Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Χριστὸς πάσχων

Γρηγόριος ὁ Ναζιανζηνός

Η προδοσία του Ιούδα και η αρχή του θρήνου της Θεοτόκου

Η Θεοτόκος αναλογίζεται τη θεία οικονομία, ενώ ένας άγγελος αναγγέλλει τη σύλληψη του Κυρίου στον κήπο και την προδοσία του μαθητή, προκαλώντας την καταδίκη και τον μητρικό θρήνο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 11

ΘΕΟΤΟΚΟΣ Εἴθ᾽ ὤφελ᾽ ἐν λειμῶνι μηδ᾽ ἕρπειν ὄφις, μηδ᾽ ἐν νάπαισι τοῦδ᾽ ὑφεδρεύειν δράκων ἀγκυλομήτης· οὐ γὰρ ἂν πλευρᾶς φύμα, μήτηρ γένους δύστηνος ἠπατημένη τόλμημα τολμᾶν παντότολμον ἀνέτλη, ἔρνους ἔρωτι θυμὸν ἐκπεπληγμένη, θεώσεως πεισθεῖσα τυχεῖν αὐτόθεν· οὐδ᾽ ἂν φαγεῖν πείσασα καρποῦ τὸν πόσιν τοῦ μηδὲ συμφέροντος αὐτίκα σφίσι, λειμῶνος ἐξῴκιστο τοῦ πανολβίου, λύμην κατακριθεῖσα καὶ λυγρὸν μόρον, μήτηρ τέκνων τ᾽ ἤκουσεν ἐκ δυσκοιτίας μογοστοκοῦσ᾽ ὠδῖσί τ᾽ ἐμπαρειμένη, ἱδρῶτ᾽ ἂν ᾤκει τήνδε γῆν ὀλεθρίαν σὺν ἀνδρὶ καὶ τέκνοισιν ἀρᾶς ὑστάτης, ἅπερ τεκεῖν ὥριστο λύπαις καὶ στόνοις, διαδοχάς τε παραπέμπειν τῷ βίῳ, διαλλαγάς τ᾽ ἐντεῦθεν εὑρεῖν ἐξόχους· οὐδ᾽ ἂν γένος τ᾽ ὄλωλεν ἀνθρώπων ἅπαν καὶ τὸν Δυνατὸν ἀλθανεῖν ἔπεισέ πως ἀγαθότητι δαπέδῳ κατιέναι καινῶς βροτωθῆναί τε καὶ τλῆσαι πάθος· οὐδ᾽ ἂν ἐγὼ πέφυκα μήτηρ παρθένος καὶ νῦν ἔκλυον Υἱὸν ἕλκεσθαι κρίσει οὐράνιον, γήϊνον, ἀκραιφνῆ γοναῖς, ἰδεῖν τ᾽ ἔφριττον τόνδε καθυβρισμένον, ἄτερ δαλῶν φέρουσα, φεῦ, δεινὴν φλόγα, ἣ σφόδρα μαιμάσσει με καὶ δονεῖ κέαρ καὶ καρδίαν δίεισιν ὡς ῥόπτρον μέγα, ὡς νητρεκῶς ἤϋσε Συμεὼν γέρων, τηλεσκόποις ὄμμασι πάντως προβλέπων.

Ἦ που μεγίστη γίνεται σωτηρία, ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ, τὰ πάντα συμφέρουσα τῷδ᾽ ὥσπερ θέμις, μηδὲ πρὸς ἄλλου πάρφασιν σῖγα κλύῃ, ἀλλ᾽ ἔστι συμφρονοῦσα γνησίῳ πόσει. Νῦν δ᾽ ἐχθρὰ πάντα καὶ νοσεῖ τὰ καίρια, αὐτῆς προδούσης ἄνδρα καὶ κράτους κλέος.

