Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Χριστὸς πάσχων

Γρηγόριος ὁ Ναζιανζηνός

Προφητείες, η νυχτερινή αγρυπνία και η φρούρηση του τάφου

Η προαναγγελία της καταστροφής της Ιερουσαλήμ, η θεολογική ερμηνεία της καθόδου στον Άδη, ο άγρυπνος θρήνος της Θεοτόκου και η απόφαση των αρχόντων για τη σφράγιση και φρούρηση του μνήματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 7 από 11

Εὖ δ᾽ εὖγε λίπῃς τήνδε δυσμενῶν χθόνα, εἰς ἥν γε πρῶτον ἧκες, Ἰσραὴλ δόμους, ὀλωλότα πρόβατα ποιμᾶναι θέλων καὶ συνθεσίας ἐκπερᾶναι πατράσι, μορφῇ συνάψας τοῦ Θεοῦ βροτῶν φύσιν. Σὲ γὰρ Πατὴρ γεννᾷ μὲν ἀρρεύστως ἀεί· ἐγὼ δ᾽ ἔτικτόν σ᾽ αὖθις ἁγνεύουσ᾽ ἔτι, μορφὴν λαβόντα πρὸς Θεοῦ βροτησίαν.

Ἀλλ᾽ ἐγγενεῖς σῆς μητρός, οὓς ἥκιστ᾽ ἐχρῆν, θαυμαστὰ πολλὰ σφίσιν ἐξειργασμένον ἄρρητ᾽ ἀμυήτοισιν εἰδέναι βροτοῖς, σωτῆρά σ᾽ οὐκ ἔφασκον ἐκφῦναι Θεοῦ, ἀλλά με νυμφευθεῖσαν ἐκ θνητοῦ τινὸς τεκεῖν σ᾽ ἐλήρουν καὶ γάμους ψευσαμένην λέχους ἁμάρτημ᾽ ἐς Θεόν μ᾽ ἀναφέρειν· καὶ νῦν κτανεῖν σ᾽ ἔσπευσαν ἀνόμως φθόνῳ, ἐχθροῦ σοφίσμαθ᾽ ὧν νιν οὕνεκα κτανών, ἄλλων τε πάντων παγκάκων σοφισμάτων, παύσεις στροβοῦντα κόσμον ἐν σοφίσμασι, καί μιν σιδηραῖς ἁρμόσας ἐν ἄρκυσι στήσεις κακοῦργον τῆς κακουργίας, Τέκνον.

Σφᾶς δ᾽ αὖθις αὐτοὺς ἐκ χθονὸς τῆσδ᾽ ἐκβαλεῖς, ἄλλοις δὲ δώσεις καὶ πόλιν τε καὶ κράτος, ὡς συμβόλοις εἴρηκας ἤδη σοῖς φίλοις· ἐν οἷς χορεύσεις καὶ καταστήσεις τὰ σὰ μυστήρι᾽ ἵν᾽ ᾖς ἐμφανῶς Θεὸς βροτοῖς, ὡς ἐν πόλῳ ξύμπασιν· ἐς δ᾽ ἄλλην χθόνα, εὖ διαθεὶς τἀνθένδ᾽, ἀναστήσεις κράτος.

Δεῖ γὰρ πόλιν τήνδ᾽ ἐκμαθεῖν, κεἰ μὴ θέλει, νῦν οὖσ᾽ ἀμαθὴς τῶν γε σῶν μυστηρίων, ἄλλην τε πᾶσαν γηγενῶν παροικίαν, ἣ θεομαχεῖ τὰ κατὰ σέ, σπονδῶν τ᾽ ἄπο ὠθεῖ σ᾽, ἐν εὐχαῖς δ᾽ οὐδαμοῦ μνείαν ἔχει· οὔπω γὰρ οἱ τάλανες ἔγνωσαν γόνον ἥκοντα Πατρὸς ἐκ πόλου πρὸς γῆν κάτω.

Ὧν οὕνεκ᾽ αὐτοῖς δεῖξον, ὡς εἶ σὺ Θεός· δείξεις δὲ πάντως· ἢν δ᾽ Ἰουδαίων γένος ὀργῇ σὺν ὅπλοις ἐξάγειν χθονὸς θέλῃς ἄρδην, ἐλάσεις Αὐσόνων στρατηλατῶν, οὓς σφῶν ἀνάσσειν ᾑρετίσαντ᾽ ἀφρόνως, σὴν δεσποτείαν ὡς ἀπηγορευκότες, ἄνακτα τὸν Καίσαρ᾽ ἀνηγορευκότες.

