Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἀνατροπὴ τῆς Εὐνομίου ἐξομολογήσεως

Γρηγόριος ὁ Νύσσης

Εισαγωγή: Η ορθόδοξη βαπτιστήρια ομολογία και το τριαδικό δόγμα

Η παράδοση της χριστιανικής πίστεως, η εντολή του βαπτίσματος και η διατύπωση της ακατάληπτης φύσεως και ενότητος της Αγίας Τριάδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 10

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ 〈ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ〉 Ἡ τῶν Χριστιανῶν πίστις ἡ εἰς πάντα τὰ ἔθνη κατὰ τὸ πρόσταγμα τοῦ κυρίου παρὰ τῶν μαθητῶν κηρυχθεῖσα οὔτε ἐξ ἀνθρώπων ἐστὶν οὔτε δι᾽ ἀνθρώπων, ἀλλὰ δι᾽ αὐτοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς λόγος ὢν καὶ ζωὴ καὶ φῶς καὶ ἀλήθεια καὶ θεὸς καὶ σοφία καὶ πάντα, ὅσα κατὰ φύσιν ἐστί, διὰ τοῦτο μάλιστα ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος καὶ μετασχὼν τῆς φύσεως ἡμῶν Κατὰ πάντα καθ᾽ ὁμοιότητα χωρὶς ἁμαρτίας, καθ᾽ ὁμοιότητα δὲ τῷ μετὰ ψυχῆς καὶ σώματος ἀναλαβεῖν ὅλον τὸν ἄνθρωπον, ὥστε δι᾽ ἀμφοτέρων ἡμῖν γενέσθαι τὴν σωτηρίαν. οὗτος Ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ἵνα μηκέτι οἱ ἄνθρωποι κατὰ τὰς ἑαυτῶν γνώμας περὶ τοῦ ὄντος δοξάζωσι, τὰς γινομένας αὐτοῖς ἀπὸ στοχασμῶν τινων ὑπονοίας δόγμα ποιούμενοι, ἀλλὰ πεισθέντες ὅτι ἀληθῶς Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐκεῖνο μόνον ἀληθινὸν τῆς εὐσεβείας μυστήριον εἶναι πιστεύσωμεν, ὃ δι᾽ αὐτοῦ ἡμῖν τοῦ λόγου καὶ θεοῦ παρεδόθη τοῦ δι᾽ ἑαυτοῦ τοῖς ἀποστόλοις λαλήσαντος.

τὴν δὲ ἐκ τῆς ἀρχαιοτέρας γραφῆς ἐκ νόμου τε καὶ προφητείας καὶ τῆς παροιμιώδους σοφίας γενομένην περὶ τῆς ὑπερκειμένης φύσεως διδασκαλίαν δι᾽ ἐσόπτρου τινὸς καὶ αἰνίγματος ὡς μαρτυρίαν τῆς ἀποκαλυφθείσης ἡμῖν ἀληθείας δεχόμεθα, εὐσεβῶς τὴν διάνοιαν τῶν ῥητῶν ἐκλαμβάνοντες, ὡς συμφωνεῖν τῇ παρὰ τοῦ δεσπότου τῶν ὅλων ἐκτεθείσῃ πίστει, ἣν ἐπὶ λέξεως καθαρὰν καὶ ἀπαρεγχείρητον φυλάσσομεν ὡς παρελάβομεν, καὶ τὴν ἐν ὀλίγῳ παρατροπὴν τῶν παραδοθέντων ῥημάτων ἐσχάτην κρίνοντες βλασφημίαν τε καὶ ἀσέβειαν. πιστεύομεν οὖν καθὼς ἐξέθετο τοῖς μαθηταῖς τὴν πίστιν ὁ κύριος ὁ εἰπὼν ὅτι Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· οὗτός ἐστιν ὁ λόγος τοῦ μυστηρίου, ἐν ᾧ διὰ τῆς ἄνωθεν γεννήσεως μετασκευάζεται ἡμῶν ἡ φύσις ἀπὸ τοῦ φθαρτοῦ πρὸς τὸ ἄφθαρτον, ἐκ τοῦ παλαιοῦ ἀνθρώπου ἀνακαινιζομένη κατ᾽ εἰκόνα τοῦ κτίσαντος ἐν ἀρχῇ τὸ θεοειδὲς ὁμοίωμα. ταύτης οὖν παρὰ τοῦ θεοῦ τοῖς ἀποστόλοις παραδοθείσης τῆς πίστεως οὔτε ὑφαίρεσιν οὔτε παραλλαγὴν οὔτε προσθήκην ποιούμεθα, σαφῶς εἰδότες ὅτι ὁ τολμῶν τὴν θείαν φωνὴν διὰ κακουργίας σοφιστικῆς παρατρέπειν οὗτος ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστίν, ὃς ἀφεὶς τῆς ἀληθείας τὰ ῥήματα ἐκ τῶν ἰδίων λαλεῖ, πατὴρ ψεύδους γινόμενος.