Φιλεῖ γὰρ ὕβρις ἡ πάλαι τίκτειν νέαν· ἐκ δακρύων δάκρυα καταλείβεται, ὧν οὔτε μέτρον οὔτ᾽ ἀριθμός ἐστί τις· κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται. Ὅθεν πότνια φύσις ἠτιμωμένη στένει κλάουσα συμφορὰς πεφυρμένας διαδοχάς τε τῶν ἀφερτάτων πόνων, τὸν πάντα συντήκουσα δακρύοις χρόνον, ἐπεὶ πρὸς ἐχθροῦ ᾔσθετ᾽ ἠδικημένη καὶ μητρὸς αὐτῆς πρωτοπήμονος βλάβῃ πατρός θ᾽ ὑποκλίναντος οὖας μητέρι, ὧν πάντες ἐσμὲν οἱ κατὰ χθόν᾽ ἔκγονοι.

Βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δεξιάς, πίστιν μεγίστην, καὶ Θεὸν μαρτύρεται· ἔγνω γὰρ ἡ τάλαινα συμφορῶν ὕπο, οἷον πατρῴαν μὴ λιπεῖν ἐσθλὸν χθόνα· στυγεῖ δὲ κόσμον, οὐδ᾽ ὁρῶσ᾽ εὐφραίνεται. Εἰς τοῦτο γὰρ νῦν ἐκβέβηκ᾽ ἀλγηδόνος, ὥσθ᾽ ἵμερός μ᾽ ὑπῆλθε γῇ τε καὶ πόλῳ λέξαι μολοῦσαν δεῦρο φύσεως βλάβας.

Οὔπω γὰρ ἡ τάλαινα παύεται γόων, τίκτουσα μὴ τίκτουσα, φεύγουσ᾽ αὖ τόκους. Δύστην᾽, ἐμαυτὴν γὰρ λέγω, λέγουσα σὲ τίκτουσαν οὐ τίκτουσαν, ὡς ὑπὲρ λόγον. Τόκον γὰρ ἔγνων ἄτοκον, τί γὰρ φράσω; πόνους φυγοῦσα καὶ φθορὰν νῦν καὶ πάλαι.

Οὐκ οἶδα τέρψιν οὐδ᾽ ἐπίψογον φάτιν τινὸς πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς· οὐ γὰρ κορείης ἅμμα διέφθειρέ τις. Καὶ παῖδα πῶς ἔτικτον; ὢ θάμβος μέγα· ὑβρισμένον δὲ τανῦν πῶς οἴσω βλέπειν; Πόνους φυγοῦσα, πῶς ὀδυνῶμαι κέαρ;

Ἀνηλάλαξα πῶς πάλαι χαρᾶς ὕπο, ὅτ᾽ ἦλθεν εὐάγγελος ἀγγελῶν τόκον, φράζων ἄλυξιν δυσμενῶν βροτῶν γένει καὶ γηθόσυνον χάρμα μοι φέρων μέγα; Λόγοις δὲ τοῦδ᾽ εὔπλαγκτος οὐκ ἐφαινόμην, πεισθεῖσα τῷ φέροντι θέσκελον φάτιν, οὐχὶ σφάγιον μηνύουσάν μ᾽ ἐκτεκεῖν, ἀλλ᾽ ὡς ἄνακτα γῆς τε καὶ παντὸς πόλου.

Ὅμως δ᾽ ἔθυον καὶ γυναικείῳ νόμῳ ψυχῆς τ᾽ ἔπεμπον ἀλαλαγμὸν ἐκ μέσης, λάσκουσ᾽ ἀνευφημοῦσα τὴν ἀγγελίαν, θυηφάγον φέρουσά τ᾽ εὐώδη φλόγα, οἵαν θύειν φράζουσιν οἱ θεοπρόποι, ζῆλον ἔμπυρον, πνεῦμα συντετριμμένον, ἔρωτά τ᾽ ἀκάθεκτον, ἔνθερμον λίαν, ἃ θυσίαν οἴδαμεν εὐφημουμένην.

Καὶ πῶς στροβεῖ μου σπλάγχνα νῦν δριμὺ βέλος; κἀγὼ μὲν ἦν πρόθυμος ἔννυχος δραμεῖν, ἰδεῖν τε Παιδὸς ἣν κακωσύνην πάθοι· αὗται δ᾽ ἔπεισάν μ᾽ ἡμέρας μίμνειν φάος.

ΧΟΡΟΣ Δέσποινα, νῦν πύκαζε σὸν δέμας τάχει. Ἄνδρες τρέχουσιν ἐμφανεῖς πρὸς τὴν πόλιν.

