Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Χριστὸς πάσχων

Γρηγόριος ὁ Ναζιανζηνός

Προοίμιο και υπόθεση του έργου

Ο ποιητής εισάγει τα πρόσωπα και τη δραματική υπόθεση της τραγωδίας του πάθους κατά τα κλασικά πρότυπα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 11

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Γρηγορίου τοῦ θεολόγου ὑπόθεσις δραματικὴ κατ᾽ Εὐριπίδην περιέχουσα τὴν δι᾽ ἡμᾶς γενομένην σάρκωσιν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τὸ ἐν αὐτῷ κοσμοσωτήριον πάθος. Ἐπείδ᾽ ἀκούσας εὐσεβῶς ποιημάτων ποιητικῶς νῦν εὐσεβῆ κλύειν θέλεις, πρόφρων ἄκουε· νῦν τε κατ᾽ Εὐριπίδην τὸ κοσμοσωτήριον ἐξερῶ πάθος, ὅθεν μαθήσῃ πλεῖστα μυστικῶν λόγων, ὡς ἐκ στόματος μητροπαρθένου κόρης, μύστου πεφιλμένου τε τῷ Διδασκάλῳ.

Πρώτην γὰρ αὐτὴν νῦν παραστήσει λόγος μητροπρεπῶς θρηνοῦσαν ἐν καιρῷ πάθους, πότμου τε τὴν πρόφασιν ἀρχῆς ἀπ᾽ ἄκρης στένουσαν, ὡς φανεῖσαν ὄντως αἰτίαν τοῦ μητέρ᾽ αὐτὴν τοῦ Λόγου χρηματίσαι καὶ νῦν ἰδεῖν πάσχοντα τοῦτον ἀδίκως· εἰ μὴ γὰρ ἐσφάλημεν ἀπροσεξίᾳ, οὐκ ἂν κατεκρίθημεν ἀρχῆθεν μόρον, κἂν μὴ διεφθάρημεν ἑρπετοῦ δόλῳ, μηδ᾽ ἡ φθορά τ᾽ εἰσῆλθε θηρὸς ἀπάτῃ, καὶ πότμον ὑπέστημεν ἐνδίκῳ κρίσει.

Ὡς μὴ τὸ κακὸν ἀδιάφθορον μένῃ, οὐκ ἦν βροτωθῆναί τε καὶ τλῆσαι μόρον τὸν ζωοποιὸν Δεσπότην, Θεὸν Λόγον, ἀφθαρτίσαντα τὸ φθαρὲν φιλαγάθως, καὶ ζωοποιήσαντα τὸ βροτῶν γένος· μένοντος αὐτοῦ δ᾽ ἀκενώτου τοῦ Λόγου, ἥδ᾽ οὐκ ἂν ἐκπέφηνε μήτηρ Δεσπότου, καὶ τόνδε νῦν ὁρῶσα πάσχοντ᾽ ἀδίκως, θρηνοῦσ᾽ ἀνηλάλαζε τετρυχωμένη.

Πρόσωπα γοῦν δράματός εἰσί μοι τάδε· μήτηρ πάναγνος, παρθένος μύστης, κόραι αἱ συμπαροῦσαι μητρὶ τῇ τοῦ Δεσπότου.