Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἀνατροπὴ τῆς Εὐνομίου ἐξομολογήσεως

Γρηγόριος ὁ Νύσσης

Η αΐδια συνύπαρξη και η κοινή εξουσία και δόξα Πατρός και Υιού

Κατάδειξη της απόλυτης ισοτιμίας του Μονογενούς με τον Πατέρα στη βασιλεία, στα ονόματα και στην αφθαρσία, και αποσαφήνιση του αληθούς τρόπου της θείας γεννήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 10

εἰ γὰρ μὴ τῆς αὐτῆς ἦν φύσεως, πῶς ἂν ἢ ἔσχεν ἐν ἑαυτῷ τὸ ἀλλότριον, ἢ πῶς ἂν ἔδειξεν ἐφ᾽ ἑαυτοῦ τὸ ἀνόμοιον, μὴ δεχομένης τῆς ξένης τε καὶ ἀλλοτρίας φύσεως τὸν τοῦ ἑτερογενοῦς χαρακτῆρα; λέγει δὲ ὅτι 〈οὐδὲ μερίτην〉 ἔχει 〈τῆς δόξης〉. τοῦτο δὲ ὡς ἔχει λέγει, εἰ καὶ μὴ οἶδεν ὃ λέγει· οὐ γὰρ μερίζεται ὁ υἱὸς πρὸς τὸν πατέρα τὴν δόξαν, ἀλλ᾽ ὅλην ἔχει τοῦ πατρὸς τὴν δόξαν, ὡς καὶ ὁ πατὴρ πᾶσαν ἔχει τοῦ υἱοῦ τὴν δόξαν. οὕτως γὰρ εἶπε πρὸς τὸν πατέρα ὅτι Πάντα τὰ ἐμὰ σά ἐστιν καὶ τὰ σὰ ἐμά. διὸ καὶ ἐν τῷ καιρῷ τῆς κρίσεως ἐπιφανήσεσθαι ἑαυτόν φησιν ἐν τῇ δόξῃ τοῦ πατρός, ὅτε μέλλει ἀποδιδόναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. δείκνυσι δὲ διὰ τῆς φωνῆς ταύτης τὸ ἡνωμένον τῆς φύσεως· ὡς γὰρ ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης διὰ τὸ μὴ συμβαίνειν πρὸς ἄλληλα τῶν στοιχείων τὴν φύσιν (ὡς εἴ γε ἡ αὐτὴ δόξα ἐπ᾽ ἀμφοτέρων ἦν, οὐκ ἄν τις διαφορὰ τῆς φύσεως αὐτῶν ἐνομίσθη), οὕτως ὁ ἑαυτὸν ἐν τῇ τοῦ πατρὸς δόξῃ φανήσεσθαι προειπὼν ἔδειξε διὰ τῆς κατὰ τὴν δόξαν ταὐτότητος τὴν κοινωνίαν τῆς φύσεως.

Τὸ δὲ μὴ 〈σύνθρονον τῆς βασιλείας〉 εἶναι λέγειν τῷ πατρὶ τὸν υἱὸν πολλὴν μαρτυρεῖ τῷ Εὐνομίῳ τὴν τῶν θείων λογίων μελέτην, ὃς ἐκ τῆς ἄγαν προσοχῆς τῶν θεοπνεύστων γραφῶν οὔπω ἤκουσεν ὅτι Τὰ ἄνω φρονεῖτε, οὗ ὁ Χριστός ἐστιν, ἐν δεξιᾷ τοῦ πατρὸς καθήμενος, καὶ ὅτι Ἐν δεξιᾷ τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν, καὶ ἄλλα τοιαῦτα πολλά, ὧν οὐκ ἂν ῥᾳδίως τις τὸ πλῆθος ἐξαριθμήσειεν· ἅπερ μήπω μαθὼν ὁ Εὐνόμιος ἀπαγορεύει 〈σύνθρονον〉 εἶναι τῷ πατρὶ τὸν υἱόν. τὸ δὲ 〈σύγκληρον τῆς ἐξουσίας〉 μᾶλλον ὡς ἀνόητον παραδραμεῖν χρὴ ἢ ὡς ἀσεβὲς διελέγξαι. τίνα γὰρ διάνοιαν ἔχει ἡ τοῦ 〈συγκλήρου〉 λέξις, ἐκ τῆς κοινῆς τοῦ λόγου καταχρήσεως οὐκ ἔστιν εὑρεῖν. ἐπὶ τὸν ἱματισμὸν τοῦ κυρίου βάλλουσι κλῆρον, καθὼς ἡ γραφὴ λέγει, οἱ μὴ βουλόμενοι διασχίσαι τὸν δεσποτικὸν χιτῶνα, ἀλλ᾽ ἑνὸς αὐτῶν ποιῆσαι κτῆμα, ᾧ ἂν ὁ κλῆρος χαρίσηται.