ΘΕΟΤΟΚΟΣ Τί δ᾽ ἐστί; μῶν τις δυσμενῶν ἀγγέλλεται λόχος κρυφαῖος ἑστάναι κατ᾽ εὐφρόνην;

ΧΟΡΟΣ Ἔννυχος ὄχλος ἐν θορύβῳ συρρέει, στρατὸν πολύν τε πᾶσαν ἀν᾽ ὄρφναν βλέπω λαμπτῆρας εἰσφέροντα καὶ πολλὰ ξίφη.

ΘΕΟΤΟΚΟΣ Καὶ μὴν πρὸς ἡμᾶς νῦν τις ἐν σπουδῇ ποδὸς στείχει, νέον τι πρᾶγμ᾽ ἔχων ἴσως φράσαι.

ΧΟΡΟΣ Ἴδω τι λέξει καὶ τίν᾽ ἀγγελεῖ λόγον. Πότνια, πότνα, σεμνοτάτα παρθένε· αἲ αἲ αἲ αἴ· Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος ἁγνὴ κέκλησαι, τῆσδε γῆς ὅσοι πέδον ναίουσι, λαμπρὸν φῶς ὁρῶντες ἡλίου· τανῦν δὲ τάλαιν᾽ ἡ πάλαι μακαρία.

ΘΕΟΤΟΚΟΣ Τί δ᾽ ἐστίν; ἤ πω τίς μ᾽ ἀποκτεῖναι θέλει;

ΧΟΡΟΣ Οὔκ, ἀλλὰ Παῖς θνῄσκει σὸς ὑπ᾽ ἀλαστόρων.

ΘΕΟΤΟΚΟΣ Οἴμοι, τί λέξεις; ὥς μ᾽ ἀπώλεσας, γύναι.

ΧΟΡΟΣ Ὡς οὐκέτ᾽ ὄντος Υἱέος φρόντιζε δή.

ΘΕΟΤΟΚΟΣ Ὦ δεινὰ λέξασ᾽, οὐχὶ συγκλείσεις στόμα καὶ πᾶν μεθήσεις ἀπρεπὲς ῥῆμ᾽ ἐκφέρειν; Τὸν ὄντ᾽ ἀεὶ γὰρ μηκέτ᾽ εἶναι πῶς λέγεις; Εὔφημος ἴσθι, κἄν τί σοι χρεία λέγειν, λέγ᾽ ὡς προσήκει, μηδ᾽ ἀτιμάσῃς Θεόν.

Γονᾶς γὰρ ἀπὸ χρυσέας ἔβλαστέ μοι· καινὸν δὲ πίτνειν αἷμ᾽ ὑπ᾽ ἀνέρων Θεοῦ· θανεῖν τὸν ἀθάνατον οὐκ ἔχει λόγον. Ἔτικτον αὐτόν, οἶδα δ᾽ ὡς ἐγεινάμην.

ΧΟΡΟΣ Ὦ τλῆμον, οὐκ οἶσθ᾽ οἷ κακῶν ἐλήλυθας καὶ τούσδε κινεῖς κἀναμοχλεύεις λόγους. Ἠοῦς φανείσης, Υἱέος γ᾽ ὄψει μόρον, ὡς πάννυχον κρίνουσιν οἱ μιαιφόνοι. Καίτοι δέδορκ᾽ ἐνθάδε τῶν Παιδὸς τινὰ στείχοντ᾽ ὀπαδῶν, πνεῦμά τ᾽ ἠρεθισμένον, σπουδῇ πρὸς ἡμᾶς τόνδ᾽ ἰθύνοντα δρόμον· δείκνυσι δ᾽ ὥς τι καινὸν ἀγγείλῃ παρών.

ΘΕΟΤΟΚΟΣ Τί δήποτ᾽ ἆρα σημάναι νέον θέλει;

ΧΟΡΟΣ Ἴδω τί λέξαι πνευστιῶν οὗτος θέλει.

ΑΓΓΕΛΟΣ Ὀττοτοτοί· Καλλίστα, πότνα, σεμνοτάτα Μαρία, αἲ αἲ αἲ αἴ· ἀπωλόμεσθ᾽ οὐ δυσμενῶν τάχ᾽ ὑπό του.