πᾶν γὰρ τὸ παρὰ τὴν ἀλήθειαν λεγόμενον ψεῦδός ἐστι πάντως καὶ οὐκ ἀλήθεια.

Ἐπεὶ οὖν τὸ δόγμα τοῦτο παρ᾽ αὐτῆς ἐκτίθεται τῆς ἀληθείας, εἴ τι παρεπινοοῦσιν ἐπὶ ἀθετήσει τῆς θείας ταύτης φωνῆς οἱ τῶν πονηρῶν αἱρέσεων εὑρεταί, ὡς ἀντὶ μὲν τοῦ πατρὸς κτίστην αὐτὸν καὶ δημιουργὸν τοῦ υἱοῦ ὀνομάζειν, ἀντὶ δὲ τοῦ υἱοῦ ἔργον καὶ κτίσμα καὶ ποίημα, ἀντὶ δὲ τοῦ ἁγίου πνεύματος κτίσμα κτίσματος καὶ ἔργον ἔργου καὶ πάντα ὅσα τοῖς θεομάχοις περὶ αὐτοῦ λέγειν δοκεῖ, πάντα τὰ τοιαῦτα ἄρνησιν τῆς ἀποκαλυφθείσης ἡμῖν ἐν τῷ δόγματι τούτῳ θεότητος καὶ παράβασιν ὀνομάζομεν. ἅπαξ γὰρ μεμαθήκαμεν παρὰ τοῦ κυρίου, πρὸς ὃ βλέπειν χρὴ τῇ διανοίᾳ, δι᾽ οὗ γίνεται ἡ ἀπὸ τοῦ θνητοῦ πρὸς τὸ ἀθάνατον τῆς φύσεως ἡμῶν μεταστοιχείωσις· τοῦτο δέ ἐστιν ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα. φοβερὸν οὖν εἶναί φαμεν καὶ ὀλέθριον παραλογίσασθαι μὲν τὰς θείας ταύτας φωνάς, ἀντεπινοεῖν δὲ τὰς ἐπὶ ἀθετήσει τούτων παρευρισκομένας, ὥσπερ ἐπιδιορθουμένους τὸν θεὸν λόγον τὸν νομοθετήσαντα ταύτας τὰς φωνὰς ἡμῖν ἐπὶ τῆς πίστεως ἔχειν. ἑκάστη γὰρ τῶν κλήσεων τούτων διὰ τῆς προσφυοῦς σημασίας νοουμένη κανὼν ἀληθείας καὶ νόμος εὐσεβείας τοῖς Χριστιανοῖς γίνεται.

πολλῶν γὰρ ὄντων καὶ ἄλλων ὀνομάτων, οἷς τὸ θεῖον διασημαίνεται ἐν ἱστορίᾳ τε καὶ προφητείᾳ καὶ νόμῳ, πάντα καταλιπὼν ὁ δεσπότης Χριστὸς ὡς μᾶλλον ἡμᾶς προσάγεσθαι δυναμένας τῇ περὶ τοῦ ὄντος πίστει ταύτας τὰς φωνὰς παρατίθεται, ἀρκεῖν ἀποφηνάμενος παραμένειν ἡμᾶς τῇ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος κλήσει εἰς κατανόησιν τοῦ ὄντως ὄντος, ὅπερ καὶ ἕν ἐστι καὶ οὐχ ἕν. τῷ μὲν γὰρ λόγῳ τῆς οὐσίας ἕν ἐστι, διὸ καὶ εἰς ἓν ὄνομα βλέπειν ὁ δεσπότης ἐνομοθέτησε· τοῖς δὲ γνωριστικοῖς τῶν ὑποστάσεων ἰδιώμασιν εἰς πατρός τε καὶ υἱοῦ καὶ πνεύματος ἁγίου πίστιν διῄρηται, ἀδιαστάτως τε μεριζόμενον καὶ ἀσυγχύτως ἑνούμενον. ὅταν γὰρ ἀκούσωμεν πατέρα, ταύτην ἀναλαμβάνομεν τὴν διάνοιαν, ὅτι τὸ ὄνομα τοῦτο οὐκ ἐφ᾽ ἑαυτοῦ νοεῖται μόνον, ἀλλὰ καὶ τὴν πρὸς τὸν υἱὸν σχέσιν διὰ τῆς ἰδίας ἐμφάσεως ἀποσημαίνει. οὐ γὰρ ἂν πατὴρ κεχωρισμένος ἐφ᾽ ἑαυτοῦ νοηθείη, μὴ υἱοῦ συνημμένου διὰ τῆς τοῦ πατρὸς ἐκφωνήσεως. πατέρα οὖν μαθόντες τῇ αὐτῇ φωνῇ καὶ τὴν εἰς τὸν υἱὸν πίστιν συνεδιδάχθημεν.

ἐπειδὴ τοίνυν τὸ θεῖον τῇ φύσει, ὅπερ ἐστὶ καθὸ ἔστιν, ἀεὶ ὡσαύτως ἔχει, οὔτε ποτέ τι μὴ ὂν ὃ νῦν ἐστιν οὔτε ποτέ τι ἐσόμενον ὃ νῦν οὐκ ἔστιν, πατὴρ δὲ ὠνομάσθη παρὰ τοῦ λόγου ὁ ἀληθινὸς πατήρ, τῷ δὲ πατρὶ καὶ ὁ υἱὸς συνεμφαίνεται, ἀναγκαίως πιστεύομεν, ὅτι ὁ μηδεμίαν τροπὴν ἢ ἀλλοίωσιν ἐν τῇ φύσει παραδεχόμενος, ὃ νῦν ἐστι, καὶ ἀεὶ πάντως ἦν ἤ, εἴ ποτέ τι οὐκ ἦν, οὐδὲ νῦν πάντως ἐστίν. ἐπεὶ οὖν πατὴρ ὑπὸ τοῦ ἀληθινοῦ λόγου κατονομάζεται, πάντοτε πάντως καὶ ἦν πατὴρ καὶ ἐστὶ καὶ ἔσται ὡς ἦν. οὐ γὰρ δὴ θέμις ἐπὶ τῆς θείας τε καὶ ἀκηράτου φύσεως μὴ πάντοτε τὸ καλὸν περὶ αὐτὴν εἶναι λέγειν. εἰ γὰρ μὴ ἀεὶ ἦν ὃ νῦν ἐστιν, ἐτράπη πάντως ἢ πρὸς τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος ἢ πρὸς τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος· τούτων δὲ ἴσον ἐστὶ τὸ ἀσεβὲς καθ᾽ ἑκάτερον, ὁπότερον ἂν ἐπὶ τῆς θείας λέγηται φύσεως. ἀλλὰ μὴν ἀνεπίδεκτόν ἐστι τὸ θεῖον τροπῆς τε καὶ ἀλλοιώσεως. ἄρα πᾶν ὅτιπέρ ἐστι καλὸν καὶ ἀγαθόν, ἀεὶ περὶ τὴν τοῦ καλοῦ θεωρεῖται πηγήν· καλὸν δὲ καὶ καλοῦ παντὸς ἐπέκεινα ὁ μονογενής ἐστι θεὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, ὢν ἐν τοῖς κόλποις, οὐχὶ ἐγγενόμενος.

