Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἀνατροπὴ τῆς Εὐνομίου ἐξομολογήσεως

Γρηγόριος ὁ Νύσσης

Έλεγχος των ευνομιανών θέσεων περί του ενός Θεού και περί μερισμού της ουσίας

Ανασκευή των κακοδοξιών της αιρέσεως και απόδειξη του ανυπόστατου των ισχυρισμών ότι η ορθόδοξη διδασκαλία εισάγει μερισμό, αλλοίωση ή σχίση της μίας θείας ουσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 10

Ἔχει τοίνυν ἡ λέξις τοῦ δόγματος αὐτῶν οὕτω· 〈πιστεύομεν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν κατὰ τὴν αὐτοῦ τοῦ κυρίου διδασκαλίαν, οὐκ ἐψευσμένῃ φωνῇ τιμῶντες αὐτόν (ἔστι γὰρ ἀψευδής), ἀλλ᾽ ὄντως ὄντα φύσει τε καὶ δόξῃ θεὸν ἕνα ἀνάρχως ἀϊδίως ἀτελευτήτως μόνον〉. ὁ κατὰ τὴν τοῦ κυρίου διδασκαλίαν πιστεύειν ἐπαγγειλάμενος μὴ παρατρεπέτω τὴν παρὰ τοῦ δεσπότου τῶν ὅλων γενομένην τῆς πίστεως ἔκθεσιν πρὸς τὸ ἑαυτῷ δοκοῦν, ἀλλ᾽ ἀκολουθείτω ταῖς παρὰ τῆς ἀληθείας φωναῖς. ἐκεῖ τοίνυν τοῦ λόγου τῆς πίστεως περιέχοντος τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τίνα συμφωνίαν ἔχει τὰ νῦν ἐκτεθειμένα πρὸς τὰς τοῦ δεσπότου φωνάς, ὥστε εἰς τὴν ἐκείνου διδασκαλίαν τὸ τοιοῦτον ἀναφέρειν δόγμα; ποῦ τοίνυν εἶπε δεῖν πιστεύειν 〈εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν〉 ἐν τοῖς εὐαγγελικοῖς λόγοις ὁ κύριος, οὐκ ἂν ἔχοιεν ἐπιδεῖξαι, εἰ μή τι νέον ἐστὶ παρ᾽ αὐτοῖς εὐαγγέλιον. ἃ γὰρ ἐξ ἀρχαίων μέχρι τοῦ νῦν κατὰ διαδοχὴν ἐν ταῖς ἐκκλησίαις ἀναγινώσκεται, ταύτην τὴν φωνὴν οὐ περιέχει τὴν λέγουσαν δεῖν πιστεύειν ἢ βαπτίζειν 〈εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεόν〉, καθὼς οὗτοι λέγουσιν, ἀλλ᾽ εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.

ὡς δὲ ἡμεῖς παρὰ τῆς τοῦ δεσπότου φωνῆς ἐδιδάχθημεν, τοῦτό φαμεν, ὅτι τὸ ἓν οὐ τὸν πατέρα σημαίνει μόνον, ἀλλὰ καὶ τὸν υἱὸν τῷ πατρὶ συνενδείκνυται, οὕτως εἰπόντος τοῦ κυρίου ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. ὁμοίως δὲ καὶ τὸ θεὸς ὄνομα ἐπίσης ἐπικέκληται τῇ τε ἀρχῇ ἐν ᾗ ὁ λόγος καὶ τῷ ἐν τῇ ἀρχῇ ὄντι λόγῳ (εἶπε γὰρ ὅτι Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος), ὥστε καὶ ἐν τῷ τῆς θεότητος σημαινομένῳ ὁμοίως τῷ πατρὶ καὶ τὸν υἱὸν συνθεωρεῖσθαι. πρὸς τούτοις δὲ καὶ τὸ ἀληθινὸν ἄλλο τι παρὰ τὴν ἀλήθειαν νοηθῆναι οὐ δύναται. ὅτι δὲ ἀλήθεια ὁ κύριος, οὐδεὶς ἀντιλέξει πάντως, εἰ μή τις εἴη τῆς ἀληθείας ἀλλότριος.