ΘΕΟΤΟΚΟΣ Τίνα θροεῖς αὐδάν; τίνα βοᾷς λόγον; Ἄγ᾽ εἰπέ, τίς φοβεῖ σε φήμ᾽ αὖθις νέα;

ΧΟΡΟΣ Ἔκλυες ὤ, ἄϊες ὤ, ἤκουσας ὃς ὃς Παῖδα σὸν προὔδωκε τοῖς μιαιφόνοις;

ΘΕΟΤΟΚΟΣ Πρὸς τοῦ τόδ᾽ ἄλλο καινὸν ἀγγελεῖς κακόν; τίς ἐστι; μῶν τις τῶν φιλεῖν ἠλπισμένων;

ΧΟΡΟΣ Ἀργυροδέκτης, δύστροπος μύστης, λέγει, ἀργυροφύλαξ, ἀργυροτρώκτης πλέον.

ΘΕΟΤΟΚΟΣ Οἴμοι, τόδ᾽ οἷον ἄλλο πρὸς κακῷ κακόν, εἰ τοῖς φιλεῖν δοκοῦσι κατειργάσμεθα. Ἦ που τετόλμηκ᾽ ἔργον ἄτολμον τάλας; τί δ᾽ ἐγκαλῶν προὔδωκε παντευεργέτην; ἢ τίς λαβὴ δράματος ἦν τῷ μαινόλῃ;

ΧΟΡΟΣ Ἄκουε τοῦδ᾽ ὅς σοι τρανῶς πάντ᾽ ἀγγελεῖ.

ΑΓΓΕΛΟΣ Ἄκουε, τλῆμον, ἡ τὸ πρὶν πανολβία, ἄκουσον οὕς σοι δυστυχεῖς φέρω λόγους.

ΘΕΟΤΟΚΟΣ Αἲ αἴ, διοιχόμεσθα· δῆλος εἶ λόγῳ· κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος.

ΑΓΓΕΛΟΣ Κακῶν μέν, ἀληθῶν δ᾽ ὅμως· τί γὰρ φράσω; Ἐπεὶ τὸ πάσχα καινόν, ὡς ἔφη, φάγοι, μύσταις ἄριστον παραθείς, δεῖπνον μέγα, δείξας δ᾽ ἐν αἰνιγμοῖσι τὸν λογοπράτην, ἔπειτα νίψας τῶν μαθητῶν τοὺς πόδας, ἔξεισιν ὡς εἴθιστ᾽ ἐλαιῶν εἰς ὄρος, εἰπών τε μύσταις πάνθ᾽ ἅπερ τανῦν πάθοι, καταρτίσας πάντας τε μυσταγωγίαις, πολλοῖς ξὺν ἄλλοις καὶ τάδ᾽ εἶπε πρὸς Θεόν· «Πάτερ, μέγιστον νῦν πάρασχέ μοι κλέος· »τὸ παρὰ σοὶ γὰρ μὴ λιπών ποτε κλέος, «εἰς μεῖζον ἥξω, δυσμενῆ κτανὼν βροτῶν· »ἔθνη τε διδοῖς πάντ᾽ ἔχοντι πρὸς σέθεν· «λαβὼν δὲ πάντας, χὠς ἀριστεῖον σφέων »ὑπερκρεμασθείς, αὖγε σαῖν χεροῖν νέμω. «Κυδρούμενος δὲ τοῖς ἀριστεύμασί μου, »κάλει φίλους εἰς δαῖτα. Μακάριος εἶ, «μακάριος τοιάδε διειργασμένος.» Ὅδ᾽ αὖθις ἀφίησιν ὡς βροντῶν ὄπα, δηλῶν κλεϊσμὸν αἰθεροδρόμῳ βοῇ· «Καὶ πρὶν κλεΐσας, νῦν κλεΐσω σε πλέον.» Ἐπεὶ δὲ μύσταις ταῦτ᾽ ἐνηχήθη ξένως, ἥκει πρὸς αὐτοῖς ἐν τόπῳ τοῦ χειμάρου πρὸς κῆπον, ᾗχι πολλάκις συνήγετο, ὃν οὐδ᾽ ὁ πράτης ἀγνοῶν νύκτωρ μέσον ἔφθασεν ὄχλον τῶν μιαιφόνων ἄγων, ξιφηφοροῦντας καὶ φονῶντας ἐν θράσει· ὃς καὶ προσιὼν ὡς φίλος Διδασκάλῳ, Ῥαββὶ προσειπὼν χαῖρ᾽, ἐφίλει δυστρόπως.