Ποινὴν γὰρ ἀθρῶ σοῦ πότμου ζωηφόρου, πῦρ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια τεφρούμεν᾽ ἤδη, πυρὸς ἄσβεστον φλόγα, ἀθάνατον Θεοῦ πόλιν πρὸς τήνδ᾽ ὕβριν· αἰνῶ δὲ κρίσιν, ἄβατον ἣ πέδον τόδε τίθησι πᾶσι τοῖς φονευταῖς σου, Τέκνον, ὃς τὰς Λυδῶν πανευκλεεῖς λιπὼν πόλεις Φρυγῶν τε, Περσῶν ἡλιοβλήτους πλάκας, Βάκτρια τείχη, τήν τε δύσχειμον χθόνα Μήδων παρελθὼν Ἀρράβων τ᾽ εὐδαίμονα, ἔθνη τὰ μακρὰν ἐν σκότῳ βεβυσμένα, πᾶσάν τ᾽ Ἀσίαν, ἣν παρ᾽ ἁλμυρὰν ἅλα Ἕλλησι κεῖσθαι φασὶ βαρβάροις θ᾽ ὁμοῦ, πλήρεις ἔχουσαν καλλιπυργώτους πόλεις, ἐς τήνδε πρῶτον ἦλθες Ἑβραίων χθόνα, ἥ σ᾽ ἐς τάφον τίθησιν ἐκ σφαγῆς νέκυν.

Ἰώ, Θεοῦ μέλαθρα καὶ πόλις φίλα, ὦ καλλίπυργον ἄστυ Δαυΐδου χθονός, ὦ θαλάμευμα τῶν πάλαι θεοπρόπων, θεοκτόνων σπήλαιον ὡς νῦν ἀνέφυς· πῶς σε στενάξω; πῶς σε θρηνήσω φόνου; Ἀλλ᾽ ὦ λιποῦσαι Γαλιλαίας χωρίον, ἐμὸς θίασος, ἃς συνεμπόρους ἐμοὶ ἐκεῖθεν ἕλκει μυστίδας μυστηρίων ὁ νῦν νέκυς, φεῦ, τῷ λάκῳ τεθειμένος, ἐᾶτε τἀπιχώρι᾽ ἐν νεκρῷ μέλη, λεπτοῖς δὲ θρήνοις νῦν μιν ἀνυμνήσατε, ἔπειτ᾽ Ἄνακτα ζῶντ᾽ ἀνευφημήσετε, ὡς ἔστιν ἐλπὶς ἀσφαλεστάτη δ᾽ ἐμοί.

Χωρεῖτε, χωρεῖτ᾽, οὐκέτ᾽ εἰμὶ προσβλέπειν οἵα πρὸς αὐτοῦ τὸν τάφον καὶ τὸν λίθον. Εἴκωμεν οὖν, εἴκωμεν, ὦ φίλαι κόραι. Ἴτ᾽ ἴτε, κἀπίωμεν ἡσύχῳ βάσει εἰς δῶμ᾽ ἐν ᾧ θηλυγενὲς μένει γένος, μήτηρ ὅπου μάλιστα Μάρκου Μαρία, μύστην ὅπου θίασον οἶμαι συντρέχειν· κἀκεῖ μενοῦμεν γλυκεροῦ φάους δρόμον· ἢ μᾶλλον ἀπίωμεν ἐς παιδὸς νέου, ὅν μοι τέθεικεν υἱὸν Υἱός μοι μόνος.

ΘΕΟΛΟΓΟΣ Ναὶ καὶ δίκαιον τοῦτο, κοὐκ ἄλλως λέγεις· ἐκεῖσε δεῖ, δέσποινα, νῦν ἀπιέναι, ὥστ᾽ ἆσσον οὔσας τοῦ τάφου πάντα σκοπεῖν, πᾶσαν δὲ τὴν αὔριον ἡσύχως ἔχειν τῆς ἐντολῆς ἕκητι καὶ μένειν κνέφας, κνέφας φαεινὸν τῆς τριτάτης ἡμέρας, ὡς ἂν ἰοῦσαι λάθρα πληρώσητ᾽ ἔθος.

Ἴωμεν οὖν, ἴωμεν, εἴκωμεν τάφου, πρὶν δυσμενῶν τις παριὼν καταλάβῃ. Δείξω δὲ χῶρον, ἔνθα νυχεῦσαι δέον.

ΘΕΟΤΟΚΟΣ Ἰδού σε, Τέκνον, καταλείπουσαι μόνον ἄπιμεν, ᾗχι σταθμὰ θηλειῶν γένους, πρὸς οἶκον υἱοῦ, τῷ με παρέθου, Τέκνον, δέον μένειν πρὸς νάπος ἐγγὺς σοῦ τάφου.