Εἰ τοίνυν καὶ ἐν τῷ ἑνὶ ὁ λόγος ἐστὶν καὶ θεός ἐστι καὶ ἀλήθεια, καθὼς ἐν τῷ εὐαγγελίῳ κηρύσσεται, εἰς ποίαν τοῦ κυρίου διδασκαλίαν ἀναφέρει τὸ δόγμα ὁ ταῖς διασταλτικαῖς ταύταις φωναῖς κεχρημένος; ἡ γὰρ ἀντιδιαστολὴ τοῦ μόνου πρὸς τὸν μὴ μόνον ἐστὶ καὶ τοῦ θεοῦ πρὸς τὸν μὴ θεὸν καὶ τοῦ ἀληθινοῦ πρὸς τὸν μὴ ἀληθινόν. εἰ μὲν οὖν πρὸς τὰ εἴδωλα βλέποντες πρὸς ἐκεῖνα ποιοῦνται τὴν τῶν ῥημάτων ἀντιδιαίρεσιν, καὶ ἡμεῖς συντιθέμεθα· καθ᾽ ὁμωνυμίαν γὰρ τὸ τῆς θεότητος ὄνομα τοῖς εἰδώλοις τῶν ἐθνῶν ἐπιλέγεται· πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια [καὶ ἄλλως· πρὸς τὸ πλῆθος ἀντιδιαιρεῖ τὸ μόνον καὶ πρὸς τὰ ψευδῆ τὸ ἀληθινὸν καὶ τοὺς μὴ ὄντας θεοὺς πρὸς τὸν ὄντα θεόν]· εἰ δὲ πρὸς τὸν μονογενῆ θεὸν ἡ ἀντιδιαίρεσις γίνεται, μαθέτωσαν οἱ σοφοὶ ὅτι ἀλήθεια πρὸς μόνον τὸ ψεῦδος τὴν ἀντιδιαστολὴν ἔχει καὶ θεὸς πρὸς τὸν μὴ ὄντα θεόν. τοῦ δὲ κυρίου, ὅς ἐστιν ἀλήθεια, θεοῦ ὄντος καὶ ἐν τῷ πατρὶ ὄντος καὶ ἓν πρὸς τὸν πατέρα ὄντος, αἱ διασταλτικαὶ αὗται φωναὶ ἐπὶ τοῦ δόγματος χώραν οὐκ ἔχουσιν. ὁ γὰρ ἀληθῶς εἰς τὸν ἕνα πιστεύων βλέπει ἐν τῷ ἑνὶ τὸν διὰ πάντων αὐτῷ ἡνωμένον ἐν ἀληθείᾳ τε καὶ θεότητι καὶ οὐσίᾳ καὶ ζωῇ καὶ σοφίᾳ καὶ πᾶσιν ἁπαξαπλῶς ἤ, εἰ μὴ βλέπει ἐν τῷ ἑνὶ τὸν ταῦτα ὄντα, εἰς οὐδὲν ἔχει τὴν πίστιν.

