Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Χριστὸς πάσχων

Γρηγόριος ὁ Ναζιανζηνός

Η σκευωρία των αρχιερέων και η δωροδοκία της φρουράς

Η μαρτυρία των στρατιωτών για τον σεισμό και τον άγγελο, η προσπάθεια των αρχιερέων να συγκαλύψουν την αλήθεια δια της δωροδοκίας και η ανάκριση από τον Πιλάτο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 9 από 11

ΑΓΓΕΛΟΣ Δέσποινα, μῆτερ Παιδός, οἷον οὐδέπω ἄλλην γυναῖκ᾽ ἔκλυον ἐκτεκεῖν ἐγώ.

ΘΕΟΤΟΚΟΣ Τίς εἶ ποτε σὺ συμφρονῶν; κατ᾽ εὐφρόνην ἀμβλῶπες αὐγαί, κοὔ σε γινώσκω τορῶς.

ΑΓΓΕΛΟΣ Εὔνους ἀεί σοι καὶ σφαγέντι σου Τέκνῳ, τῶν θαυμασίων κἀγαθῆς φρενὸς χάριν.

ΘΕΟΤΟΚΟΣ Νέον τί δ᾽ ἀγγέλλεις; τί; τάχιστα φράσον.

ΑΓΓΕΛΟΣ Δέσποινα, χαῖρε· τοῦτό σοι πρῶτον λέγω· πάγχαρτε, χαῖρε· τοῦδε γὰρ προοίμιον κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν βροτῶν· ἀλλ᾽ οὐδὲν ἧσσον σοὶ φέρω κεδνοὺς λόγους· οἵαν γὰρ ἀγγελίαν ἥκω σοι φέρων.

ΘΕΟΤΟΚΟΣ Υἱὸν φανέντ᾽ ἄϊδος ἀγγελεῖς νέον;

ΑΓΓΕΛΟΣ Ἔγνως, λόγου δὲ δὶς τόσου μ᾽ ἐκούφισας· ἤλυθε καὶ πάρεστιν, ὡς αἱρεῖ φάτις, κἀν γῇ τὸν ᾅδην ἐκφυγὼν πορεύεται. Τοιαῦτ᾽ ἐγὼ γὰρ ἀγγελεῖν ἐλήλυθα.

ΘΕΟΤΟΚΟΣ Ἄμμες μὲν ἴδμεν τοῦτο· σὺ δ᾽ οἶδας πόθεν; ἄγ᾽ εἰπέ, πῶς φῄς; πῶς λέγεις; οἶδας δὲ πῶς; τί τ᾽ ἄρ᾽ ἐναργὲς τοῦδ᾽ ἐρεῖς τεκμήριον;

ΑΓΓΕΛΟΣ Στρατὸς φυλάκων πᾶσαν ἀν᾽ ὄρφναν μένων καὶ τάφον ἀθρῶν ἀσφαλεῖ προθυμίᾳ, νῦν ἐννύχιος ἐν θορύβῳ συρρέων πρὸς ἱερεῖς ἔδραμεν ἐν πολλῷ τρόμῳ, νέαν δ᾽ ἔδοξε βάξιν ἐμφαίνειν φόβῳ· νυκτηγοροῦντές τ᾽ ἦσαν ὡς πεφρικότες.

Οὐκ εἰς κενὸν δ᾽ ἄρ᾽ ἡ φάλαγξ ὑπέτρεμε· ἐγὼ δ᾽ ἔμαθον αἰτίαν παρ᾽ ἐλπίδα, νύκτωρ κατ᾽ ἄστυ τειχέων εἴσω μολών· καὶ τήνδε μαθών, ἧκον ἡσύχῳ βάσει, στρατοῦ κατόπιν ἀκροώμενος λόγων. Ὅδ᾽ εἶπεν οὕτως, ἐμφόβῳ τολμηρίᾳ λαβραγορῶν ἅπαντα θάμβη τοῦ τάφου· εἴρηκεν οὖν, εἴρηκε πρὸς πρεσβυτέρους ἀρχιερεῖς τε, δραματουργοὺς τοῦ φόνου συνηγμένους τε καὶ σκοποῦντας τοῦ πέρι· «Ὦ τὸν φρικώδη πότμον ἐξειργασμένε, γραμματέων ὅμιλε καὶ πρεσβυτέρων, ἥκω φράσαι σοι καὶ πόλει πολλὰ ξένα, ὡς καινὰ πάντα θαυμάτων τ᾽ ἐπάξια, ἅπερ νέκυς δέδειχεν, οὗ νύκτωρ φύλαξ ἐγὼ τέταγμαι, καὶ νῦν εἰσέτι τρέμω· ὥστ᾽ εἰ παρῆσθα, τοῦτον ὃν τάχ᾽ ὡς νέκυν ἡμᾶς φυλάττειν ἐξέπεμψας τῷ τάφῳ, εὐχαῖσιν ἂν μετῆλθες, εἰσορῶν ξένα.