Οὐκοῦν ἀποδέδεικται διὰ τούτων τὸ ἐξ ἀϊδίου τὸν υἱὸν ἐνθεωρεῖσθαι τῷ πατρὶ τῷ ἐν ᾧ ἐστι, ζωὴν ὄντα καὶ φῶς καὶ ἀλήθειαν καὶ πᾶν ἀγαθὸν ὄνομά τε καὶ νόημα, ὧν χωρὶς ἐφ᾽ ἑαυτοῦ λέγειν εἶναί ποτε τὸν πατέρα τῆς ἐσχάτης ἀσεβείας ἅμα καὶ παραπληξίας ἐστί. εἰ γὰρ ὁ υἱός, καθὼς ἡ γραφὴ λέγει, δύναμίς ἐστι θεοῦ καὶ σοφία καὶ ἀλήθεια καὶ φῶς καὶ ἁγιασμὸς καὶ εἰρήνη καὶ ζωὴ καὶ τὰ τοιαῦτα, πρὸ τοῦ τὸν υἱὸν εἶναι, καθὼς τοῖς αἱρετικοῖς δοκεῖ, οὐδὲ ταῦτα ἦν πάντως. τούτων δὲ μὴ ὄντων κενὸν πάντως τῶν τοιούτων ἀγαθῶν τὸν πατρῷον ἐννοήσουσι κόλπον. ὡς ἂν οὖν μήτε ὁ πατὴρ ἔρημός ποτε τῶν ἑαυτοῦ ἀγαθῶν ἐννοηθείη μηδὲ εἰς ταύτην τὴν ἀτοπίαν ἐκπέσοι τὸ δόγμα, ἀναγκαίως κατὰ τὴν φωνὴν τοῦ δεσπότου τῇ ἀϊδιότητι τοῦ πατρὸς ἡ περὶ τοῦ υἱοῦ πίστις συνθεωρεῖται. οὗ χάριν πάντα καταλιπὼν τὰ ὀνόματα, ὅσα πρὸς ἔνδειξιν τῆς ὑπερκειμένης φύσεως λέγεται, τὴν τοῦ πατρὸς κλῆσιν ὡς ἐνδεικτικωτέραν τῆς ἀληθείας ἐκτίθεται ἡμῖν ἐπὶ τῆς πίστεως, ἥτις καθὼς εἴρηται τῇ σχετικῇ διανοίᾳ καὶ τὸν υἱὸν μεθ᾽ ἑαυτῆς συνενδείκνυται.

τοῦ δὲ υἱοῦ, ὅς ἐστιν ἐν τῷ πατρί, ἀεὶ ὄντος ὅπερ ἐστίν, καθὼς εἴρηται καὶ ἐν τοῖς ἔμπροσθεν λόγοις, ὅτι τὸ θεῖον τῇ φύσει τὴν πρὸς τὸ μεῖζον αὔξησιν οὐ προσδέχεται (οὐ γὰρ ὁρᾷ τι ἔξω ἑαυτοῦ ἀγαθὸν ἄλλο, οὗ κατὰ μετουσίαν προσλαμβάνει τὸ πλέον) ἀλλ᾽ ἀεὶ ὡσαύτως ἔχοντος, οὔτε ἀποβάλλοντος ὃ ἔχει οὔτε προσλαμβάνοντος ὃ μὴ ἔχει (οὔτε γάρ τι τῶν ἀποβλήτων ἔχει, καὶ εἴ τι μακάριον καὶ ἀκήρατον καὶ ἀληθινὸν καὶ ἀγαθὸν περὶ αὐτὸν καὶ ἐν αὐτῷ πάντως ἐστίν, ἀναγκαίως ὁρῶμεν οὐκ ἐξ ἐπικτήσεως αὐτῷ προσγινόμενον τὸ πνεῦμα τὸ ἀγαθόν τε καὶ ἅγιον, ὅπερ ἐστὶν εὐθές, ἡγεμονικόν, ζωοποιόν, τὸ πάσης τῆς κτίσεως περικρατητικόν τε καὶ ἁγιαστικόν, ὃ πάντα ἐν πᾶσιν ἐνεργεῖ καθὼς βούλεται, ὡς μηδέν τι μεταξὺ διάλειμμα τοῦ Χριστοῦ πρὸς τὸ χρίσμα νοεῖν ἢ τοῦ βασιλέως πρὸς τὴν βασιλείαν ἢ τῆς σοφίας πρὸς τὸ πνεῦμα τῆς σοφίας ἢ τῆς ἀληθείας πρὸς τὸ πνεῦμα τῆς ἀληθείας ἢ τῆς δυνάμεως πρὸς τὸ πνεῦμα τῆς δυνάμεως) ἀλλ᾽ ἐξ ἀϊδίου τῷ πατρὶ τοῦ υἱοῦ ἐνθεωρουμένου, ὅς ἐστι σοφία τε καὶ ἀλήθεια καὶ βουλὴ καὶ ἰσχὺς καὶ γνῶσις καὶ σύνεσις, ἐξ ἀϊδίου καὶ τὸ πνεῦμα τὸ ἅγιον αὐτῷ συνθεωρεῖται, ὅπερ ἐστὶ πνεῦμα σοφίας τε καὶ ἀληθείας καὶ βουλῆς καὶ συνέσεως καὶ πάντα τὰ ἄλλα ὅσα ὁ υἱός ἐστί τε καὶ ὀνομάζεται.

διὰ τοῦτό φαμεν συνημμένον ἅμα καὶ διακεκριμένον παραδεδόσθαι τοῖς ἁγίοις μαθηταῖς τὸ τῆς εὐσεβείας μυστήριον, τὸ δεῖν πιστεύειν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ἡ μὲν γὰρ τῶν ὑποστάσεων ἰδιότης τρανήν τε καὶ ἀσύγχυτον ποιεῖται τὴν τῶν προσώπων διαστολήν, ἓν δὲ ὄνομα προκείμενον τῆς κατὰ τὴν πίστιν ἐκθέσεως σαφῶς ἡμῖν τὴν ἑνότητα τῆς οὐσίας τῶν ἐν τῇ πίστει προσώπων διερμηνεύει, πατρός τε λέγω καὶ υἱοῦ καὶ πνεύματος ἁγίου. διὰ γὰρ τῶν κλήσεων τούτων οὐ φύσεως διαφορὰν διδασκόμεθα, ἀλλὰ μόνας τὰς τῶν ὑποστάσεων γνωριστικὰς ἰδιότητας· ὥστε γινώσκειν ἡμᾶς μήτε υἱὸν τὸν πατέρα εἶναι μήτε πατέρα τὸν υἱὸν μήτε υἱὸν ἢ πατέρα τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ᾽ ἕκαστον ἐν τῷ ἰδιάζοντι τῆς ὑποστάσεως χαρακτῆρι γνωρίζειν, ἐν ἀορίστῳ τελειότητι καὶ ἐφ᾽ ἑαυτοῦ θεωρούμενον καὶ ἀπὸ τοῦ συνημμένου οὐ διαιρούμενον.

Τί οὖν σημαίνει τὸ ἀκατονόμαστον ὄνομα, περὶ οὗ εἰπὼν ὁ κύριος ὅτι Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα, οὐ προσέθηκεν αὐτὴν τὴν σημαντικὴν φωνὴν τὴν ὑπὸ τοῦ ὀνόματος δηλουμένην; ταύτην ἔχομεν περὶ αὐτοῦ τὴν διάνοιαν ὅτι πάντα τὰ ἐν τῇ κτίσει ὄντα διὰ τῆς τῶν ὀνομάτων σημασίας περιλαμβάνεται. ὅ τε γὰρ οὐρανὸν εἰπὼν ἐπὶ τὸ δηλούμενον ὑπὸ τοῦ ὀνόματος κτίσμα τὴν διάνοιαν τοῦ ἀκούοντος ἤγαγε καὶ ὁ ἀνθρώπου ἤ τινος ἑτέρου τῶν ζῴων μνησθεὶς ἐπ᾽ ὀνόματος εὐθὺς τὸ εἶδος τοῦ ζῴου τῷ ἀκηκοότι ἐνετυπώσατο, καὶ τὰ ἄλλα πάντα ὡσαύτως διὰ τῶν ἐπικειμένων ὀνομάτων ἐνζωγραφεῖται τῇ καρδία τοῦ διὰ τῆς ἀκοῆς παραδεξαμένου τὴν προσηγορίαν τὴν ἐπικειμένην τῷ πράγματι. μόνη δὲ ἡ ἄκτιστος φύσις ἡ ἐν τῷ πατρί τε καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ πιστευομένη κρείττων πάσης ἐστὶν ὀνοματικῆς σημασίας. διὰ τοῦτο ὄνομα εἰπὼν ὁ λόγος ἐν τῇ παραδόσει τῆς πίστεως τὸ τί οὐ προσέθηκε (πῶς γὰρ ἂν εὑρεθείη ὄνομα ἐπὶ πράγματος ὃ ὑπὲρ πᾶν ἐστιν ὄνομα;), ἀλλ᾽ ἐξουσίαν ἔδωκεν, ὅπως ἂν χωρήσῃ ἡ διάνοια ἡμῶν εὐσεβῶς κινουμένη εὑρεῖν τι ὄνομα τῆς ὑπερκειμένης φύσεως ἐνδεικτικόν, τοῦτο ὁμοίως ἐφαρμόζειν πατρί τε καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, εἴτε τὸ ἀγαθὸν εἴτε τὸ ἄφθαρτον, ὅπερ νομίσει ἕκαστος ἄξιον εἶναι πρὸς ἔνδειξιν τῆς ἀκηράτου παραλαμβάνεσθαι φύσεως.