χωρὶς γὰρ υἱοῦ πατὴρ οὔτε ἔστιν οὔτε λέγεται οὔτε μὴν χωρὶς δυνάμεως ὁ δυνατὸς οὔτε χωρὶς σοφίας ὁ σοφός· Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία· ὥστε ὁ τῆς δυνάμεως ἢ τῆς σοφίας ἢ τῆς ἀληθείας ἢ τῆς ζωῆς ἢ τοῦ ἀληθινοῦ φωτὸς ἐκτὸς βλέπειν φανταζόμενος ἢ οὐδὲν βλέπει ἢ τὸ κακὸν πάντως βλέπει. ἡ γὰρ τῶν ἀγαθῶν ὑπεξαίρεσις τοῦ κακοῦ θέσις καὶ ὕπαρξις γίνεται. 〈Οὐκ ἐψευσμένῃ〉, φησί, 〈φωνῇ τιμῶντες αὐτόν· ἔστι γὰρ ἀψευδής〉. ταύτῃ τῇ φωνῇ εὔχομαι τὸν Εὐνόμιον ἐπιμένειν, μαρτυροῦντα τῇ ἀληθείᾳ ὅτι ἐστὶν ἀψευδής. εἰ γὰρ οὕτω φρονοίη, ὅτι πᾶν τὸ παρὰ τοῦ κυρίου λεγόμενον τοῦ ψεύδους κεχώρισται, πεισθήσεται πάντως ἀληθεύειν τὸν εἰπόντα ὅτι Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι, δηλαδὴ ὅλος ἐν ὅλῳ, οὔτε τοῦ πατρὸς ἐν τῷ υἱῷ περιττεύοντος οὔτε τοῦ υἱοῦ ἐν τῷ πατρὶ λείποντος, καὶ ὅτι οὕτω χρὴ τιμᾶσθαι τὸν υἱόν, καθὼς τιμᾶται ὁ πατήρ, καὶ ὅτι Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα, καὶ ὅτι Οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, καὶ ὅτι Καὶ τὸν πατέρα οὐδεὶς ἐπιγινώσκει εἰ μὴ ὁ υἱός· δι᾽ ὧν ἁπάντων οὔτε δόξης οὔτε οὐσίας οὔτε ἄλλου τινὸς παραλλαγὴ ὑπονοεῖται ἐπὶ πατρὸς καὶ υἱοῦ τοῖς ταύτας τὰς φωνὰς ὡς ἀληθινὰς δεξαμένοις. 〈ὄντως ὄντα〉, φησί, 〈φύσει τε καὶ δόξῃ θεὸν ἕνα〉. τὸ ὄντως ὂν ἀντιδιαιρεῖται πρὸς τὸ μὴ ὄντως ὄν.

ἔστι δὲ ὄντως ὂν ἕκαστον τῶν ὄντων καθὸ ἔστιν· τὸ δὲ μέχρι φαντασίας τινὸς καὶ ὑπονοίας δοκοῦν μὲν εἶναι μὴ ὂν δέ, τοῦτο οὐκ ὄντως ἔστιν, ὡς τὸ ἐνύπνιον φάσμα ἢ ὁ ἐπὶ τῆς εἰκόνος ἄνθρωπος· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα μέχρι φαντασίας ὄντα τὸ ὄντως εἶναι οὐκ ἔχει. εἰ μὲν οὖν κατὰ τὴν Ἰουδαϊκὴν ὑπόληψιν κατασκευάζουσι καθόλου μὴ εἶναι τὸν μονογενῆ θεόν, καλῶς τῷ πατρὶ μόνῳ τὸ ὄντως εἶναι προσμαρτυροῦσιν· εἰ δὲ οὐκ ἀρνοῦνται τὸν πάντων ποιητὴν ὅτι ἔστι, πεισθήτωσαν μὴ ἀποστερεῖν τὸν ὄντως ὄντα τοῦ ὄντως εἶναι, ὃς ἑαυτὸν ἐν τῇ γενομένῃ Μωϋσεῖ θεοφανείᾳ ὄντα ὠνόμασεν εἰπὼν ὅτι Ἐγώ εἰμι ὁ ὤν, καθὼς ὁ Εὐνόμιος ἐν τοῖς ἐφεξῆς λόγοις τούτῳ συντίθεται, αὐτὸν εἶναι λέγων τὸν τῷ Μωϋσεῖ φανέντα. 〈εἶτα φύσει τε καὶ δόξῃ θεόν〉 φησιν 〈ἕνα〉. εἰ μὲν οὖν ἐστιν ὁ θεὸς χωρὶς τοῦ εἶναι φύσει θεός, αὐτὸς ἂν εἰδείη ὁ ταῦτα λέγων· εἰ δὲ οὐκ ἔστι θεὸς ὁ μὴ φύσει θεὸς ὤν, μαθέτωσαν παρὰ τοῦ μεγάλου Παύλου, ὅτι οἱ δουλεύοντες τοῖς μὴ φύσει 〈οὖσι〉 θεοῖς θεῷ οὐ δουλεύουσιν, ἡμεῖς δὲ δουλεύομεν θεῷ ζῶντί τε καὶ ἀληθινῷ, καθὼς ὁ ἀπόστολος λέγει, ᾧ δὲ δουλεύομεν, Ἰησοῦς ἐστιν ὁ Χριστός. τούτῳ γὰρ καὶ ὁ ἀπόστολος Παῦλος δουλεύειν καυχᾶται λέγων· Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ.