Θέλω δ᾽ ἀκοῦσαι πότερά σοι παρρησίᾳ φράσω τἀκεῖθεν, ἢ λόγον στειλώμεθα. Ταρβῶ γὰρ εἰπεῖν τοὺς λόγους ἐναντίον πρὸς τὸν τύραννον, τὸ φρενῶν πτήσσων τάχος τό τ᾽ ὀξύθυμον καὶ τὸ λίαν ἠρμένον.» Ταῦθ᾽ ἡ φάλαγξ ἔφησε πρὸς πρεσβυτέρους.

Οἵδε στραφέντες καθ᾽ ἑαυτούς, τοιάδε ἔλεξαν ἄμφω καὶ προσεῖπον ἀθλίως· «Ἤδη τόδ᾽ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται ὕβρισμ᾽ Ἰησοῦ, νῦν φόβος θ᾽ ἡμῖν μέγας. Ἀλλ᾽ οὐ μέλειν δεῖ, δεξιοῦσθαι δὲ στρατόν.» Αὖ δὲ στραφέντες πρὸς φάλαγγ᾽ εἶπον τάδε· «Ἄκουε, φάλαγξ, ὡς ἔχω γνώμης ἐγώ· ὅσ᾽ οὐ κατὰ γνώμην ἐρεῖν ἡμῶν ἔχεις, κρύφθ᾽· ὡς ἀθῷος δι᾽ ἐμοῦ πάντων ἔσῃ, ἐροῦσ᾽ ὀπαδοὺς τὸν νέκυν κλέψαι λάθρα· δώσω δέ σοι καὶ δῶρ᾽ ἃ καλλιστεύεται· οὐ γὰρ χρεὼν ἄνακτι ταῦτά σε φράσαι, ἃ πρὸς κλέος ῥέπουσι τοῦ τεθαμμένου, ἄμμιν δὲ κατήφειαν εἰσφέρουσί που ὄχλου τε θυμὸν ὑπανάπτουσι σφόδρα, πάντων τ᾽ ἀγανάκτησιν εἰς ἡμᾶς ἄγει.» Ἥδ᾽ ἀντέφησεν ἡ φάλαγξ τῶν φυλάκων· «Ἐγὼ μὲν οὐκ ἐρῶ τι τῶν ἐγνωσμένων, ἐπεὶ δοκεῖ σοι καί με ῥύεσθαι λέγεις, πρὸς τὸν τύραννον· σοὶ δ᾽ ὅμως εἰρήσεται.

Ἀνὴρ ὅδ᾽ ἥσσων οὐδενὸς θεοῦ δοκεῖ ἐξ ὧν τε πρὶν πέπραχε καὶ νῦν θαυμάτων· ὃς ἐξαναστὰς κειμένου λίθου τάφῳ καὶ τῶν σφραγίδων ἐμμενουσῶν εἰσέτι, ἡμῶν τ᾽ ἀΰπνων ἐγκαθημένων κύκλῳ, τὰ πάντα κατηύγασεν, ἡμᾶς δὲ τρόμῳ ὡσεὶ νεκροὺς τέθεικεν ἐξεστηκότας· γῆς γεῖσσ᾽ ἐσαλεύθη γὰρ ἀσχέτῳ κλόνῳ, αἴφνης δ᾽ ὁ λίθος ἐκκεκύλισται τάφου· καὶ τοῦτο δ᾽, ὡς ἔοικεν, ὡς ὁρᾶν ἔχῃ συνιέναι τε πᾶς θεωρῶν τὸν τάφον.