ΘΕΟΤΟΚΟΣ Φεῦ, φεῦ, τί χεῖρον τοῦδε τολμήσειέ τις; Τί γοῦν πρὸς αὐτὸν ἀντέφησε Παῖς ἐμός;

ΑΓΓΕΛΟΣ Οὐκ εἶπεν οὐδέν, πλὴν «Ἑταῖρ᾽, ἐφ᾽ ᾧ πάρει;» Ἄφαρ δ᾽ ἔβαλλον χεῖρας οἱ μιαιφόνοι· ἄμμες δ᾽ ἀφέντες ἄλλος ἄλλῃ φεύγομεν. Πέτρος δ᾽ ὁ κλεινὸς καὶ λόγοις ἀπείπατο· μόνος δ᾽ Ἐπιστήθιος εἵπετ᾽ ἀτρέμας.

Ἔδοξα δ᾽ αὐτὸς ὑπό του πεπυθέναι σιγῇ λέγοντος ὡς πρὸς αὐτὸν ἠρέμα τὸν δύστροπον πράτην γε τοῦ Διδασκάλου· «Τῆς ἀσεβείας· ὦ τάλ᾽, οὐ φοβῇ Θεόν; »οὐ θεσμὸν αἰδῇ τῶν βροτῶν τῆς οὐσίας, «Ἀδάμ τε τὸν σπείραντα γηγενῆ στάχυν »καὶ πατριάρχας ἐκλελεγμένου γένους; «μύστης φανεὶς σὺ συμμαθητὰς αἰσχύνεις, »τὸν μυσταγωγόν, φεῦ, προδοὺς ἀργυρίου, «προὔδωκας αὐτὸν εἰς φόνον μιαιφόνοις. »Οὐκ εἶπεν; οὐ σῆς προὐνοήσατο φρενός, «σκοπεῖν ἐφ᾽ οἷσι νῦν ἑκὼν ἀλγύνεται; »σὺ δ᾽ οὐκ ἀνέσχου· τοιγαροῦν γνοίης τάχει. «Εὖ δ᾽ ἴσθι, πατρὸς δ᾽ εὐσεβὲς θάλπει γένος. »Εἰ μὴ γὰρ ὅρκοις Ἀβραὰμ ἐπεσχέθη, «οὐκ ἄν ποτ᾽ ἔσχε μὴ τάδ᾽ ὑπεξιέναι »κἀντεῦθεν ὑμῖν ἀποδοῦναι τὴν δίκην. «Δοκεῖς γὰρ αὐτὸν τάδ᾽ ὑποστῆναι πάθη, »εἰ μή τι κερδαίνοντα κἀντεῦθεν μέγα; «Νῦν δ᾽ ἐκ χθονὸς μὲν ἔστ᾽ ἂν ἔρχηται πάλιν, »καινῶς ἄνεισι, σῖγα δ᾽ ἕξεται κρίσιν, «ἐρῶν καθ᾽ ὑμῶν Πατρὶ σὴν ἁμαρτίαν »λαοῦ τε τοῦδε μαινόλου τολμηρίαν, «ὡς καὶ προεῖπε Δαυΐδου γλώσσῃ πάλαι, »οὐκ ἀγνοοῦντι καὶ πρὸ τῆς τολμηρίας· «πλήσει τε πᾶσαν γαῖαν εὐδόξων λόγων »ἔργων τε κλεινῶν, μυρίων, θαυμασίων, «ὄψεσθε δ᾽ ἐν Πατρὸς μολοῦντ᾽ αὖθις κλέει, »κρίσιν φέροντα ζῶσι καὶ τεθνηκόσι «καὶ πᾶσι παρέχοντα τὸ κατ᾽ ἀξίαν. »Πῶς γοῦν προσόψει σύ τε καὶ μιαιφόνοι, «ἢ ποίαν οὐκ ἐκτίσετ᾽ ἔνδικον τίσιν; »