ΙΩΣΗΦ Ὦ φίλτατ᾽ ἀνδρῶν, καὶ θανών, ἐμοὶ δ᾽ ὅμως τῶν φιλτάτων ἀεί γ᾽ ἀριθμήσῃ πολύ· χαῖρ᾽· ὕστατόν σε νῦν ἐγὼ προσφθέγγομαι.

ΘΕΟΛΟΓΟΣ Γένεθλον ἐσθλόν, οὐκ ἐν αἰνιγμοῖς φράσω, ἀνὴρ ὅδ᾽ ἐστὶ καὶ Θεὸς Θεοῦ γόνος. Σαφῶς γὰρ αὐτὸν τοῖσιν ἐξειργασμένοις Θεὸν νομίζω, τοῦ δὲ θανάτου πέρι σοφὴν πρόνοιαν αἰτιῶμαι καὶ κρίσιν, δι᾽ ἧς ὁ πότμος τοῦ γένους λυθήσεται.

Αὐτὸς δ᾽ ὁ χαμαίσυρτος ἐχθρὸς τοῦ γένους συντρίβεται νῦν, θανατοῦται, κτείνεται· κτανεῖ γὰρ αὐτὸν κἀντιπορθήσει γένος ὁ τῶν πόλων πάγκλυτος Ἰησοῦς Ἄναξ, ποινάς τ᾽ ἀδελφῶν καὶ πατρὸς πρώτου λάβῃ, παλαιφάτου γέροντος, ὃς βροτῶν γένος ἔσπειρεν ἐν γῇ, λείμακος ῥιφεὶς ἄπο ἐξ ἀπάτης δράκοντος αἰολοσκόπου, πόλει δὲ θήσει τῇ μακαριωτάτῃ.

Καὶ ταῦθ᾽ ὁ τοῦδε πότμος ἐξεργάζεται, καὶ τῶνδ᾽ ἕκητι καὶ βροτὸς πέφηνέ πως, φρικτῶν θ᾽ ὅδ᾽ ἀνὴρ θαυμάτων ὦπτο πλέως ἐς τόνδε κόσμον, ὧν σὺ πόλλ᾽ οὐκ ἀγνοεῖς· φανεὶς δ᾽ ἀνὴρ ἄριστος, οἴχεται θανών, αὖθις δ᾽ ἀναστὰς καὶ Θεὸς γνωσθήσεται.

Εἰ δ᾽ ἐν πόλοις ἦν, ἐσθλὸς ὢν ἐλάνθανε, ταῖς στρατιαῖς ὑμνούμενος μόναις ἄνω, σιγώμενόν τε κῦδος εἶχεν ἐν πόλῳ. Αἴτια ταῦτα τοῦ τόκου καὶ τοῦ πότμου· τὸ πᾶν δ᾽ ἐρῶ σοι, τῶν βροτῶν σωτηρία. Τοίγαρ τέθνηκεν ὧν ἐχρῆν ἥκισθ᾽ ὕπο, εἰς δεσμά τ᾽ ἦλθε καὶ λόγους ἐμπαιγμάτων.

Τοιαῦτα λαὸς ὁ πρὶν ἠγαπημένος εὐεργέτην ἔδρασε, θυμωθεὶς φθόνῳ· καὶ ταῦτα μὲν πέπονθεν οὗτος οὐκ ἄκων· ἃ δ᾽ αὖ παθεῖν δεῖ λαόν, οὐ κρύψω κακά. Λίπῃ πόλισμα, βαρβάροις εἴκων, ἄκων, δοῦλος, μέτοικος. Ἔστι γὰρ τὸ θέσφατον, εἰς πᾶσαν αἶαν βαρβάρων ἀποτρέχειν, αἰχμαῖς ἁλωτούς, πόλλ᾽ ἀνατλάντας κακά.

Ἀναιρέταις γὰρ πᾶσιν αὐδᾷ παγγενῆ λιπεῖν πόλιν τήνδ᾽ ἀνοσίου μιάσματος δίκας τίνοντας τῷδ᾽ ὃν ἔκτειναν φθόνῳ, καὶ μηκέτ᾽ ἰδεῖν πατρίδ᾽· οὐ γὰρ εὐσεβὲς μένειν φονευτὰς ἐν τάφοις νεκρουμένων. Πόλεις δὲ πολλὰς εἰσαφίκωνται, ζυγὸν δούλειον ἀνέλκοντες οἱ δυσδαίμονες, αἰχμαῖς ἁλωτοί, χρησμὸς ὡς λέγει Θεοῦ, πάντη διασπαρέντες, οὐ νόστον δ᾽ ἔτι οἱ τάλανες σχήσουσιν οὐδ᾽ ἐπάνοδον, ἀφ᾽ οὗ τάδ᾽ ἐκπέρσει γ᾽ ἀνηρίθμῳ στρατῷ ἡγούμενος λόγχαισιν Αὐσόνων δράκων.

Ταῦτ᾽ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς ἔφη εἰπών τις, ἐκ Θεοῦ δέ, καθὼς ἄρ᾽ ὅδε ὁ νῦν νέκυς εἴρηκε πάντ᾽ ἐν δυνάμει, οὐδέν τι μαθὼν τῶν θεοπρόπων ἄπο, αὐτοὺς δὲ μᾶλλον πάντα διδάξας τάδε. Οὗτος δ᾽ ἃ μέλλει πήματ᾽ ἐκπλήσειν, φράσω, ἀπεμπολητὴς αἰσχρὸς ἐξ ὀπαόνων.

Αὐτὸς μὲν εἶπας, ὡς μανεὶς ἄλγους ὕπο βρόχοις κρεμαστοῖς ὑπέβαλε τὴν δέρην· πεσὼν δ᾽ ἔπειτα δίχα λακίσει τάλας ἴδῃ τε δεινὸν ἦμαρ· οὐδὲ παύσεται κακῶν ὁ τλήμων, οὐδέ, τὸν καταιβάτην ᾅδην διαβάς, ἥσυχος γενήσεται, στένων ἄληκτα καὶ βοῶν σφοδροῖς πόνοις, καὶ νᾶμα πυρὸς τόνδε δ᾽ ὑποδέξεται.

ΙΩΣΗΦ Ὦ φίλος, ὡς εἰς δεινὰ φῂς ἐλθεῖν κακὰ πάντας, κἄμ᾽ αὐτὸν συγγόνους τ᾽ ἄρδην ἐμούς· κἀγὼ δ᾽ ὁ τλήμων βαρβάρους ἀφίξομαι; ἢ ποῖ τράπωμαι, πατρίδος πορθουμένης; Ὦ πάμμεγ᾽ ἐμπνέουσα βαρβάροις ποτὲ πόλις, τὸ κλεινὸν οὔνομ᾽ ἀφαιρῇ τάχα.

Χαῖρ᾽, ὦ μέλαθρον, χαῖρε, πατρῴα πόλις· λίπω λίπω σε, δυστυχῶς δοῦλος γεγώς, αἰχμαῖς ἁλωτός· βαρβάρων δ᾽ ἴδω πέδον, εἰ μὴ γέροντ᾽ ὄντα με προφθάσει πότμος, ὃν εἴθ᾽ ἴδοιμι πατρίδος μένων πέδῳ· συνῆκα γάρ, θέσφατον ὡς οὕτως ἔχει.

ΘΕΟΛΟΓΟΣ Τὸ μὲν σὸν εὐδόκιμον, εὐσεβὲς γέρον· ὁ δ᾽ ἐγγενής σοι λαὸς ἐκτίσει δίκην, ὡς ἀξίαν μὲν λίαν, ἀλγεινὴν δ᾽ ὅμως· αὐτὸς δ᾽ ἑαυτὸν αἰτιάσθω τῆς δίκης. Οὐ γάρ τι λέξει πρὸς πρόφασιν, ὡς τάχα οὐκ ἦλθεν, οὐκ ἤμυνεν, οὐδ᾽ ἐπεστράφη, εὐεργετῶν πάλαι τε καὶ νῦν εὐτρόπως.

Τίνας γὰρ οὐκ ἔστειλε κήρυκας πάλαι; οἵων δὲ δώρων οὐκ ἔπλησέ νιν ξένων, ὃν ἐξαγαγὼν καὶ πικρᾶς τυραννίδος, ἐθνῶν ἄνακτ᾽ ἔθηκε πανσθενῶς μέγαν, ὅτ᾽ ἀμφὶ Βασὰν τήν τ᾽ Ἀμορραίων χθόνα ἐθνῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα ἔρρηξε πέλτην, τῷ δὲ δουλώσας στρατὸν παρέσχεν· ὧνπερ λακτίσας πολλὴν χάριν προὔδωκεν αὐτὸν εἰς φόνον μιαιφόνοις· ὃς ὕστερον μὲν ἦλθεν, εἰς καιρὸν δ᾽ ὅμως· θεοπρόποι γὰρ καὶ νόμος πολλοῖς χρόνοις ἱδροῦντες, αἰχμάζοντες οὐχ εὗρον πέρας.