Ἐκ δ᾽ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι, Θεὸς πατὴρ ἤχησεν ἐν βοῇ ξένῃ· ταύτῃ θ᾽ ἅμ᾽ ἐβρόντησε καὶ πρὸς τὸν πόλον καὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός· σίγησε δ᾽ αἰθήρ, σῖγα δ᾽ ὕλιμος νάπη φύλλ᾽ εἶχε, καί ποθ᾽ οὐκ ἂν ἤκουσας ψόφον.

Τὸν ἄνδρα γοῦν τόνδ᾽, ὅστις ἐστίν, ὦ φίλοι, δέχεσθε κἂν νῦν· πάντα γὰρ δοκεῖ μέγας. Κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω, τὴν παυσίκακον δωτίνην δοῦναι βροτοῖς, καὶ τοῦδ᾽ ἄνευ μηδὲν καλόν τ᾽ εἶναί ποτε μήτ᾽ αὖ γενέσθαι· κἂν ἀληθεύῃ λόγος, θύοιμ᾽ ἂν αὐτῷ μᾶλλον, ἢ θυμούμενος πρὸς κέντρα λακτίζοιμι, θνητὸς ὢν θεῷ.»

ΑΡΧΙΕΡΕΙΣ Σὺ πόλλ᾽ ὕπνωσας καὶ λαλεῖς ὀνείρατα. Ἔκλεψαν, ὡς ὕπνωσας, μύσται τὸν νέκυν, καὶ τοῦτο πρὸς τύραννον εἰπὲ καὶ μόνον· ὃ δ᾽ οὐ καταθύμιον ἡμῖν, σὺ σίγα· σιγῶν δὲ τοῦτο, δεξιώσεις νῦν λάβῃς, ἢ γοῦν ἑκόντες ἐπράσατε τὸν νέκυν, κἂν μὴ σιγήσῃς, τοῦτο τύραννος μάθῃ.

ΚΟΥΣΤΩΔΙΑ Πείθῃ μὲν οὐδὲν τῶν ἐμῶν κλύειν λόγων· ἐγὼ δέ, καίπερ πρὸς σέθεν κακῶς κλύων, οὔ φημι χρῆναι κατεπαίρεσθαί σ᾽ ἔτι, ἀλλ᾽ ἡσυχάζειν· οὐ θεὸς ἀνέξεται. Ὡς δ᾽ οὐδὲν ἐπράσαμεν, ἡ σφραγὶς τάφου ἔδειξε σαφῶς, καὶ πρόφασιν οὐκ ἔχεις· τηρουμένης γάρ, κειμένου τε τοῦ λίθου, ὢ θαῦμα φρικτόν, ἐξανέστη τοῦ τάφου.

ΑΡΧΙΕΡΕΙΣ Ἔα τὰ πολλὰ καὶ δέχου τὰς δωτίνας.

ΚΟΥΣΤΩΔΙΑ Ἐπείπερ οὐ πείθῃ σὺ τοῖς ἐμοῖς λόγοις, ἔγωγε τοῖς σοῖς, ὡς λέγεις, πεισθήσομαι. Σὺ δὲ σκόπει τὸ πῶς με τυράννου ῥύσῃ.

ΑΡΧΙΕΡΕΙΣ Μή σοι μέλησις τοῦδέ τις ἔστω πέρι· πείσω γὰρ αὐτὸν νῦν φρονεῖν ἀδελφά σοι, ὡς ἐγγενῆ σοι καὶ χθονὸς τῶν Αὐσόνων. Ἀλλ᾽ ἀπίωμεν τάχιον· μή σοι δέος. Ἐρεῖς δέ· μύσται τοῦδε νυκτέρῳ ποδί, λαθόντες ὄμμα τοὐμόν, ἦραν τὸν νέκυν.

ΚΟΥΣΤΩΔΙΑ Ἰώ μοι· ἰώ, αἲ αἴ·

ΠΙΛΑΤΟΣ Τίς ἐστιν ὃς θρηνῶν γοῶν τ᾽ ἔξω στένει;

ΑΡΧΙΕΡΕΙΣ Φάλαγξ φυλάκων τοῦ κατακρίτου νεκροῦ, ἄναξ, πάρεστι καὶ φόβῳ πολλῷ στένει.