ἡμεῖς τοίνυν οἱ μηκέτι δουλεύοντες τοῖς μὴ φύσει οὖσι θεοῖς ἐπέγνωμεν τὸν φύσει ὄντα θεόν, ᾧ πᾶν γόνυ κάμπτει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. ᾧ οὐκ ἂν ἐδουλεύσαμεν, εἰ μὴ ἐπιστεύσαμεν ὅτι οὗτός ἐστιν ὁ ζῶν τε καὶ ἀληθινὸς θεός, ᾧ πᾶσα γλῶσσα ἐξομολογεῖται, ὅτι κύριος Ἰησοῦς εἰς δόξαν θεοῦ πατρός. 〈Θεόν〉, φησίν, 〈ἕνα ἀνάρχως ἀϊδίως ἀτελευτήτως μόνον〉. πάλιν Νοήσατε ἄκακοι πανουργίαν, φησὶν ὁ Σολομών, μή ποτε εἰς ἄρνησιν τῆς τοῦ μονογενοῦς θεότητος ἀπατηθέντες ἐκπέσητε. ἀτελεύτητόν ἐστι τὸ θανάτου καὶ φθορᾶς ἀνεπίδεκτον, ὡσαύτως δὲ καὶ ἀΐδιον τὸ μὴ πρόσκαιρον λέγεται. ὃ τοίνυν μήτε ἀΐδιόν ἐστι μήτε ἀτελεύτητον, τοῦτο πάντως ἐν τῇ φθαρτῇ τε καὶ ἐπικήρῳ θεωρεῖται φύσει. οὐκοῦν ὁ τὸ ἀτελεύτητον τῷ ἑνὶ καὶ μόνῳ προσμαρτυρῶν θεῷ, μὴ συμπεριλαμβάνων δὲ τὸν υἱὸν τῇ τοῦ ἀτελευτήτου καὶ ἀϊδίου σημασίᾳ, φθαρτὸν αὐτὸν εἶναι καὶ πρόσκαιρον διὰ τοῦ τοιούτου λόγου κατασκευάζει τὸν τῷ ἀϊδίῳ καὶ ἀτελευτήτῳ ἀντιδιαστελλόμενον. ἡμεῖς δὲ κἂν ἀκούσωμεν ὅτι μόνος ὁ θεὸς ἔχει τὴν ἀθανασίαν, τὸν υἱὸν διὰ τῆς ἀθανασίας νοοῦμεν (ἀθανασία γάρ ἐστιν ἡ ζωή, ἥτις ἐστὶν ὁ κύριος ὁ εἰπὼν ὅτι Ἐγώ εἰμι ἡ ζωή)· κἂν λέγηται φῶς οἰκεῖν ἀπρόσιτον, πάλιν τὸ ἀληθινὸν φῶς, ὅπερ ἐστὶ τῷ ψεύδει ἀπρόσιτον, τὸν μονογενῆ νοεῖσθαι οὐκ ἀμφιβάλλομεν, ἐν ᾧ τὸν πατέρα εἶναι παρ᾽ αὐτῆς τῆς ἀληθείας ἐμάθομεν.