Χριστῷ δὲ φῶς ἓν ἡλίου καταρκέσει ᾅδου δόμους πέρσαντι θἠτέρᾳ πάλιν πρὸς γαῖαν ἐλθεῖν, συντεμόντ᾽ ἄλγη βροτῶν· τῶν γὰρ ἕκητι πτωχικὴν λαβὼν στολὴν εἴσεισιν ᾅδην· πολλὰ δ᾽ ἐκεῖθεν σκύλα ἄρας, φανεῖται νερτέρων ἐπίσκοπος, κτανών τε φρουροὺς καὶ παραστάτας πυλῶν, ἐκεῖθεν ἔλθῃ πᾶσί τε γνωσθήσεται ἀρωγός, αὐτόριζος ὢν εὐεργέτης, ὃν ἐγγενὴς ἔκτεινε λαὸς ἐν φθόνῳ.

Οἱ δ᾽ οὐδὲν αὐτῷ συγγενεῖς πεφυκότες, κτηθέντες αὐτῷ, τοὶ μὲν ἐν χωστοῖς τάφοις, οἳ δ᾽ ἔν τ᾽ ὄρει τε καὶ σπέει καὶ γῆς βάθει ψυχρὰν ἄησιν δίψιόν τε πῦρ θεοῦ μενοῦσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις, οὐδ᾽ ἐν χιτῶσι τρυφεροῖς ἐγκείμενοι, οὐδ᾽ ἐν ζαχρύσοις δώμασιν κοιμώμενοι· τοὶ δ᾽ ἐν μαχαίραις καὶ σπάθῃ τε καὶ ξίφει πίπτοντες, ἐμφανοῦσι πίστιν ἀσφαλῆ, οὐχ ἣν ὁ πράτης καὶ σφαγεῖς εὐεργέτου, οὓς ἐκτίσαι δίκαιόν ἐστι τὴν δίκην.

Σὲ δ᾽ ἐξαναστὰς εὐχερῶς ἐκρύσεται, ὃν εὐπρεπῶς τέθεικας ἐν καινῷ τάφῳ, καὶ μακάρων ἐς αἶαν ἐγκαθιδρύσει, σάλπιγγος ἠχῇ νεκρέγερτον δεικνύων. Δεῖ γάρ σε τὴν φονῶσαν ἐκλιπεῖν πόλιν, καὶ πραέων οἰκεῖν σε δάπεδον, μάκαρ, θεὸν φανέντα, φθιτὸν ἀμείψαντά σε πάχος βρότειόν τ᾽ ἀποβαλόντα φθορᾶς, ἣν ἐξ ἀπάτης ἔσχες, ὡς θνητὸς γεγώς.

Τῶνδ᾽ οὐδὲν ᾔδειν ἐκ λόγων θεοπρόπων, Διδασκάλου δ᾽ ἔγνωκα τοῖς στέρνοις κλιθείς· οὕτως ἔσεσθαι τοὺς Θεῷ φιλουμένους ἐγὼ συνῆκα Δεσπότου στέρνοις πεσών, ὥστ᾽ ἐξ ἀβύσσου πόλλ᾽ ἀπαντλήσας σοφά.

ΙΩΣΗΦ Σοφοῦ παρ᾽ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν. Πέποιθας αὐτὸν δ᾽ αὖθις ἰδεῖν ἐν χθονί;

ΘΕΟΛΟΓΟΣ Πέποιθα· δείξει τοὐπιὸν σέλας Θεοῦ· μίαν μόνην μεῖναί με δεῖ τὴν αὔριον.

ΙΩΣΗΦ Ἡμῖν μὲν ὡς μέγας τις ἥκων ἐκ Θεοῦ, ἁπλῶς τε θανών, ὡς βροτὸς τυμβεύεται, ἐν σινδόσιν μύροις τε, μητρὸς ἐκ θνατᾶς φανείς· τὸν ἐκ κείνης γὰρ ἦν θανεῖν χρεών. Εἰ δ᾽ ὡς Θεὸς νῦν κυριεύσει καὶ μόρου, ἔσται τὸ λοιπόν, ὡς Θεοῦ Παῖς καὶ μόνος, ἅπασι σεπτὸς τοῖσιν εἰδόσιν Θεός· πένθος δὲ βαιὸν ὄντι μητρὸς ἐκ θνατᾶς κείσθω· τὸν ἐκ κείνης γὰρ ἦν θανεῖν χρεών.

Ἡμῖν μὲν οὕτως νῦν τετίμηται φίλος· ὃς δ᾽ εἴ τι πράσσειν, ὡς Θεός, θέλων σθένει, καιρὸς πάρεστι· φῶς γὰρ ἡμέρας τρίτης οὐ μακράν ἐστι, καὶ τὸ πᾶν φανήσεται.

ΘΕΟΛΟΓΟΣ Πέποιθα πᾶσιν ἡμέραν ἐλευθέραν ἀκτῖνα τὴν τριταίαν ἡλίου φέρειν.

