, ὃ καὶ παράδοξον.
Ἀνιόντι δέ μοι προθύμως ἐπὶ τὸ ὄρος, ἢ τό γε ἀληθέστερον εἰπεῖν, προθυμουμένῳ τε ἅμα καὶ ἀγωνιῶντι, τὸ μὲν διὰ τὴν ἐλπίδα, τὸ δὲ διὰ τὴν ἀσθένειαν, ἵνα τῆς νεφέλης εἴσω γένωμαι, καὶ θεῷ συγγένωμαι (τοῦτο γὰρ κελεύει θεός), εἰ μέν τις Ἀαρών, συνανίτω καὶ στηκέτω πλησίον, κἂν ἔξω μένειν τῆς νεφέλης δέῃ, τοῦτο δεχόμενος. εἰ δέ τις Ναδάβ, ἢ Ἀβιοὺδ, ἢ τῆς γερουσίας, ἀνίτω μέν, ἀλλὰ στηκέτω πόρρωθεν, κατὰ τὴν ἀξίαν τῆς καθάρσεως. εἰ δέ τις τῶν πολλῶν καὶ ἀναξίων ὕψους τοιούτου καὶ θεωρίας, εἰ μὲν ἄναγνος πάντῃ, μηδὲ προσίτω, οὐ γὰρ ἀσφαλές· εἰ δὲ πρόσκαιρα γοῦν ἡγνισμένος, κάτω μενέτω, καὶ μόνης ἀκουέτω τῆς φωνῆς καὶ τῆς σάλπιγγος, τῶν ψιλῶν τῆς εὐσεβείας ῥημάτων· καπνιζόμενόν τε τὸ ὄρος βλεπέτω καὶ καταστραπτόμενον, ἀπειλήν τε ὁμοῦ καὶ θαῦμα τοῖς ἀνιέναι μὴ δυναμένοις. εἰ δέ τις θηρίον ἐστὶ πονηρὸν καὶ ἀνήμερον καὶ ἀνεπίδεκτον πάντῃ λόγων θεωρίας καὶ θεολογίας, μὴ ἐμφωλευέτω ταῖς ὕλαις κακούργως καὶ κακοηθῶς, ἵνα τινὸς λάβηται δόγματος ἢ ῥήματος, ἀθρόως προσπηδῆσαν, καὶ σπαράξῃ τοὺς ὑγιαίνοντας λόγους ταῖς ἐπηρείαις, ἀλλ᾽ ἔτι πόρρωθεν στηκέτω, καὶ ἀποχωρείτω τοῦ ὄρους, ἢ λιθοβοληθήσεται, καὶ συντριβήσεται, καὶ ἀπολεῖται κακῶς κακός· λίθοι γὰρ τοῖς θηριώδεσιν οἱ ἀληθεῖς λόγοι καὶ στερροί. εἴτε πάρδαλις εἴη, συναποθνησκέτω τοῖς ποικίλμασιν.
εἴτε λέων ἁρπάζων καὶ ὠρυόμενος καὶ ζητῶν ἥντινα βρῶσιν ποιήσεται τῶν ἡμετέρων ψυχῶν ἢ λέξεων· εἴτε σῦς καταπατῶν τοὺς καλούς τε καὶ διαυγεῖς μαργαρίτας τῆς ἀληθείας· εἴτε λύκος Ἀραβικὸς καὶ ἀλλόφυλος, ἢ καὶ τούτων ὀξύτερος τοῖς σοφίσμασιν· εἴτε ἀλώπηξ, δολερά τις ψυχὴ καὶ ἄπιστος, καὶ ἄλλοτε ἄλλη, τοῖς καιροῖς καὶ ταῖς χρείαις συμμορφουμένη, ἣν νεκρὰ τρέφει καὶ ὀδωδότα σώματα, ἢ ἀμπελῶνες μικροί, τῶν μεγάλων διαπεφευγότων· εἴτε τι ἄλλο τῶν ὠμοβόρων, καὶ ἀποβλήτων τῷ νόμῳ, καὶ οὐ καθαρῶν εἰς βρῶσίν τε καὶ ἀπόλαυσιν. βούλεται γὰρ τούτων ἀποχωρήσας ὁ λόγος οὕτω πλαξὶ στερραῖς καὶ λιθίναις ἐγγράφεσθαι, καὶ ταύταις ἀμφοτέρωθεν, διά τε τὸ φαινόμενον τοῦ νόμου καὶ τὸ κρυπτόμενον· τὸ μὲν τοῖς πολλοῖς καὶ κάτω μένουσι, τὸ δὲ τοῖς ὀλίγοις καὶ ἄνω φθάνουσιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.