καὶ τοῦτο δέ μοι δοκεῖ διὰ τῆς ἐκθέσεως ταύτης νομοθετεῖν ὁ λόγος, τὸ πεπεῖσθαι ἄρρητόν τε καὶ ἀκατάληπτον τὸ τῆς θείας οὐσίας ὄνομα εἶναι· φανερὸν γὰρ ὅτι ἡ τοῦ πατρὸς κλῆσις οὐκ οὐσίας ἐστὶ παραστατική, ἀλλὰ τὴν πρὸς τὸν υἱὸν σχέσιν ἀποσημαίνει. οὐκοῦν εἰ δυνατὸν ἦν τῇ ἀνθρωπίνῃ φύσει οὐσίαν διδαχθῆναι θεοῦ, ὁ πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν οὐκ ἂν τὴν περὶ τούτου γνῶσιν ἀπεσιώπησε. νῦν δὲ τῷ μηδὲν περὶ τῆς οὐσίας εἰπεῖν ἔδειξεν, ὅτι ἐκείνης μὲν ἡ γνῶσις ἀμήχανος, ὃ δὲ χωροῦμεν μαθόντες οὐδὲν τοῦ ἀχωρήτου δεόμεθα, ἀρκοῦσαν ἔχοντες πρὸς σωτηρίαν ἡμῶν τῆς παραδοθείσης διδασκαλίας τὴν πίστιν. τὸ γὰρ μαθεῖν ὅτι ἐκεῖνός ἐστι τὸ ὄντως ὄν, ᾧ διὰ τῆς σχετικῆς ἐννοίας ἡ τοῦ υἱοῦ μεγαλειότης συναναφαίνεται, ἡ τελειοτάτη διδασκαλία τῆς εὐσεβείας ἐστί, τοῦ υἱοῦ, καθὼς εἴρηται, συνημμένως μεθ᾽ ἑαυτοῦ τὸ πνεῦμα τῆς ζωῆς τε καὶ ἀληθείας συνενδεικνυμένου, ἐπειδὴ αὐτός ἐστι καὶ ζωὴ καὶ ἀλήθεια.

Τούτων οὕτω διῃρημένων πᾶσαν αἱρετικὴν ὑπόληψιν ἐν τοῖς θείοις δόγμασιν ἀναθεματίζοντες πιστεύομεν, καθὼς ἐδιδάχθημεν ὑπὸ τῆς τοῦ κυρίου φωνῆς, εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ὁμολογοῦντες μετὰ τῆς πίστεως ταύτης καὶ τὴν γενομένην παρὰ τοῦ δεσπότου τῆς κτίσεως ὑπὲρ τῶν ἀνθρώπων οἰκονομίαν, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν καὶ σαρκωθεὶς ἐν τῇ ἁγίᾳ παρθένῳ ἐλυτρώσατο ἡμᾶς ἐκ τοῦ θανάτου, ἐν ᾧ κατειχόμεθα ὑπὸ τῆς ἑαυτῶν ἁμαρτίας πεπραμένοι, δοὺς ἀντάλλαγμα τῆς λυτρώσεως τῶν ψυχῶν ἡμῶν τὸ τίμιον αὐτοῦ αἷμα, ὃ ἐξέχεε διὰ τοῦ σταυροῦ· καὶ ὁδοποιήσας ἡμῖν δι᾽ ἑαυτοῦ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἥξει καιροῖς ἰδίοις ἐν τῇ δόξῃ τοῦ πατρὸς κρῖναι πᾶσαν ψυχὴν ἐν δικαιοσύνῃ, ὅτε πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐξελεύσονται οἱ μὲν τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. ὡς ἂν δὲ μή τινι τῶν ἁπλουστέρων ἀνεξετάστως παρεμπεσοῦσα ἡ αἱρετικὴ διαφθορὰ ἡ νῦν παρὰ τοῦ Εὐνομίου διασπειρομένη βλάψειε τὸν ἀκέραιον, ἀναγκαίως κατὰ μέρος προτιθέντες τὴν περιφερομένην παρ᾽ αὐτῶν ἔκθεσιν διελέγξαι τὴν κακίαν τοῦ δόγματος αὐτῶν πειρασόμεθα.