ΙΩΣΗΦ Ἴδοιμ᾽ ἴδοιμι γλυκερόν τ᾽ ἦμαρ τόδε· εἴθ᾽ εἴθε, φίλος, θαῦμα τοῦτ᾽ ἴδοιμ᾽ ἐγώ. Νῦν δ᾽ ἀπίωμεν, Νικόδημ᾽ εὐεργάτα· στείχωμεν ἡμεῖς, φίλε, κἀξαιτώμεθα ὑπέρ τε λαοῦ, καίπερ ὄντος ἀγρίου, ὑπέρ τε πάτρης, τὸν Θεὸν μηδὲν νέον δρᾶν, κἂν ἕως πάρεσμεν ἄμφω τῷ βίῳ.

Καὶ σὺ δέ, φίλε παρθένε, ξὺν παρθένῳ πρὸς ταῦτα συνάρηξον ἡμῖν τοῖς φίλοις· ναὶ καὶ σὺ συνάρηγε καὶ θρηνοῦσά περ, δέσποινα, μῆτερ τοῦ διφυοῦς, ὡς λόγος τοῦ παρθένου πείθει με μύστου σοῦ Τέκνου.

ΘΕΟΤΟΚΟΣ Ἄπιθι καὶ δύναμιν ἄγγελλε βροτοῖς, σὺν Νικοδήμῳ νυκτέρῳ μύστῃ πάρος, τανῦν δὲ σὺν σοὶ παμφανεστάτῳ φίλῳ.

ΘΕΟΛΟΓΟΣ Χαίροντες ἴτε, μήτι που πτοούμενοι. Ὁ βίοτος γὰρ τῆς καλῆς ἡσυχίας καὶ τῆς ἀκραιφνοῦς ἀγάπης καὶ φιλίας, τό τε φρονεῖν εὖ σωφρονεῖν τ᾽ ἐν τῷ βίῳ τηρεῖ τὰ πάνθ᾽, ὡς ἀσάλευτα προσμένειν· Θεὸς γὰρ οἶδε πάντα καὶ σοφῶς κρίνει.

ΙΩΣΗΦ Σύ τοί με πείθεις, σοῖς τε πιστεύω λόγοις, τάξιν τε τηρῶν, εἶμ᾽ ἐλεύθερος φόβου.

ΘΕΟΛΟΓΟΣ Χώρει· μέλειν γὰρ πάντα οἱ δοκεῖ φίλων· αὐτοί τ᾽ ἐπιγνώσεσθε τοὺς ἐμοὺς λόγους. Ὑμεῖς δ᾽ ἕπεσθε νῦν, κόραι, σὺν μητρί μου, ἕπεσθε, Χριστὸν καρδίαις ὡπλισμέναι πτοούμεναί τε μηδέν, ἀλλ᾽ ἕπεσθέ μοι· δείξω γὰρ οἶκον ἔνθα νυχεῦσαι δέον.

Οὐκοῦν ὅδ᾽ ἐνδέξιος οἶκος· ἐνθάδε τανῦν καταυλίσθητε· καὶ γὰρ εὐφρόνης οὐ βραχὺ παρῴχηκεν, ὡς ὁρῶ, μέρος, ἤδη δ᾽ ἕως πάρεστιν, ἐκρέει κνέφας.

ΘΕΟΤΟΚΟΣ Ἰώ μοι· ἰώ· Ψυχῆς μελούσης, καρδίας παχνουμένης, ὕπνος βλεφάροις τοῖς ἐμοῖς πῶς ἐμπέσῃ; Οἴμοι, Τέκνον μου, σῆς σφαγῆς πανταδίκου· ὤ μοι ταλαίνῃ δραμάτων ἀντιστρόφων· οὐ γὰρ συνῳδὰ ταῦτα τοῖς ἠλπισμένοις, κἂν συνᾴδωσι τοῖς προηγορευμένοις.

Ἔτλην μεγίστας συμφορὰς καὶ πρίν, Τέκνον, ἀρχῆς ἀπ᾽ ἄκρης σῶν ξένων γενεθλίων· ἀλλ᾽ εἵπετ᾽ εὐθὺς συμφοραῖς θυμηδία, σοῦ συμπαρόντος καὶ λύοντος ἀνίας· νῦν δ᾽ ἄλγος ἀφέρτατον, οἴμοι, πῶς φέρω; τί γοῦν τί δράσω νῦν παθοῦσ᾽ ἀμήχανα; θέλξει δ᾽ ἕδραν ὄμματος ὕπνος πῶς ἄρα;

ΗΜΙΧΟΡΙΟΝ Ἄμμες μέν, ὦ δέσποινα, χαμαιστρωτίαι ἀνεκλίθημεν, σώμασιν παρειμέναι, νέαι, παλαιαί, παρθένοι τ᾽ ἔτ᾽ ἄζυγες, ἄλλαι πρὸς ἄλλων νῶτ᾽ ἐρείσασαι κάρας, αἵδ᾽ ἐν παρειαῖς ὑποβαλοῦσαι χέρας, καὶ βαιὸν ἡρπάσαμεν ὕπνου βραχύ τι.