πλὴν καὶ πρὸ τοῦδε τίσετ᾽ ἔνδικον τίσιν, «εἰ μὴ χέρας νίψεσθε τὰς μιαιφόνους· »ἅς, ἢν θέλητε κἂν τανῦν ξυνιέναι, «αὐτὸς ῥυτοῖς νασμοῖσιν ἀπομόρξεται. »Ἢ σῆς γε τόλμης νῦν μάθῃς γεγευμένος, «σὺν σοὶ δὲ καὶ πᾶς τῶν ἀλαστόρων ὄχλος. »Νῦν δ᾽ εἰ μένειν δεῖ, μίμν᾽ ἐφ᾽ ἡμέραν μίαν, «εἰ μή τι πάθῃς, ὧν φόβος πολὺς κρατεῖ, »κἀγὼ προφήτης τῶν λόγων γενήσομαι. «Ἀλλ᾽ ἐκποδὼν ἄπιθι καὶ σαυτοῦ πέρι »φρόντιζε· ταὐτοῦ δ᾽ αὐτὸς εὖ γε θήσεται. «Σὺ δ᾽, ὥσπερ εἰκός, κατθανῇ κακὸς κακῶς, »πρῶτα κρεμαστοῖς ἐν βρόχοις ἠρτημένος, «πήδημ᾽ ἐς ᾅδην κραιπνὸν ὁρμήσας τάχος, »λύπῃ παχνωθείς, ὡς προδοὺς ἀργυρίου, «καὶ νᾶμα πυρὸς παμφάγου σε δέξεται. »Οὐ γὰρ θέλεις νῦν ἐκφυγεῖν τιμωρίαν· «καὶ τῶνδε τεύξῃ, προὐννέπω δέ σοι τάδε· »οὔ σ᾽ ἡ ᾽πιοῦσα λαμπὰς ὄψεται θεοῦ· «οὐ νεκρεγέρτου νεκρέγερσιν κατίδῃς. »Ἐς γὰρ τοσοῦτον μωρίας ἀφικάνεις, «ὥστ᾽ ἐξὸν αὖθις δείν᾽ ἑλεῖν βουλεύματα »καὶ πάντ᾽ ἀφέντα προσπεσεῖν Διδασκάλῳ «κἀκ τῶν βλεφάρων θερμὰ χύσαι δάκρυα, »βρόχον κρεμαστὸν ἐξανάψεις ἀγχόνης, «ψυχὴν ἀφεῖναι τοῖς βροχώμασι τρέχων. »Ὅμως δὲ κἀν τοῖσδ᾽ οὐκ ἀπειρηκώς, σέ πως «σώσει, τὸ σόν γε προσκοπούμενος κέαρ· »οὐ γὰρ δύναιτ᾽ ἂν ἀγαθός που μὴ μένειν. «Ἀλλ᾽ οὔ σε μὴ θέλοντα κερδᾶναι θέλει· »οὐ γὰρ νόμον τίθησιν ἐν βροτοῖς βίαν· «ἥκιστα τοῦδε λῆμ᾽ ἔφυ τυραννικόν· »ῥαγεὶς γὰρ αἰσχρῶς πάγκακον ῥήξεις κέαρ. «

Ἀλλ᾽ οὔτι ταύτῃ ταῦτα, μὴ σύ που δόκει· »ἔτ᾽ εἰς ἀγῶνας σύ τε καὶ μιαιφόνοι, «καὶ πᾶσι συνδράσασιν οὐ σμικροὶ πόνοι. »Αἴσθοιτο δ᾽ αὐτῶν δῆμος ὑβριστὴς ἅπας, «ἤτοι θανόντες ἢ φάος δεδορκότες, »οὓς νᾶμα πυρὸς αὖθις ὑποδέξεται. «Ὀρθῶς λέλεκται μῦθος ἀψευδὴς ὅδε· »ἄκου᾽, Ἰούδα, σῶν κακῶν κατάστασιν. «Καίτοι προκόψω γ᾽ οὐδὲν ἢ σκῆψιν μόνην· »οὐ γὰρ Θεός σε σωφρονεῖν ἀναγκάσει· «ἐν τῇ προαιρέσει δὲ καὶ γνώμῃ βροτῶν »τὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντ᾽ ἀεί.» Ταῦτ᾽ εἶπεν οὐκ οἶδ᾽ ἄγγελός τις ἢ βροτὸς πρὸς αὐτόν, ὡς εἴρηκα, τὸν λογοπράτην.

ΘΕΟΤΟΚΟΣ Ὦ γαῖα μῆτερ ἡλίου τ᾽ ἀναπτυχαί, οἵων λόγων ἄρρητον εἰσήκουσ᾽ ὄπα. Τάχ᾽ ἐξ ὀπαδοῦ δρᾶμα, Παῖ, κατηρτύθη, ὃν πολλάκις ἔδειξας αἰνιγμῷ φίλοις· οὐ γάρ σ᾽ ἔλαθε τῶνδ᾽ ὃς αἴτιος κακῶν. Ὦ παγκάκιστε, τοῦτο γάρ σ᾽ εἰπεῖν ἔχω, σὺ ταῦτ᾽ ἔδρασας, σὸν προδοὺς εὐεργέτην.

Σὰ ταῦτα, δαῖμον· τίς γὰρ ἂν ἄλλος ποτὲ ἔδρασεν ἢ ᾽βούλευσε δυσμενὴς ἀνήρ; Ὄλοιθ᾽ ὁ δράσας· ἡ δίκη δ᾽ ἐπίσταται, αἰσχρός τε μύστης ἀξίαν τίσει δίκην. Ἀργυραμοιβέ, ποῦ συνήδῃ σῷ δόλῳ; ἆρ᾽ εἰσέτι ζῇς, δεινὰ ταῦτ᾽ εἰργασμένος; οὐδ᾽ ὑπὸ γῆς τάρταρα σὸν κρύπτεις δέμας; δεῖ γὰρ τανῦν ἢ γῆς σε κρυβῆναι κάτω, ἢ πυρὸς ἐν ῥιπαῖσιν αἰθέρος θανεῖν.

Ὦ μῖσος, ὦ μέγιστον, ἔχθιστον κακόν, (τὴν Δεσπότην προδοῦσαν ἐξαυδῶ κάραν,) ἔτλης προσελθεῖν ὡς φίλος Διδασκάλῳ· ἦλθες πρὸς αὐτόν, ἦλθες ἔχθιστος γεγὼς καὶ Πατρὶ καὐτῷ παντί τ᾽ ἀνθρώπων γένει. Πῶς πῶς προσεῖπας, πῶς κατησπάσω προδούς; γλώσσῃ προσηύδας, καρδίᾳ μίασμ᾽ ἔχων.

Καὶ ταῦτα δράσας, ἥλιόν τε προσβλέπειν καὶ γαῖαν, ὦ κάκιστε, τολμᾷς εἰσέτι· ταῦτ᾽ οὔτι θάρσους ἐστὶν οὐδ᾽ εὐτολμίας, εὐεργέτην προδόντα, τολμᾶν προσβλέπειν· ἀλλ᾽ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων πασῶν, ἀναίδει᾽. Εὖ δ᾽ ἐπεμνήσθην σέθεν, καίτοι πρὸς οὐδὲν κέρδος, αἰσχύνην δέ σου, καὶ μὴ παρόντος, κἂν θάνῃς, κἂν φῶς βλέπῃς· ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι ψυχὴν τἀληθῆ, σύ τε κοὐ κλύων μάθῃς· μάθῃς γὰρ εὑρὼν τὴν κατ᾽ ἀξίαν τίσιν.

Ἐκ τῶνδε πρώτων πρῶτον ἄρξομαι λέγειν. Ἄκου᾽, Ἰούδα, τὰ πρὸς αὐτοῦ καλά σοι. Εἵλκυσεν ἐκ σκότους σε τῆς ἀγνωσίας, ἔσωσέ σ᾽, ὑπέδειξε φῶς σωτηρίας· δέδωκέ σοι χάρισμα πολλῶν θαυμάτων· μύσταις ἔφησε καὶ σὲ συνεδριάσαι κρῖναί τε φυλὰς Ἰσραὴλ παντὸς γένους.