ἐκ τούτων δὲ ὁ ἀκροατὴς ἐπιλεξάσθω τὸ εὐσεβέστερον, εἴτε οὕτω χρὴ περὶ τοῦ μονογενοῦς θεοπρεπῶς δοξάζειν εἴτε φθαρτόν τε καὶ πρόσκαιρον εἶναι λέγειν, ὡς ὑφηγεῖται ἡ αἵρεσις. 〈Οὐ τὴν οὐσίαν〉, φησί, 〈καθ᾽ ἥν ἐστιν εἷς, χωριζόμενον ἢ μεριζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον, οὐδὲ ἐκ μιᾶς οὐσίας εἰς ὑπόστασιν τρισσὴν σχιζόμενον· πάντῃ γὰρ καὶ καθάπαξ ἐστὶν εἷς, κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως διαμένων μόνος〉. ἐκ τούτων δὲ τῶν παρατεθέντων προσήκει τὸν συνετὸν ἀκροατὴν διακρῖναι πρῶτον μὲν τὰ χωρὶς διανοίας ἐνριφέντα τῷ λόγῳ διάκενα ῥήματα ἀπὸ τῶν δοκούντων νοῦν ἔχειν, μετὰ ταῦτα δὲ τὴν εὑρισκομένην ἐν τοῖς ὑπολοίποις διάνοιαν τῶν εἰρημένων ἐπισκοπεῖν, εἰ συμβαίνει τῇ περὶ τὸν Χριστὸν εὐσεβείᾳ. τὰ μὲν οὖν πρῶτα τῶν παρατεθέντων καθόλου πάσης καὶ καλῆς καὶ κακῆς διανοίας κεχώρισται. τίνα γὰρ διάνοιαν ἔχει τὸ 〈οὐ τὴν οὐσίαν, καθ᾽ ἥν ἐστιν εἷς, χωριζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον〉, οὔτ᾽ ἂν αὐτὸς εἴποι οὔτε τινὰ τῶν συμμαχούντων αὐτῷ νομίζω δύνασθαι ἂν ἐξευρεῖν σκιάν τινα διανοίας ἐν τοῖς εἰρημένοις. 〈οὐ τὴν οὐσίαν, καθ᾽ ἥν ἐστιν εἷς, χωριζόμενον〉. αὐτὸν λέγει τῆς οὐσίας ἑαυτοῦ μὴ χωρίζεσθαι, ἢ τὴν οὐσίαν λέγει ἐπ᾽ αὐτοῦ μὴ μερίζεσθαι;

ψόφος τίς ἐστι καὶ ἦχος μάταιος εἰκῇ συγκείμενος ὁ ἀσήμαντος οὗτος λόγος. καὶ τί χρὴ παραμένειν τῇ ἐξετάσει τῶν ἀδιανοήτων τούτων ῥημάτων; πῶς γάρ τις τῆς ἑαυτοῦ οὐσίας χωρισθεὶς ἐν τῷ εἶναι μένει; ἢ πῶς ἡ οὐσία τινὸς μερισθεῖσα ἐφ᾽ ἑαυτῆς δείκνυται; ἢ πῶς ἐστι δυνατὸν ἀπὸ τοῦ ἐν ᾧ ἐστιν ἐκβάντα ἄλλον γενέσθαι ἔξω ἑαυτοῦ γενόμενον; ἀλλ᾽ 〈οὐδὲ ἐκ μιᾶς〉, φησίν, 〈οὐσίας εἰς ὑποστάσεις τρεῖς σχιζόμενον· πάντῃ γὰρ καὶ καθάπαξ ἐστὶν εἷς, κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως διαμένων μόνος〉. τὸ μὲν οὖν ἀδιανόητον ἐν τοῖς εἰρημένοις παντὶ δῆλον οἶμαι καὶ πρὸ τῶν ἡμετέρων εἶναι λόγων· τούτοις δὲ ἀντιλεγέτω ὁ νομίζων εἶναί τινα ἐν τοῖς λεγομένοις νοῦν ἢ διάνοιαν· ὁ γὰρ κρίνειν ἐπεσκεμμένος λόγου δύναμιν ἀπαξιώσει τοῖς ἀνυποστάτοις συμπλέκεσθαι. τίνα γὰρ ἰσχὺν ἔχει κατὰ τοῦ ἡμετέρου δόγματος τὸ λέγειν 〈οὐ τὴν οὐσίαν, καθ᾽ ἥν ἐστιν εἷς, χωριζόμενον ἢ μεριζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον, οὐδὲ ἐκ μιᾶς οὐσίας εἰς ὑποστάσεις τρεῖς σχιζόμενον〉, ἃ μήτε λέγεται παρὰ τῶν Χριστιανῶν μήτε πιστεύεται μήτε ἐκ τοῦ ἀκολούθου διὰ τῶν παρ᾽ ἡμῖν ὁμολογουμένων νοεῖται; τίς γὰρ εἶπε τοῦτό ποτε ἢ λέγοντος ἤκουσεν ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, ὅτι ὁ πατὴρ τὴν οὐσίαν ἢ χωρίζεται ἢ μερίζεται ἢ ἄλλοτε ἄλλος γίνεται ἔξω ἑαυτοῦ γινόμενος ἢ εἰς ὑποστάσεις τρεῖς σχίζεται;