Σὺ δ᾽ οὐχ ὕπνωσας οὐδ᾽ ἀνέκλινας δέμας, παννύχιον στένουσα κὠδυνημένη· πάσῃ γὰρ ὄμμ᾽ ἄγρυπνον εὐφρόνῃ στρέφεις. Ἕως τίνος μείνῃς δὲ προσκαθημένη ἄϋπνος, ὄμμα μηδ᾽ ὅλως μύουσα σόν; Ἠώς, ἰδού, πέφηνε, καὶ λεωφόρον περιτρέχουσι δῆμος ἄνω καὶ κάτω· γῆς τ᾽ ἀναδραμὼν ἥλιος φαεσφόρος, ἀκτῖνας ἐξίησι θερμαίνων χθόνα.

ΘΕΟΤΟΚΟΣ Υἱὸν τεθέντα νεκρὸν ἰδοῦσαν τάφῳ οὐ δεῖ με θρηνεῖν καὶ στένειν καὶ δακρύειν, ἕως ἴδοιμι ζῶντα πάλιν ἐκ τάφου; ὕπνος δ᾽ ἄρα μου πῶς βλεφάροις ἐμπέσῃ;

ΕΤΕΡΟΝ ΗΜΙΧΟΡΙΟΝ Κἀγὼ μελούσῃ καρδίᾳ λήγουσ᾽ ὕπνου κεῖμαι, πεδοστιβής γε χαμαιστρωτίᾳ, κοὔτ᾽ ἔβρισ᾽ οὔτ᾽ ἐκοίμισα, σφοδρῶν γόων σῶν, παρθένε, κλύουσα καὶ στεναγμάτων.

ΘΕΟΤΟΚΟΣ Ἔγρεσθ᾽ ἔγρεσθε· τί, γυναῖκες, μέλλετε; ἔξιτ᾽ ἄπιτε βαιὸν ὡς πρὸς τὴν πόλιν, ὅσον προβαίνειν ἐντολὴ δίδωσί πως· ἴσως τι μαθήσεσθε καὶ νεώτερον. Πολλοὶ γὰρ ὑμᾶς ἀγνοοῦσι, κοὐ δέος.

ΧΟΡΟΣ Καὶ μὴν ὀπαδῶν νῦν τιν᾽ εἰσορᾶν δοκῶ, σπουδῇ σκυθρωπὸν ἐνθάδ᾽ ἐφωρμημένον· δοκεῖ δὲ καινῶν ἄγγελος μηνυμάτων.

ΑΓΓΕΛΟΣ Πῇ πῇ μολὼν εὕροιμ᾽ Ἰησοῦ μητέρα; εἴπατέ μοι, γυναῖκες, εἴπερ ἴστε, μοι σημήνατ᾽· ἆρα τῶνδε δωμάτων ἔσω;

ΘΕΟΤΟΚΟΣ Ἥδ᾽, αὐτὸς ἀθρεῖς, δωμάτων ἐντὸς μένει.

ΑΓΓΕΛΟΣ Δέσποινα, μῆτερ Μυσταγωγοῦ μοι φίλου, καὶ νῦν μερίμνης ἄξιον φέρω λόγον σοὶ καὶ μαθηταῖς καὶ γυναιξὶ σαῖς φίλαις.

ΘΕΟΤΟΚΟΣ Εἰς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων φόβον. Τί δ᾽ ἐστί; μῶν τις συμφορὰ νεωτέρα;

ΑΓΓΕΛΟΣ Πολλὴ φάλαγξ ἔνοπλος εἰς τάφον μολεῖ, τίνος δ᾽ ἕκητι, συμβαλεῖν σάφ᾽ οὐκ ἔχω. Ἥκω δ᾽ ἀκούσας οὐ τορῶς· φήμη δέ τις λαοῖσιν ἐμπέπτωκεν, ὡς κατάσκοποι ἥκουσι τάφου· χὠ μὲν οὐκ ἰδὼν λέγει· ὅδ᾽ εἰσιδὼν μολοῦντας οὐκ ἔχει λέγειν· ὃς δ᾽ εἰδέναι λέγων τι, φράζειν οὐ θέλει.

