Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Χριστὸς πάσχων
Επίλογος: Ικεσία προς τον Σωτήρα και εγκώμιο στη Θεοτόκο
Καταληκτήριες προσευχές του ποιητή για την άφεση των αμαρτιών και την αποφυγή της κολάσεως, μαζί με δοξολογικό ύμνο προς την Υπεραγία Θεοτόκο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επίλογος: Ικεσία προς τον Σωτήρα και εγκώμιο στη Θεοτόκο
Καταληκτήριες προσευχές του ποιητή για την άφεση των αμαρτιών και την αποφυγή της κολάσεως, μαζί με δοξολογικό ύμνο προς την Υπεραγία Θεοτόκο.
Τοιῶνδε δεσμῶν ἀλύτων με, Παντάναξ, ὁ δεσμολύτης αὐτὸς ὤν, Σῶτερ, λύσον, οἷς, φεῦ, με κατέδησεν ἀπροσεξία· ἐχθρός θ᾽ ὁ πλάνος κατεβάρυνε φθόνῳ, ὁρῶν με τῶν πρὶν ἀλύτων λελυμένον τῇ πρὸς σὲ πίστει, δωρεᾷ φιλαγάθῳ.
Χαῖρ᾽, ἐσθλὸς ἐσθλοῦ Παῖ, Βασιλεῦ παντάναξ, τὸν ἀρχέκακον καταπατήσας ὄφιν, ἔσχατον ἐχθρὸν καββαλών τε τὸν πότμον· οἷς μή μ᾽ ἐάσῃς κυριευθῆναι πάλιν. Ἄναξ Ἄναξ ἄφθιτε, σὺ Θεὸς μέγας, κριτής τε πανένδικος ἔρχῃ με κρίνων· πῶς γοῦν ἐγώ σε τῷ τότ᾽ ἀθρήσω, Λόγε; ὄμμασί θ᾽ οἵοις ἀτενίσω σὸν θρόνον, ἐμαυτὸν ἀνάξιον ἐνδείξας τάλας πόλου τε καὶ γῆς σῆς τε δημιουργίας;
Ὁ δυσμενὴς ἥρπασε, κατήγαγέ με εἰς βόθρον, εἰς τάρταρον, εἰς χάος μέγα· σφοδρῶς διώξας κατέλαβέ μ᾽ ὁ πλάνος, ὅλον με κατέπτωσεν εἰς ᾅδου ζόφον. Ἔλεε, Θεέ, νέμε χέρε, φέρε με καὶ μή μ᾽ ἐάσῃς χάρμα τῷ βροτοκτόνῳ.
Σόν εἰμι πλάσμα, σύ με παίδευσον, Λόγε, καὶ πλῆξον αὐτὸς φιλαγάθως ἐνθάδε καὶ μὴ γεέννῃ παραπεμφθῆναι λίπῃς. Ῥύσιε, λισσόμεσθά σ᾽, ἠδικήκαμεν καὶ σῶμα καὶ ψυχή τε καὶ νοῦς ἀθλίως· ἡμάρτομέν σοι πολλά τ᾽ ἠνομήσαμεν.
Ὄψ᾽ ἐμάθομεν, ὅτ᾽ ἐχρῆν οὐκ εἰδότες, κοὐδ᾽ ἔκτοτ᾽ ἐδράσαμεν, ἅπερ σοι φίλα. Γινώσκομεν σφάλματα, σὺ δὲ παρόρα· ἴδμεν δέ σ᾽ ὀργὰν οὐχ ὁμοιοῦσθαι βροτοῖς. Οἴκτειρον ὦ Σῶτέρ με, μηδὲ ταῖς ἐμαῖς ἀμπλακίαισιν ἀπολέσθαι καλλίπῃς.
Παῖς γὰρ ἐγὼ σὸς παῖς τε παιδίσκης σέθεν, ἐμοῦ δ᾽ ἕκητι πότμον ὑπέστης, Λόγε, καὶ δυσμενεῖ με χάρμα μὴ καταλίπῃς, ῥάβδῳ δὲ σῇ παίδευε, πλὴν φιλαγάθως. Πρέσβιν δέδεξο μητέρα σήν, ὦ Λόγε, σφᾶς δ᾽ οἷς δέδωκας δεσμολύτιν σου χάριν.
Πότνια, πότνα, παμμάκαιρα Παρθένε, σὺ μὲν μακάρων δάπεδον ναίεις πόλον, ἅπαν πάχος βρότειον ἀλλαξαμένη ἀφθαρσίας τ᾽ ἄμφιον ἐστολισμένη ἀεί τ᾽ ἀγήρως ὡς Θεὸς δ᾽ ἐγνωσμένη· λόγοις δ᾽ ἐμοῖς ἄνωθεν εὐμενὴς ἔσο.
Ναὶ ναί, Κόρη πάγκλυτε, τοὺς λόγους δέχου· μόνον γάρ ἐστι τοῦτό σοι βροτῶν γέρας, ὡς τοῦ Λόγου σοι μητρί, κἂν ὑπὲρ λόγον. Ὅθεν πεποιθώς σ᾽ ἐν λόγοις ἀμείβομαι καί σοι στέφανον πλεκτὸν ἐξ ἀκηράτου λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω, ἀνθ᾽ ὧν με πολλῶν ἠξίωσας χαρίτων, ἀεί τε ῥύῃ συμφορῶν πολυτρόπων, ἐχθρῶν ὁρατῶν, ἀοράτων τε πλέον.
Τέλος δὲ κάμψαιμ᾽ ὥσπερ ἠρξάμην βίου, πλουτῶν ἀεί σε προστάτιν παντὸς βίου καὶ πρέσβιν εὐπρόσδεκτον ἐς σὸν Υἱέα σὺν εὐαρεστήσασιν αὐτῷ φιλάγνοις. Μὴ γοῦν ἐάσῃς ἐκδοθῆναι βασάνοις καὶ χάρμ᾽ ἔσεσθαι δυσμενεῖ ψυχοφθόρῳ.
Πρόστηθι καὶ ῥῦσαι δὲ πυρὸς καὶ σκότους, πίστει δικαιοῦσά με καὶ χάριτί σου· ἐν σοὶ γὰρ ὦπται χάρις ἡμῖν ἐκ Θεοῦ, καὶ σοὶ χαριστήριον ὕμνον νῦν πλέκω. Χαῖρ᾽, ὦ Κόρη πάγχαρτε, μῆτερ παρθένε, καλλίστα πασῶν παρθένων ὑπερτάτη, οὐρανιώνων ταγμάτων ὑπερτέρα, δέσποινα, παντάνασσα, χάρμα τοῦ γένους· ἀεί ποτ᾽ εὖ φρονοῦσα τυγχάνεις γένει κἀμοὶ μεγίστη πανταχοῦ σωτηρία.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.