Ἀλλὰ τοὺς ἐφεξῆς λόγους σκεψώμεθα· 〈πάντῃ γὰρ καὶ καθάπαξ ἐστὶν εἷς, κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως διαμένων μόνος〉. εἰ περὶ τοῦ πατρὸς λέγει, τούτῳ καὶ ἡμεῖς συντιθέμεθα· εἷς γάρ ἐστιν ὡς ἀληθῶς ὁ πατὴρ μόνος καὶ πάντῃ καθάπαξ κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως ἔχων, καὶ οὐδέποτε, ὅπερ ἐστίν, οὔτε μὴ ὢν οὔτε μὴ ἐσόμενος. εἰ τοίνυν πρὸς τὸν πατέρα βλέπει ἡ τοιαύτη φωνή, μὴ μαχέσθω τῷ δόγματι τῆς εὐσεβείας, συμφωνῶν τῇ ἐκκλησίᾳ κατὰ τοῦτο τὸ μέρος. ὁ γὰρ ὁμολογῶν τὸν πατέρα πάντοτε 〈κατὰ τὰ αὐτά τε〉 καὶ ὡσαύτως ἔχειν ἕνα καὶ μόνον ὄντα, τὸν τῆς εὐσεβείας κρατύνει λόγον, βλέπων ἐν τῷ πατρὶ τὸν υἱόν, οὗ χωρὶς πατὴρ οὔτε ἔστιν οὔτε λέγεται. εἰ δὲ ἄλλον τινὰ παρὰ τὸν πατέρα θεὸν ἀναπλάσσει, Ἰουδαίοις διαλεγέσθω ἢ τοῖς λεγομένοις Ὑψιστιανοῖς, ὧν αὕτη ἐστὶν ἡ πρὸς τοὺς Χριστιανοὺς διαφορά, τὸ θεὸν μὲν αὐτοὺς ὁμολογεῖν εἶναί τινα, ὃν ὀνομάζουσιν ὕψιστον ἢ παντοκράτορα, πατέρα δὲ αὐτὸν εἶναι μὴ παραδέχεσθαι· ὁ δὲ Χριστιανός, εἰ μὴ τῷ πατρὶ πιστεύοι, Χριστιανὸς οὐκ ἔστιν. ἃ δὲ τούτοις ἐφεξῆς προστίθησι, ταῦτά ἐστιν. 〈οὐ κοινωνὸν ἔχων〉, φησί, 〈τῆς θεότητος, οὐ μερίτην τῆς δόξης, οὐ σύγκληρον τῆς ἐξουσίας, οὐ σύνθρονον τῆς βασιλείας· εἷς γάρ ἐστι καὶ μόνος θεὸς ὁ παντοκράτωρ, θεὸς θεῶν, βασιλεὺς τῶν βασιλευόντων, κύριος τῶν κυριευόντων〉.