Πλὴν εἷς τις εἶπε γραμματεῖς προσιέναι καὶ ταῦτα πεῖσαι κοίρανον τῆσδε χθονὸς πέμψαι φύλακας καὶ σφραγίσαι τὸν λίθον, ὡς μὴ τάχα κλέψωσι μύσται τὸν νέκυν· ὧν οὕνεκ᾽ ἦλθον πρὸς σὲ ταῦτ᾽ ἀπαγγελῶν.

ΘΕΟΤΟΚΟΣ Ὦ ῥάπτα κακῶν τῶν ἀφερτάτων ἐμοί, γραμματέων ὅμιλε καὶ πρεσβυτέρων, ὦ τῆς φονώσης ἐργάτα τολμηρίας, ὦ δραματουργὲ τοῦ φόνου τοῦ Δεσπότου, ὡς συνιεὶς μὲν οἷα τολμᾷς ἀφρόνως, δέξῃ βέλος δριμύ τι κατὰ καρδίας, πάνδεινον ἀλγῶν ἄλγος. Ἢν δ᾽ ἄρ᾽ ἐς τέλος ἐν τοῖσδε μείνῃς οἷς τανῦν κακῶς μένεις, οὐκ εὐπραγῶν δόξεις γε σὺ μὴ κακῶς ἔχειν ἐξ ἀφροσύνης καὶ κακῆς ἀβουλίας· γνοίης δ᾽ ὅμως ἔπειθ᾽ ὅτ᾽ οὐ κέρδος τί σοι.

Πῶς γὰρ ἔσονται νεκροφῶρες οἱ μόγις μιαιφόνους σφῶν χεῖρας ἐκπεφευγότες; προσεγγίσαι πείσει δὲ τίς σφᾶς τῷ τάφῳ, οὕτω τρέσαντας καὶ λίαν πεφρικότας; Ἄπιθ᾽ ἄπιθι καὶ φύλασσε τὸν τάφον· ναὶ ναί, φάλαγξ, ἄπιθι κἀσφαλῶς βλέπε· μάρτυς γὰρ ἴσως τῆς ἐγέρσεως ἔσῃ.

Ἄμμες δέ, φίλαι, τῇδε μίμνωμεν πάλιν.

ΧΟΡΟΣ Ναὶ ναὶ μένωμεν ἡσύχως ἐν οἰκίᾳ, μηδ᾽ ἀπίωμεν ἐς τάφον νῦν Δεσπότου, ἀλλ᾽ ἰέναι μείνωμεν εὐφρόνης κνέφας.

ΘΕΟΤΟΚΟΣ Καὶ μὴν ἰδού, πρόεισιν ὄρφνης τὸ κνέφας. Λοιπὸν μένωμεν ἡσύχως ἐκ φυλάκων. Πῶς γάρ τις ὄρφνῃ δυσμενῶν ἀνὰ στρατὸν ἐλθὼν μυρίσει τόνδ᾽ ἀκινδύνως μολών; κατάσκοπον δὲ πρὸς τάφον μολεῖν ἔδει τιν᾽ ἐξ ὀπαδῶν ἄγρυπνον Διδασκάλου· ναὶ ναὶ προσήκει τιν᾽ ἀπιέναι τάχει· κἂν μέν τινα κρυφαῖον οὐ γνοίη δόλον, βῶμεν πρὸς ὄρθρον τύμβον ἐς ζωηφόρον· δέμας νέκυος τοῦ μυρίσαι κατ᾽ ἔθος ἐλευσόμεσθα· τήνδ᾽ ἔχω γνώμην ἐγώ.

Ἢν δ᾽ αὖ τιν᾽ ἐχθρῶν μηχανὴν πυθώμεθα, τῆς καλλιφεγγοῦς ἡμέρας τὴν ἀκτίνα σιγῇ μενοῦμεν, οὐδὲ χρεία μυρίσαι τὸν κείμενον νῦν· οὐ γὰρ ὑπὸ γῆς ζόφον φθορὰ κατασκήψει τις εἰς δέμας Λόγου, οὔτ᾽ οὖν καθέξει ψυχὰν ᾅδης παμφάγος· ἑκὼν γὰρ ἔτλη πότμον, οὐκ ὄφλημ᾽ ἔχων, ἵνα κατειρχθῇ κατ᾽ ὀφειλὴν εἰς ζόφον.

Ἐξ ἀφθίτου γὰρ ἄφθιτον πεφυκότα πῶς νιν φθερεῖ ταμίας ᾅδης νερτέρων; ὃν καὶ λάφυρ᾽ ἐκεῖθεν ἑλκύσαι δοκῶ ὅσους βροτῶν καθεῖρξεν, οὓς ξυνήρπασε κἄδδησεν ἐν δεσμοῖσι πανζόφου στέγης.