ἑαυτῷ ταῦτα λαλεῖ ὁ Εὐνόμιος, οὐ πρὸς ἡμᾶς μαχόμενος, ἀλλ᾽ ἰδίους φληνάφους εἴρων, πολλὴν καταμίξας τῇ ἀσεβείᾳ τῶν λεγομένων τὴν ἄνοιαν. ἡμεῖς γὰρ ἐπίσης ἀσεβές τε καὶ ἄθεον λέγομεν καὶ τὸ κτιστὸν λέγειν τὸν δεσπότην τῆς κτίσεως καὶ τὸ οἴεσθαι τὸν πατέρα, καθὸ ἔστι, χωρίζεσθαι ἢ τέμνεσθαι ἢ ἑαυτοῦ ἐξίστασθαι ἢ εἰς ὑποστάσεις τρεῖς σχίζεσθαι, ὥσπερ τινὰ πηλὸν ἢ κηρὸν ἐν μορφαῖς διαφόροις διαπλασσόμενον.

Ἀλλὰ τοὺς ἐφεξῆς λόγους σκεψώμεθα· 〈πάντῃ γὰρ καὶ καθάπαξ ἐστὶν εἷς, κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως διαμένων μόνος〉. εἰ περὶ τοῦ πατρὸς λέγει, τούτῳ καὶ ἡμεῖς συντιθέμεθα· εἷς γάρ ἐστιν ὡς ἀληθῶς ὁ πατὴρ μόνος καὶ πάντῃ καθάπαξ κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως ἔχων, καὶ οὐδέποτε, ὅπερ ἐστίν, οὔτε μὴ ὢν οὔτε μὴ ἐσόμενος. εἰ τοίνυν πρὸς τὸν πατέρα βλέπει ἡ τοιαύτη φωνή, μὴ μαχέσθω τῷ δόγματι τῆς εὐσεβείας, συμφωνῶν τῇ ἐκκλησίᾳ κατὰ τοῦτο τὸ μέρος. ὁ γὰρ ὁμολογῶν τὸν πατέρα πάντοτε 〈κατὰ τὰ αὐτά τε〉 καὶ ὡσαύτως ἔχειν ἕνα καὶ μόνον ὄντα, τὸν τῆς εὐσεβείας κρατύνει λόγον, βλέπων ἐν τῷ πατρὶ τὸν υἱόν, οὗ χωρὶς πατὴρ οὔτε ἔστιν οὔτε λέγεται. εἰ δὲ ἄλλον τινὰ παρὰ τὸν πατέρα θεὸν ἀναπλάσσει, Ἰουδαίοις διαλεγέσθω ἢ τοῖς λεγομένοις Ὑψιστιανοῖς, ὧν αὕτη ἐστὶν ἡ πρὸς τοὺς Χριστιανοὺς διαφορά, τὸ θεὸν μὲν αὐτοὺς ὁμολογεῖν εἶναί τινα, ὃν ὀνομάζουσιν ὕψιστον ἢ παντοκράτορα, πατέρα δὲ αὐτὸν εἶναι μὴ παραδέχεσθαι· ὁ δὲ Χριστιανός, εἰ μὴ τῷ πατρὶ πιστεύοι, Χριστιανὸς οὐκ ἔστιν. ἃ δὲ τούτοις ἐφεξῆς προστίθησι, ταῦτά ἐστιν. 〈οὐ κοινωνὸν ἔχων〉, φησί, 〈τῆς θεότητος, οὐ μερίτην τῆς δόξης, οὐ σύγκληρον τῆς ἐξουσίας, οὐ σύνθρονον τῆς βασιλείας· εἷς γάρ ἐστι καὶ μόνος θεὸς ὁ παντοκράτωρ, θεὸς θεῶν, βασιλεὺς τῶν βασιλευόντων, κύριος τῶν κυριευόντων〉.

