ΑΓΓΕΛΟΣ Κακῶν μέν, ἀληθῶν δ᾽ ὅμως· τί γὰρ φράσω; Ἐπεὶ τὸ πάσχα καινόν, ὡς ἔφη, φάγοι, μύσταις ἄριστον παραθείς, δεῖπνον μέγα, δείξας δ᾽ ἐν αἰνιγμοῖσι τὸν λογοπράτην, ἔπειτα νίψας τῶν μαθητῶν τοὺς πόδας, ἔξεισιν ὡς εἴθιστ᾽ ἐλαιῶν εἰς ὄρος, εἰπών τε μύσταις πάνθ᾽ ἅπερ τανῦν πάθοι, καταρτίσας πάντας τε μυσταγωγίαις, πολλοῖς ξὺν ἄλλοις καὶ τάδ᾽ εἶπε πρὸς Θεόν· «Πάτερ, μέγιστον νῦν πάρασχέ μοι κλέος· »τὸ παρὰ σοὶ γὰρ μὴ λιπών ποτε κλέος, «εἰς μεῖζον ἥξω, δυσμενῆ κτανὼν βροτῶν· »ἔθνη τε διδοῖς πάντ᾽ ἔχοντι πρὸς σέθεν· «λαβὼν δὲ πάντας, χὠς ἀριστεῖον σφέων »ὑπερκρεμασθείς, αὖγε σαῖν χεροῖν νέμω. «Κυδρούμενος δὲ τοῖς ἀριστεύμασί μου, »κάλει φίλους εἰς δαῖτα. Μακάριος εἶ, «μακάριος τοιάδε διειργασμένος.» Ὅδ᾽ αὖθις ἀφίησιν ὡς βροντῶν ὄπα, δηλῶν κλεϊσμὸν αἰθεροδρόμῳ βοῇ· «Καὶ πρὶν κλεΐσας, νῦν κλεΐσω σε πλέον.» Ἐπεὶ δὲ μύσταις ταῦτ᾽ ἐνηχήθη ξένως, ἥκει πρὸς αὐτοῖς ἐν τόπῳ τοῦ χειμάρου πρὸς κῆπον, ᾗχι πολλάκις συνήγετο, ὃν οὐδ᾽ ὁ πράτης ἀγνοῶν νύκτωρ μέσον ἔφθασεν ὄχλον τῶν μιαιφόνων ἄγων, ξιφηφοροῦντας καὶ φονῶντας ἐν θράσει· ὃς καὶ προσιὼν ὡς φίλος Διδασκάλῳ, Ῥαββὶ προσειπὼν χαῖρ᾽, ἐφίλει δυστρόπως.