Ἔθηκεν ἀργύρια πάντα χερσί σου, ἔκοψέ σου πρόφασιν ἀναργυρίας. Ἔκλεπτες ἀεί, μὴ δόκει λεληθέναι· ὅδ᾽, ἅτε πανάγαθος, οὐκ ἤλεγχέ σε λόγοισιν, οὐδὲ πρὸς σέθεν κακούμενος, εἰδώς σε σαφῶς καὶ πρὸ τῆς τολμηρίας, ἔνιψε καὶ σοὺς δυσμενεστάτους πόδας ἄρτου τρύφος τ᾽ ἔδωκε μυστικωτάτου.

Καὶ ταῦθ᾽ ὑπ᾽ αὐτοῦ, παγκάκιστ᾽ ἀνδρῶν, παθών, προὔδωκας αὐτόν, δῶρα δ᾽ ἐκτήσω φόνου, πολλῶν προσόντων. Εἰ γὰρ ἦσθ᾽ ἀνάργυρος, λαβὴν ἂν εἶχες τῶνδ᾽ ἐρασθῆναι τάχα· νῦν δ᾽ οὐκ ἔχεις πρόφασιν, οὐκ ἔχεις λόγον χείλη διᾶραι καὶ κατειπεῖν αἰτίαν.

Οὐ γὰρ τοσοῦτον σὺ δυνήσῃ πώποτε, οὐδ᾽ εἰ γένος πᾶν δαιμόνων σοι συνδράμῃ καὶ γῆν ἅπασαν ῥημάτων πλήσῃ κακῶν· ἐπεί μιν ἐσθλὸν ὄντ᾽ ἐπίσταται κτίσις, καὶ πάντες ἐγνώρισαν ἐκ τῶν πραγμάτων. Ἀλλ᾽ ἦγξεν ἀγχόνη σε φιλαργυρίας, ἣ ῥίζα πάντων τῶν κακῶν πέφυκέ πως· φρούδη δὲ πίστις, ἣ πρὶν ἀπόλωλέ σοι.

Τοιόσδε φανείς, φῶς ὁρᾶν τολμᾷς, τάλα; ἢ τὸν πρὶν οὐκ ἄρχειν Θεὸν δοκεῖς ἔτι ἢ ζυγὰ δίκης ἐν κενοῖς κεῖσθαι τανῦν; Ὦ κακὸν ἔρνος, οὔποτ᾽ εἶ ῥίζης βροτῶν, πικρῶν δὲ ῥιζῶν φημί σ᾽ ἐκπεφυκέναι, ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ φθόνου, φόνου, πότμου θ᾽, ὅσα τε γῆ τρέφει κακά· οὐ γὰρ ἐρῶ ποτ᾽ ἐκ Θεοῦ φῦναί σ᾽ ἐγώ, εἰδυῖα καίπερ ὡς τὸ πᾶν προαίρεσις· Θεὸς γὰρ οὐκ ἄκοντα σαώζει βίᾳ.

Ὦ δύστροπ᾽, ὦ κάκιστε καὶ μιαιφόνε, οἷον πέπραχας, πεπρακὼς εὐεργέτην; Αὐτός σ᾽, ὃν ἐλπὶς παιδὸς εἶναι πατέρα, πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί. Ἔρρ᾽, αἰσχροποιέ, φιλίας διαφθορεῦ· ἀπέπτυσ᾽ οὐδ᾽ ἀπόντι σοι δεῖ συλλαλεῖν· τὸν γὰρ δόλιον καὶ Θεὸς βδελύσσεται.

Ὦ Παῖ, τί δὴ χρυσοῦ μέν, ὃς κίβδηλος ᾖ, τεκμήρι᾽ ἀνθρώποισιν ὤπασας σαφῆ, ἀνδρῶν δ᾽ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι, οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματος; ἀλλ᾽ αὐτὸς εἰδώς, ἀγνοεῖν πάντας θέλεις; Ὄλοιτ᾽ ὄλοιτο πανδίκως κακεργάτης· ἔρρ᾽ ἔρρε, παγκάκιστε καὶ μιαιφόνε, ὄλοι᾽· ἐγὼ δὲ ζῶντα Παῖδ᾽ ἐπόψομαι, κἂν νῦν στένουσα πολλὰ καὶ πεπληγμένη κέντροις ἀνίας, ἡ παντλάμων δακρύω· γυνὴ γάρ εἰμι κἀπὶ δακρύοις ἔφυν.