ΠΙΛΑΤΟΣ Εἰς καιρὸν ἥκει, καίπερ ἐμφαίνουσά τι· τί γὰρ τί θρηνοῦσ᾽ ἀλαλάζει καὶ στένει; τίνος θ᾽ ἕκητι τὸν φόβον φέρει; λέγε.

ΑΡΧΙΕΡΕΙΣ Αὐτοὶ παρόντες τοὺς λόγους ποιησάτων.

ΚΟΥΣΤΩΔΙΑ Μύσται γάρ, ἄναξ, τοῦδε νυκτέρῳ ποδί, λαθόντες ὄμμα τοὐμόν, ἦραν τὸν νέκυν.

ΠΙΛΑΤΟΣ Πῶς, ὦ μέγιστα πήματ᾽ ἐξειργασμένοι, μύσται μολόντες εἰς τάφον γ᾽ εἰσῄεσαν, ὑμᾶς λαθόντες, καὶ νέκυν ἀφήρπασαν; κοὔτ᾽ εἰσιόντας πρὸς τάφον συνήκατε, οὔτ᾽ ἐξιόντας; Τῶνδε τίς τίσει δίκην πλὴν σοῦ; σὲ γὰρ φύλακά φημ᾽ εἶναι τάφου· ὄφλειν τ᾽ ἔθηκας τοῖς βροτοῖς γέλωτά με, πρὸς αἰσχύνῃ δὲ καὶ δίκην τίσω φόνου.

Κλέπται σ᾽ ἔλαθον, ἐγγελῶντες πολλά μοι; τίς γὰρ πρόφασις τοῦ νεκρὸν κλέψαι δέμας; πῶς δ᾽ ἂν ἐτόλμων, φυλάκων τόσων μέσον, οὕς φασι καὶ φῶς λαμπάδων πυρὸς φέρειν, καὶ τῶνδ᾽ ἄνευ δὲ πανσέληνος νὺξ τρέχει, ἐλθεῖν τρέμοντας καὶ κυλίσαι τὸν λίθον, ὃν ἀπονητὶ στρατὸς οὐκ ἔθηχ᾽ ὅσος, τέθεικέ τε σφραγῖδας ἐκτὸς τοῦ λίθου ἰλαδὸν ὑμῖν καὶ χορὸς πρεσβυτέρων;

Οὐκ οἶδα μύστας, οὓς νέκυν κλέψαι λέγεις· σὺ τοῦτ᾽ ἔδρασας, οὐδὲν ἂν δεξαίμεθα· γνώμην δ᾽ ἀφαιρῇ τὴν ἐμήν, πλέκων λόγους. Ἀλλ᾽ οὖν μακροῦ σοι καὶ σοφοῦ δέει λόγου, ὅτῳ με πείσεις μὴ λέγειν ψευδηγόρως.

Οὐ γὰρ μένουσι τῆς ἀληθείας λόγοι· ἀλλὰ τρέπουσι τοὺς λόγους βουλεύματα, οὐδ᾽ ἐμμένουσιν οἱ λόγοι βουλεύμασιν.

ΚΟΥΣΤΩΔΙΑ Ὀρθῶς, ἄναξ, εἴρηκας, ὡς τὸ δρᾶμ᾽ ἔχει· ἐγὼ γὰρ ὄμμ᾽ ἄγρυπνον εἶχον εὐφρόνῃ κοὔτ᾽ ἔβρισ᾽ οὔτ᾽ ἐκοίμισ᾽, οὐ νὴ σὴν κάραν, εἶδόν τε πάντα καὶ δραμὼν ἦλθον λέγων. Κἀγὼ μὲν ἦν πρόθυμος ἔννυχος δραμεῖν καὶ σοὶ τὸ πᾶν εἰπεῖν τε καὶ φυγεῖν δίκην· ἀλλ᾽ οἱ σοφοί γε καὶ τὸ θεῖον εἰδότες μεῖναί μ᾽ ἔπεισαν ἡμέρας λαμπρὸν φάος· οὐ γὰρ φαεννοί με ξυνέσχον ἡλίου λαμπτῆρες, ἀλλ᾽ ἔδραμον ἐς σφᾶς αὐτίκα καὶ σφίσιν εἶπον πᾶν ὅραμ᾽ ἄκουσμά τε· οἵδ᾽ οὐ μένουσι τοῖς ἐμοῖς ὀρθῶς λόγοις.

ΠΙΛΑΤΟΣ Δέδοικα, φάλαγξ, μὴ μάτην ψευδηγορῇς. Μύσται γὰρ ἢν ἔκλεψαν, οὐκ ἴσμεν τορῶς· καὶ γὰρ ὕποπτόν ἐστι κάρτ᾽ ἐμῇ φρενί· τί γὰρ ἐναργὲς τοῦδ᾽ ἐρεῖς τεκμήριον;

ΑΡΧΙΕΡΕΙΣ Ἄναξ, ταχύνεις, πρὶν μαθεῖν τὸ δρώμενον. Ὁ κλὼψ ἐν ὄρφνῃ παντὶ πάμμεγα σθένει. Ἀλλ᾽ ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῷ, ὡς ἄν τις αὐτῶν καὶ ταχύπους τυγχάνων φάλαγγ᾽ ὑπερβὰς νυκτὸς ἐν καταστάσει, ὡς ἐν βρόχοισι δέσμιος λελημμένος, πληγαῖς χαραχθείς, ἐκμάθῃ τὸ πρακτέον.

Αἰσχρὸν γὰρ ἡμῖν καὶ πρὸς αἰσχύνῃ κακόν, θεοῦ διδόντος, ἀνιῶντας ἀπόνως λαθεῖν ἐᾶσαι δρᾶμα δράσαντας τόσον.

ΠΙΛΑΤΟΣ Οὐκ οἶδα τοὺς σοὺς οὓς νεκροῦ φῶρας λέγεις, οὐκ οἶδ᾽· ὕποπτόν ἐστιν, ὕποπτόν γ᾽ ἐμοί. Πῶς γὰρ ἂν οἱ φεύγοντες ἔκλεψαν νέκυν, ὃν ζῶντα κατέλιπον ἐν πολλῷ φόβῳ; Οὔτ᾽ οὖν φάλαγξ ὕπνωσεν ὕπνον ἐς τόσον καὶ τῆς φυλακῆς τοῦ τάφου κατεφρόνει, οὔθ᾽ οἵδε γ᾽ ἐξήμαρτον ἀτόλμῳ θράσει, οὓς κατασεῖσαι καὶ θεραπαίνης ὄπα ἔκλυον, ὥς μιν ἀπανήνασθαι φόβῳ.

ΑΡΧΙΕΡΕΙΣ Ὁ πάνθ᾽ ἑδραῖος, νῦν κλονῇ τῇ καρδίᾳ καὶ ταῦτα κλύων πάνθ᾽ ὑποπτεύεις μάτην. Εἴθ᾽ ἦσθ᾽ ἀνὴρ πρόβουλος, ὡς δρᾶσαι χερί· ἀλλ᾽ οὐ γὰρ αὑτὸς πάντα δύνασθαι βροτῶν πέφυκεν· ἄλλῳ δ᾽ ἄλλο δίδοται γέρας· σοὶ μὲν μάχεσθαι, τοῖσδε δ᾽ αὖ κρύπτ᾽ εἰδέναι· ὃς νῦν πυρὸς λαμπτῆρας ἐξήρθης κλύων κλέψαι τ᾽ ἀπιστεῖς τοὺς ὀπαδοὺς τὸν πλάνον.

Ἁπλοῦς ἐπ᾽ ἐχθροῖς μῦθος ὁπλίζειν χέρα.

ΠΙΛΑΤΟΣ Στρατὸν σὺ κλέψας κἀμὲ πειρᾷ συστρέφειν. Σὺ πάντ᾽ ἔδρασας· καὶ τὰ λοιπὰ σὺ σκόπει.

ΑΡΧΙΕΡΕΙΣ Σὺ γοῦν νόμιζε ταῦτ᾽, ἐπείπερ σοι δοκεῖ, πράττειν ἔχοντι καὶ λέγειν μέγα σθένος.