οὐκ οἶδα πρὸς τίνα βλέπων ὁ Εὐνόμιος τὸ μὴ κοινωνεῖν αὐτῷ τῆς θεότητος τὸν πατέρα διαμαρτύρεται. εἰ μὲν γὰρ πρὸς τὰ εἴδωλα τὰ μάταια καὶ τὴν πεπλανημένην τῶν εἰδωλολατρούντων ὑπόληψιν τὰ τοιαῦτα λέγει, καθὼς καὶ ὁ Παῦλος βοᾷ ὅτι οὐκ ἔστι συμφώνησις Χριστῷ πρὸς Βελίαρ οὐδὲ κοινωνία ναῷ θεοῦ μετὰ εἰδώλων, καὶ ἡμεῖς συντιθέμεθα· εἰ δὲ τὸν μονογενῆ θεὸν διὰ τῶν λεγομένων τῆς πατρικῆς ἀφορίζει θεότητος, μαθέτω ὅτι διλήμματον τῆς ἀσεβείας κατηγορίαν ἐφ᾽ ἑαυτοῦ κατασκευάζει. ἢ γὰρ ἀρνεῖται καθόλου θεὸν εἶναι τὸν μονογενῆ θεόν, ἵνα φυλάξῃ τῷ πατρὶ τὸ ἐν τῇ θεότητι πρὸς τὸν υἱὸν ἀκοινώνητον, καὶ διὰ τούτου παραβάτης ἐλέγχεται, τὸν θεὸν τῶν Χριστιανῶν ἀρνησάμενος, ἢ εἰ δοίη κἀκεῖνον εἶναι θεὸν κατὰ τὴν φύσιν τῷ ἀληθινῷ θεῷ μὴ συμβαίνοντα, ἀνάγκη πᾶσα θεοὺς αὐτὸν πρεσβεύειν ὁμολογεῖν τῇ διαφορᾷ τῶν φύσεων ἀπ᾽ ἀλλήλων διεσχισμένους. ἑλέσθω τούτων ὃ βούλεται, ἢ ἀρνεῖσθαι τοῦ υἱοῦ τὴν θεότητα ἢ θεοὺς ἐπεισάγειν τῷ δόγματι· ὅπερ γὰρ ἂν ἕληται τούτων, ἴσον ἐστὶν εἰς ἀσέβειαν. ἡμεῖς γὰρ παρὰ τῶν θεοπνεύστων τῆς γραφῆς λόγων μυσταγωγούμενοι οὐχὶ κοινωνίαν θεότητος ὁρῶμεν ἐν πατρί τε καὶ υἱῷ, ἀλλ᾽ ἑνότητα, τοῦτο τοῦ δεσπότου διὰ τῶν ἰδίων λόγων διδάξαντος ἐν οἷς φησιν Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, καὶ ὅτι Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα.