Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Θεολογικός λόγος β

Γρηγόριος ὁ Ναζιανζηνός

Η μαρτυρία της Αγίας Γραφής για τα όρια της θεογνωσίας

Ιστορική αναδρομή σε πρόσωπα της Παλαιάς και της Καινής Διαθήκης προς απόδειξη της μερικής γνώσεως του Θεού στην παρούσα ζωή και της προσδοκίας της μελλοντικής πλήρους επιγνώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 9

καὶ δὴ λέγωμεν ἀρξάμενοι πάλιν.

Θεόν, ὅ τί ποτε μέν ἐστι τὴν φύσιν καὶ τὴν οὐσίαν, οὔτε τις εὗρεν ἀνθρώπων πώποτε, οὔτε μὴ εὕρῃ. ἀλλ᾽ εἰ μὲν εὑρήσει ποτέ, ζητείσθω τοῦτο καὶ φιλοσοφείσθω παρὰ τῶν βουλομένων. εὑρήσει δέ, ὡς ἐμὸς λόγος, ἐπειδὰν τὸ θεοειδὲς τοῦτο καὶ θεῖον, λέγω δὲ τὸν ἡμέτερον νοῦν τε καὶ λόγον, τῷ οἰκείῳ προσμίξῃ, καὶ ἡ εἰκὼν ἀνέλθῃ πρὸς τὸ ἀρχέτυπον, οὗ νῦν ἔχει τὴν ἔφεσιν. καὶ τοῦτο εἶναί μοι δοκεῖ τὸ πάνυ φιλοσοφούμενον, ἐπιγνώσεσθαι ποτε ἡμᾶς, ὅσον ἐγνώσμεθα. τὸ δὲ νῦν εἶναι βραχεῖά τις ἀπορροὴ πᾶν τὸ εἰς ἡμᾶς φθάνον, καὶ οἷον μεγάλου φωτὸς μικρὸν ἀπαύγασμα. ὥστε καὶ εἴ τις ἔγνω θεόν, ἢ ἐγνωκέναι μεμαρτύρηται, τοσοῦτον ἔγνω, ὅσον ἄλλου μὴ τὸ ἴσον ἐλλαμφθέντος φανῆναι φωτοειδέστερος. καὶ τὸ ὑπερβάλλον τέλειον ἐνομίσθη, οὐ τῇ ἀληθείᾳ, τῇ δὲ τοῦ πλησίον δυνάμει παραμετρούμενον.

Διὰ τοῦτο Ἐνὼς μὲν ἤλπισεν ἐπικαλεῖσθαι τὸν κύριον. ἐλπὶς τὸ κατορθούμενον ἦν, καὶ τοῦτο οὐ γνώσεως, ἀλλ᾽ ἐπικλήσεως. Ἐνὼχ δὲ μετετέθη μέν, οὔπω δὲ δῆλον, εἰ θεοῦ φύσιν περιλαβὼν ἢ περιληψόμενος. τοῦ δὲ Νῶε καλὸν ἡ εὐαρέστησις, τοῦ καὶ κόσμον ὅλον ἐξ ὑδάτων διασώσασθαι πιστευθέντος, ἢ κόσμου σπέρματα, ξύλῳ μικρῷ φεύγοντι τὴν ἐπίκλυσιν. Ἀβραὰμ δὲ ἐδικαιώθη μὲν ἐκ πίστεως, ὁ μέγας πατριάρχης, καὶ θύει θυσίαν ξένην καὶ τῆς μεγάλης ἀντίτυπον. θεὸν δὲ οὐχ ὡς θεὸν εἶδεν, ἀλλ᾽ ὡς ἄνθρωπον ἔθρεψε, καὶ ἐπῃνέθη, σεβασθεὶς ὅσον κατέλαβεν. Ἰακὼβ δὲ κλίμακα μὲν ὑψηλὴν ἐφαντάσθη τινά, καὶ ἀγγέλων ἄνοδον, καὶ στήλην ἀλείφει μυστικῶς, ἴσως ἵνα τὸν ὑπὲρ ἡμῶν ἀλειφέντα λίθον παραδηλώσῃ, καὶ Εἶδος Θεοῦ τόπῳ τινὶ προσηγορίαν δίδωσιν εἰς τιμὴν τοῦ ὀφθέντος, καὶ ὡς ἀνθρώπῳ τῷ θεῷ προσπαλαίει, ἥτις ποτέ ἐστιν ἡ πάλη θεοῦ πρὸς ἄνθρωπον, ἢ τάχα τῆς ἀνδρωπίνης ἀρετῆς πρὸς θεὸν ἀντεξέτασις, καὶ σύμβολα τῆς πάλης ἐπὶ τοῦ σώματος φέρει, τὴν ἧτταν παραδεικνύντα τῆς γενητῆς φύσεως, καὶ ἆθλον εὐσεβείας τὴν μεταβολὴν τῆς προσηγορίας λαμβάνει, μετονομασθεὶς ἀντὶ Ἰακὼβ Ἰσραήλ, τοῦτο δὴ τὸ μέγα καὶ τίμιον ὄνομα· ἐκεῖνο δὲ οὔτε αὐτὸς οὔτε τις ὑπὲρ αὐτὸν μέχρι σήμερον ἐκαυχήσατο τῶν δώδεκα φυλῶν, ὧν πατὴρ ἦν, ὅτι θεοῦ φύσιν ἢ ὄψιν ὅλην ἐχώρησεν.

Ἠλίᾳ δὲ οὔτε πνεῦμα βίαιον, οὔτε πῦρ, οὔτε συσσεισμός, ὡς τῆς ἱστορίας ἀκούεις, ἀλλ᾽ ἡ αὔρα τις ὀλίγη τὴν τοῦ θεοῦ παρουσίαν, καὶ ταῦτα οὐ φύσιν, ἐσκιαγράφησεν· Ἠλίᾳ τίνι; ὃν καὶ ἅρμα πυρὸς ἀνάγει πρὸς οὐρανόν, δηλοῦν τοῦ δικαίου τὸ ὑπὲρ ἄνθρωπον.

Μανωὲ δὲ τὸν κριτὴν πρότερον, καὶ Πέτρον τὸν μαθητὴν ὕστερον, πῶς οὐ τεθαύμακας; τὸν μὲν οὐδὲ ὄψιν φέροντα τοῦ φαντασθέντος θεοῦ, καὶ διὰ τοῦτο, Ἀπολώλαμεν, ὦ γύναι, λέγοντα, θεὸν ἑωράκαμεν· ὡς οὐ χωρητῆς οὔσης ἀνθρώποις οὐδὲ φαντασίας θείας, μὴ ὅτι γε φύσεως· τὸν δὲ καὶ τὸν φαινόμενον Χριστὸν τῷ πλοίῳ μὴ προσιέμενον, καὶ διὰ τοῦτο ἀποπεμπόμενον. καίτοιγε θερμότερος τῶν ἄλλων εἰς ἐπίγνωσιν Χριστοῦ Πέτρος, καὶ διὰ τοῦτο μακαριζόμενος, καὶ τὰ μέγιστα πιστευόμενος. τί δ᾽ ἂν εἴποις περὶ Ἠσαίου, καὶ Ἰεζεχιὴλ τοῦ τῶν μεγίστων ἐπόπτου, καὶ τῶν λοιπῶν προφητῶν; ὧν ὁ μὲν τὸν Κύριον Σαβαὼθ εἶδε καθήμενον ἐπὶ θρόνου δόξης, καὶ τοῦτον ὑπὸ τῶν ἑξαπτερύγων σεραφὶμ κυκλούμενον καὶ αἰνούμενον καὶ ἀποκρυπτόμενον, ἑαυτόν τε τῷ ἄνθρακι καθαιρόμενον, καὶ πρὸς τὴν προφητείαν καταρτιζόμενον· ὁ δὲ καὶ τὸ ὄχημα τοῦ θεοῦ τὰ χερουβὶμ διαγράφει, καὶ τὸν ὑπὲρ αὐτῶν θρόνον, καὶ τὸ ὑπὲρ αὐτοῦ στερέωμα, καὶ τὸν ἐν τῷ στερεώματι φανταζόμενον, καὶ φωνὰς δή τινας, καὶ ὁρμάς, καὶ πράξεις, καὶ ταῦτα εἴτε φαντασία τις ἦν ἡμερινή, μόνοις θεωρητὴ τοῖς ἁγίοις, εἴτε νυκτὸς ἀψευδὴς ὄψις, εἴτε τοῦ ἡγεμονικοῦ τύπωσις συγγινομένη τοῖς μέλλουσιν ὡς παροῦσιν, εἴτε τι ἄλλο προφητείας εἶδος ἀπόρρητον, οὐκ ἔχω λέγειν· ἀλλ᾽ οἶδεν ὁ τῶν προφητῶν θεός, καὶ οἱ τὰ τοιαῦτα ἐνεργούμενοι.

πλὴν οὔτε οὗτοι περὶ ὧν ὁ λόγος, οὔτε τις ἄλλος τῶν κατ᾽ αὐτούς, ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ κυρίου, κατὰ τὸ γεγραμμένον, οὐδὲ θεοῦ φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσεν.

Παύλῳ δὲ εἰ μὲν ἔκφορα ἦν ἃ παρέσχεν ὁ τρίτος οὐρανός, καὶ ἡ μέχρις ἐκείνου πρόοδος ἢ ἀνάβασις ἢ ἀνάληψις, τάχα ἄν τι περὶ θεοῦ πλέον ἔγνωμεν, εἴπερ τοῦτο ἦν τὸ τῆς ἁρπαγῆς μυστήριον. ἐπεὶ δὲ ἄρρητα ἦν, καὶ ἡμῖν σιωπῇ τιμάσθω. τοσοῦτον δὲ ἀκούσωμεν αὐτοῦ Παύλου λέγοντος, ὅτι ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. ταῦτα καὶ τὰ τοιαῦτα ὁμολογεῖ ὁ μὴ ἰδιώτης τὴν γνῶσιν, ὁ δοκιμὴν ἀπειλῶν τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ, ὁ μέγας τῆς ἀληθείας προαγωνιστὴς καὶ διδάσκαλος. διὸ καὶ πᾶσαν τὴν κάτω γνῶσιν οὐδὲν ὑπὲρ τὰ ἔσοπτρα καὶ τὰ αἰνίγματα τίθεται, ὡς ἐν μικροῖς τῆς ἀληθείας ἱσταμένην ἰνδάλμασιν. εἰ δὲ μὴ λίαν δοκῶ τισὶ περιττὸς καὶ περίεργος τὰ τοιαῦτα ἐξετάζων, οὐδὲ ἄλλα τινὰ τυχὸν ἢ ταῦτα ἦν, ἃ μὴ δύναται νῦν βασταχθῆναι, ἅπερ ὁ Λόγος αὐτὸς ὑπῃνίσσετο, ὥς ποτε βασταχθησόμενα καὶ τρανωθησόμενα· καὶ ἃ μηδ᾽ ἂν αὐτὸν δυνηθῆναι χωρῆσαι τὸν κάτω κόσμον Ἰωάννης ὁ τοῦ Λόγου πρόδρομος, ἡ μεγάλη τῆς ἀληθείας φωνή, διωρίζετο.

Πᾶσα μὲν οὖν ἀλήθεια καὶ πᾶς λόγος δυστέκμαρτός τε καὶ δυσθεώρητος· καὶ οἷον ὀργάνῳ μικρῷ μεγάλα δημιουργοῦμεν, τῇ ἀνθρωπίνῃ σοφίᾳ τὴν τῶν ὄντων γνῶσιν θηρεύοντες, καὶ τοῖς νοητοῖς προσβάλλοντες μετὰ τῶν αἰσθήσεων, ἢ οὐκ ἄνευ αἰσθήσεων, ὑφ᾽ ὧν περιφερόμεθα καὶ πλανώμεθα, καὶ οὐκ ἔχομεν γυμνῷ τῷ νοὶ γυμνοῖς τοῖς πράγμασιν ἐντυγχάνοντες μᾶλλόν τι προσιέναι τῇ ἀληθείᾳ, καὶ τὸν νοῦν τυποῦσθαι ταῖς καταλήψεσιν. ὁ δὲ περὶ θεοῦ λόγος, ὅσῳ τελεώτερος, τοσούτῳ δυσεφικτότερος, καὶ πλείους τὰς ἀντιλήψεις ἔχων καὶ τὰς λύσεις ἐργωδεστέρας. πᾶν γὰρ τὸ ἐνιστάμενον, κἂν βραχύτατον ᾖ, τὸν τοῦ λόγου δρόμον ἐπέσχε καὶ διεκώλυσε, καὶ τὴν εἰς τὸ πρόσω φορὰν διέκοψεν· ὥσπερ οἱ τοὺς ἵππους τοῖς ῥυτῆρσιν ἀθρόως μεθέλκοντες φερομένους, καὶ τῷ ἀδοκήτῳ τοῦ τιναγμοῦ περιτρέποντες. οὕτω Σολομὼν μέν, ὁ σοφισάμενος περισσὰ ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν καὶ καθ᾽ ἑαυτόν, ᾧ τὸ τῆς καρδίας πλάτος δῶρον θεοῦ, καὶ ἡ ψάμμου δαψιλεστέρα χύσις τῆς θεωρίας, ὅσῳ πλέον ἐμβατεύει τοῖς βάθεσι, τοσούτῳ πλέον ἰλιγγιᾷ, καὶ τέλος τι ποιεῖται σοφίας εὑρεῖν ὅσον διέφυγεν.

Παῦλος δὲ πειρᾶται μὲν ἐφικέσθαι, οὔπω λέγω τῆς τοῦ θεοῦ φύσεως, τοῦτο γὰρ ᾔδει παντελῶς ἀδύνατον ὄν, ἀλλὰ μόνον τῶν τοῦ θεοῦ κριμάτων· ἐπεὶ δὲ οὐχ εὑρίσκει διέξοδον οὐδὲ στράσιν τῆς ἀναβάσεως, οὐδὲ εἴς τι φανερὸν τελευτᾷ πέρας ἡ πολυπραγμοσύνη τῆς διανοίας, ἀεί τινος ὑποφαινομένου τοῦ λείποντος· ὢ τοῦ θαύματος (ἵνα καὶ αὐτὸς πάθω τὸ ἴσον). ἐκπλήξει περιγράφει τὸν λόγον, καὶ πλοῦτον Θεοῦ καὶ βάθος τὸ τοιοῦτο καλεῖ, καὶ ὁμολογεῖ τῶν τοῦ θεοῦ κριμάτων τὸ ἀκατάληπτον, μονονουχὶ τὰ αὐτὰ τῷ Δαβὶδ φθεγγόμενος, ποτὲ μὲν ἄβυσσον πολλὴν ὀνομάζοντι τὰ τοῦ θεοῦ κρίματα, ἧς οὐκ ἔστι τὴν ἕδραν ἢ μέτρῳ ἢ αἰσθήσει λαβεῖν, ποτὲ δὲ τεθαυμαστῶσθαι τὴν γνῶσιν ἐξ ἑαυτοῦ καὶ τῆς ἑαυτοῦ συστάσεως λέγοντι, κεκραταιῶσθαί τε πλέον ἢ κατὰ τὴν ἑαυτοῦ δύναμιν καὶ περίδραξιν.