οἱ τοίνυν πρὸς ἀλλήλους ὑπὲρ τοῦ χιτῶνος διακληρούμενοι δύνανται ἴσως 〈σύγκληροι〉 λέγεσθαι· ἐνταῦθα δὲ ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐν τῇ φύσει οὔσης τῆς ἐξουσίας (τό τε γὰρ πνεῦμα τὸ ἅγιον ὅπου θέλει πνεῖ καὶ πάντα ἐν πᾶσιν ἐνεργεῖ καθὼς βούλεται, καὶ ὁ υἱὸς δι᾽ οὗ τὰ πάντα ἐγένετο, ὁρατά τε καὶ ἀόρατα, ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, πάντα ὅσα ἠθέλησεν ἐποίησεν καὶ οὓς θέλει ζωοποιεῖ, καὶ ὁ πατὴρ ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ τοὺς χρόνους ἔθετο, ἀπὸ τῶν χρόνων δὲ καὶ πάντα τὰ ἐν τῷ χρόνῳ γεγενημένα νοοῦμεν εἶναι τῷ πατρὶ ὑπεξούσια)· εἰ οὖν ἐν ἐξουσίᾳ τοῦ ποιεῖν ἃ βούλεται ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὡς εἴπομεν, ἀποδέδεικται, τίνα νοῦν ἡ τοῦ 〈συγκλήρου〉 τῆς ἐξουσίας λέξις ἔχει, κατιδεῖν οὐκ ἔστιν. ὁ γὰρ πάντων κληρονόμος, ὁ τῶν αἰώνων δημιουργός, ὁ τῇ δόξῃ τοῦ πατρὸς συνεκλάμπων καὶ χαρακτηρίζων ἐν ἑαυτῷ τοῦ πατρὸς τὴν ὑπόστασιν, πάντα ὅσα ἔχει ὁ πατὴρ αὐτὸς ἔχει καὶ πάσης τῆς ἐξουσίας κύριός ἐστιν, οὐ μεθισταμένης ἀπὸ τοῦ πατρὸς εἰς τὸν υἱὸν τῆς ἀξίας, ἀλλὰ καὶ παρ᾽ αὐτῷ μενούσης καὶ ἐν ἐκείνῳ οὔσης. ὅ τε γὰρ ἐν τῷ πατρὶ ὢν μετὰ πάσης δηλαδὴ τῆς ἑαυτοῦ δυνάμεώς ἐστιν ἐν τῷ πατρὶ καὶ ὁ ἐν ἑαυτῷ τὸν πατέρα ἔχων πᾶσαν ἐμπεριέχει τὴν πατρικὴν ἐξουσίαν καὶ δύναμιν.

ὅλον γὰρ ἔχει ἐν ἑαυτῷ τὸν πατέρα καὶ οὐχὶ μέρος αὐτοῦ· ὁ δὲ ὅλον ἔχων καὶ τὴν ἐξουσίαν αὐτοῦ πάντως ἔχει. τί οὖν νοῶν Εὐνόμιος ἀποφαίνεται μὴ ἔχειν τὸν πατέρα 〈σύγκληρον τῆς ἐξουσίας〉, εἴποιεν ἂν ἴσως οἱ τῆς ματαιότητος αὐτοῦ μαθηταί· ὁ γὰρ εἰδὼς ἐπαΐειν λόγων τὰ δίχα διανοίας λεγόμενα ὁμολογεῖ συνεῖναι μὴ δύνασθαι. οὐκ ἔχει, φησί, 〈σύγκληρον τῆς ἐξουσίας ὁ πατήρ〉. τίς γάρ ἐστιν ὁ λέγων ἐκ διακληρώσεως ὑπὲρ τῆς ἐξουσίας πρὸς ἀλλήλους τόν τε πατέρα καὶ τὸν υἱὸν διαμάχεσθαι; οἷς μεσιτεύων ὁ ἱερὸς Εὐνόμιος διὰ φιλικῆς συμβάσεως ἄνευ κλήρου νέμει τῷ πατρὶ μόνῳ τὰ πρεσβεῖα τῆς ἐξουσίας. ὁρᾶτε τὸ καταγέλαστον καὶ παιδαριῶδες τῆς χαμαιζήλου ταύτης τῶν δογμάτων ἐκθέσεως. ἆρα ὁ τὰ σύμπαντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, λέγων ἃ γενέσθαι θέλει καὶ ποιῶν ἐν τῇ τοῦ προστάγματος δυνάμει ἃ βούλεται, οὗ σύνδρομός ἐστι τῇ βουλήσει ἡ δύναμις καὶ μέτρον τῆς δυνάμεως αὐτοῦ τὸ θέλημα γίνεται (Αὐτὸς γάρ, φησίν, εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν), ὁ πάντα δι᾽ ἑαυτοῦ ποιήσας καὶ ἐν ἑαυτῷ συστήσας, οὗ χωρὶς τῶν ὄντων οὐδὲν οὔτε ἐγένετο οὔτε ἐν τῷ εἶναι μένει, οὗτος ἀναμένει ἐκ διακληρώσεώς τινος σχεῖν τὴν ἐξουσίαν; κρίνατε οἱ ἀκούοντες, εἰ ὁ ταῦτα λέγων ἐν τῷ καθεστηκότι τὴν διάνοιαν ἔχει. 〈Εἷς γάρ ἐστι〉, φησί, 〈καὶ μόνος θεὸς παντοκράτωρ〉.

εἰ μὲν οὖν τὸν πατέρα διὰ τῆς τοῦ παντοκράτορος προσηγορίας ἐνδείκνυται, ἡμέτερον λέγει τὸν λόγον καὶ οὐκ ἀλλότριον· εἰ δὲ ἄλλον τινὰ παρὰ τὸν πατέρα νοεῖ παντοκράτορα, καὶ τὴν περιτομήν, εἰ δοκεῖ, κηρυσσέτω ὁ τῶν δογμάτων τῶν Ἰουδαϊκῶν προστάτης. τῶν γὰρ Χριστιανῶν ἡ πίστις πρὸς τὸν πατέρα βλέπει, πάντα δέ ἐστιν ὁ πατήρ, ὕψιστος, παντοκράτωρ, βασιλεὺς τῶν βασιλευόντων, κύριος τῶν κυριευόντων, καὶ πάντα ὅσα τῆς ὑψηλῆς ἔχεται σημασίας, τοῦ πατρός ἐστιν ἴδια· τὰ δὲ τοῦ πατρὸς τοῦ υἱοῦ ἐστι πάντα, ὥστε τούτου ὄντος κἀκεῖνα δεχόμεθα. εἰ δὲ ἀφεὶς τὸν πατέρα ἄλλον 〈παντοκράτορα〉 λέγει, τὰ τῶν Ἰουδαίων λέγει ἢ καὶ τοῖς Πλάτωνος ἕπεται λόγοις· καὶ γὰρ κἀκεῖνόν φασι τὸν φιλόσοφον λέγειν εἶναί τινα ὑπεράνωθεν κτίστην καὶ ποιητὴν ὑποβεβηκότων τινῶν θεῶν. ὥσπερ οὖν ἐν τοῖς Ἰουδαϊκοῖς καὶ Πλατωνικοῖς δόγμασιν ὁ τὸν πατέρα μὴ παραδεχόμενος Χριστιανὸς οὐκ ἔστιν, κἂν 〈παντοκράτορά〉 τινα πρεσβεύῃ ἐπὶ τοῦ δόγματος, οὕτω καὶ ὁ Εὐνόμιος καταψεύδεται τοῦ ὀνόματος, ἰουδαΐζων μὲν τῷ φρονήματι ἢ τὰ τῶν Ἑλλήνων πρεσβεύων, τὴν δὲ τῶν Χριστιανῶν προσηγορίαν ὑποδυόμενος. ἀλλὰ καὶ περὶ τῶν κατὰ τὸ ἀκόλουθον ἐκτεθειμένων ὁ αὐτὸς ἔσται λόγος. λέγει γὰρ ὅτι 〈θεὸς θεῶν〉. προσθέντες ἡμεῖς τὸ τοῦ πατρὸς ὄνομα τὴν φωνὴν οἰκειούμεθα, εἰδότες ὅτι ὁ πατὴρ θεός ἐστι τῶν θεῶν.

τὰ δὲ τοῦ πατρὸς πάντα τοῦ υἱοῦ ἐστι πάντως. 〈καὶ κύριος τῶν κυριευόντων〉. ὁ αὐτὸς καὶ περὶ τούτου λόγος. 〈καὶ ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν〉. ὃν γὰρ ἂν τῇ διανοίᾳ λάβῃς, ἐκεῖνος 〈ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν〉, ὁμοίως ἄνωθεν τοῖς ἐπιγείοις τῆς ἐπισκοπῆς γινομένης παρά τε τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ἀλλὰ καὶ τὰ ἐφεξῆς τοῖς εἰρημένοις προσκείμενα· 〈ὕψιστος ἐν οὐρανοῖς, ὕψιστος ἐν ὑψίστοις, ἐπουράνιος, ἀληθινὸς ἐν τῷ εἶναι ἀεὶ ὅ ἐστι καὶ διαμένων, ἀληθινὸς ἐν ἔργοις, ἀληθινὸς ἐν λόγοις〉· ταῦτα γὰρ πάντα ἐπίσης ἐνορᾷ ὁ τῶν Χριστιανῶν ὀφθαλμὸς ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. εἰ δὴ μόνον ἑνί τινι τῶν ἐν τῇ πίστει παραδοθέντων προσώπων ὁ Εὐνόμιος ταῦτα νέμει, τολμησάτω μὴ 〈ἀληθινὸν〉 εἰπεῖν 〈ἐν λόγοις〉 τὸν εἰπόντα ὅτι Ἐγώ εἰμι ἡ ἀλήθεια, ἢ τὸ πνεῦμα τῆς ἀληθείας, ἢ 〈ἀληθινὸν ἐν ἔργοις〉 μὴ συνθέσθω τὸν ποιοῦντα κρῖμα καὶ δικαιοσύνην ἢ τὸ πνεῦμα τὸ ἐνεργοῦν πάντα ἐν πᾶσι καθὼς βούλεται. ταῦτα γὰρ εἰ μὴ προσμαρτυροίη τοῖς παραδοθεῖσιν ἐν τῇ πίστει προσώποις, καθόλου τὴν τῶν Χριστιανῶν παραγράφεται πίστιν. πῶς γάρ τις πίστεως ἄξιον οἰήσεται τὸν ψευδῆ μὲν ἐν τοῖς λόγοις, μὴ ἀληθινὸν δὲ ἐν τοῖς ἔργοις αὐτοῦ;

Ἀλλὰ πρὸς τὸ ἐφεξῆς τῷ λόγῳ προέλθωμεν. φησὶ γὰρ ὅτι 〈ἀρχῆς ἁπάσης, ὑποταγῆς, ἐξουσίας, βασιλείας ἀνώτερος〉. ἡμέτερος οὗτος ὁ λόγος καὶ τῆς καθολικῆς ἐκκλησίας ἴδιος, τὸ πιστεύειν τὴν θείαν φύσιν πάσης ἀρχῆς ἀνωτέραν εἶναι, ὑποχείριον δὲ ἑαυτῆς ἔχειν πᾶν ὅτιπέρ ἐστιν ἐν τοῖς οὖσι νοούμενον. θεία δὲ φύσις ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. εἰ δὲ μόνῳ τῷ πατρὶ ταύτην προσμαρτυρεῖ τὴν δύναμιν καὶ εἰ μόνον αὐτὸν τροπῆς τε καὶ μεταβολῆς ἐλεύθερον ἀποφαίνεται καὶ εἰ μόνον αὐτὸν λέγει ἀκήρατον, πρόδηλον τὸ ἐκ τούτων κατασκευαζόμενον, ὅτι ὁ ταῦτα μὴ ἔχων τρεπτός ἐστι πάντως καὶ φθαρτὸς καὶ μεταβλητὸς καὶ ἐπίκηρος. οὐκοῦν ταῦτα δογματίζει ὁ Εὐνόμιος ἐπὶ τοῦ μονογενοῦς θεοῦ καὶ τοῦ ἁγίου πνεύματος· οὐ γὰρ ἂν ἐχρήσατο τῇ ἀντιδιαστολῇ, τούτοις ἀντιδιαιρῶν τὸν πατέρα, μὴ ταύτην τὴν διάνοιαν ἔχων περὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος. τὸ λοιπόν, ἀδελφοί, δοκιμάσατε, εἰ μὴ διώκτης ἐστὶ τῆς τῶν Χριστιανῶν πίστεως ταῦτα φρονῶν. τίς γὰρ τὸ τρεπόμενον καὶ μεταβαλλόμενον καὶ τὸ ἐπίκηρον καταδέξεται σεβάσμιον ἑαυτῷ κρῖναι; οὐκοῦν ὅλος ὁ σκοπός ἐστι τῷ κατασκευάζοντι τὰ τοιαῦτα νοήματα, ἐκβαλεῖν τῆς ἐκκλησίας τὴν εἰς τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα πίστιν, δι᾽ ὧν κατασκευάζει μήτε ἀκήρατον εἶναι μήτε ἄτρεπτον μήτε ἀμετάβλητον ἢ αὐτὴν τὴν ἀλήθειαν ἢ τὸ πνεῦμα τῆς ἀληθείας.

Ἴδωμεν δὲ καὶ οἷα τοῖς εἰρημένοις προστίθησιν. 〈οὐκ ἐν τῷ γεννᾶν〉, φησί, 〈τὴν ἰδίαν οὐσίαν μερίζων καὶ ὁ αὐτὸς γεννῶν καὶ γεννώμενος ἢ ὁ αὐτὸς πατὴρ γινόμενος καὶ υἱός· ἔστι γὰρ ἄφθαρτος〉. τοιοῦτον τάχα ἐστίν, ὅ φησι περὶ τῶν ἀσεβῶν ὁ προφήτης, ὅτι Ἱστὸν ἀράχνης ὑφαίνουσιν. ὡς γὰρ ἐπ᾽ ἐκείνου σχῆμα μὲν ἐστὶ τοῦ ὑφάσματος, ὑπόστασις δὲ οὐκ ἔστιν ἐν τῷ σχήματι (ὁ γὰρ ἁψάμενος οὐδενὸς ὑφεστῶτος ἅπτεται, περιφθειρομένων τῇ τῶν δακτύλων ἁφῇ τῶν ἀραχνίων νημάτων), τοιαύτη ἐστὶν καὶ ἡ τῶν ματαίων λέξεων ἀνυπόστατος ἱστουργία. 〈οὐκ ἐν τῷ γεννᾶν〉, φησί, 〈τὴν ἰδίαν οὐσίαν μερίζων καὶ ὁ αὐτὸς γεννῶν καὶ γεννώμενος〉. ἆρα λόγον ὀνομάσαι χρὴ τὰ λεγόμενα ἢ μᾶλλον φλέγματός τινος ὄγκον ἀπό τινος ὑδερικῆς πληθώρας ἀναπτυόμενον; τί γάρ ἐστι τὸ 〈τὴν ἑαυτοῦ μερίζειν οὐσίαν ἐν τῷ γεννᾶν καὶ τὸν αὐτὸν εἶναι γεννῶντά τε καὶ γεννώμενον〉; τίς οὕτω παράφορος, τίς οὕτως ἐξεστηκὼς τὴν διάνοιαν, ὡς τοῦτον εἰπεῖν τὸν λόγον πρὸς ὃν μάχεσθαι δοκεῖ ὁ Εὐνόμιος; ἡ μὲν γὰρ ἐκκλησία πιστεύει τὸν ἀληθινὸν πατέρα ἀληθῶς εἶναι υἱοῦ πατέρα, ἰδίου, καθώς φησιν ὁ ἀπόστολος, οὐκ ἀλλοτρίου. οὕτω γὰρ ἔν τινι τῶν ἐπιστολῶν ἀπεφήνατο· Ὃς τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀντιδιαστέλλων τῇ τοῦ ἰδίου προσθήκῃ τοὺς χάριτι καὶ οὐ φύσει τῆς υἱοθεσίας ἠξιωμένους.

ὁ δὲ ταύτην ἡμῶν διαβάλλων τὴν ὑπόληψιν τί λέγει; 〈οὐκ ἐν τῷ γεννᾶν τὴν οὐσίαν ἑαυτοῦ μερίζων οὐδὲ 〈ὁ〉 αὐτὸς γεννῶν καὶ γεννώμενος ἢ ὁ αὐτὸς πατὴρ γινόμενος καὶ υἱός· ἔστι γὰρ ἄφθαρτος〉. ἀκούων τις λόγον ἐν ἀρχῇ ὄντα καὶ θεὸν ὄντα τὸν λόγον καὶ λόγον ἐκ τοῦ πατρὸς ἐξελθόντα οὕτω καταρρυπαίνει τὸ ἀκήρατον δόγμα τοῖς αἰσχροῖς τούτοις καὶ ὀδωδόσι νοήμασι λέγων 〈οὐκ ἐν τῷ γεννᾶν τὴν οὐσίαν μερίζει〉; ὢ τῆς βδελυρίας τῶν αἰσχρῶν τούτων καὶ ῥυπαρῶν νοημάτων. πῶς οὐ συνίησιν ὁ τὰ τοιαῦτα λέγων, ὅτι οὐδὲ διὰ σαρκὸς ὁ θεὸς φανερούμενος τὸ τῆς ἀνθρωπίνης φύσεως πάθος πρὸς τὴν τοῦ ἰδίου σώματος σύστασιν παρεδέξατο, ἀλλὰ καὶ παιδίον ἐγεννήθη ἡμῖν ἐκ πνεύματος ἁγίου δυνάμεως καὶ οὔτε ἡ παρθένος ἔπαθεν οὔτε τὸ πνεῦμα ἐμειώθη οὔτε ἡ δύναμις τοῦ ὑψίστου ἀπεμερίσθη; καὶ γὰρ καὶ τὸ πνεῦμα ὅλον ἐστὶ καὶ ἡ τοῦ ὑψίστου δύναμις ἀμείωτος ἔμεινε καὶ τὸ παιδίον ἐγεννήθη ὅλον καὶ τὴν τῆς μητρὸς ἀφθορίαν οὐκ ἐλυμήνατο. εἶτα σὰρξ μὲν ἀπὸ σαρκὸς ἐγεννήθη δίχα πάθους, τὸ δὲ τῆς δόξης ἀπαύγασμα οὐ βούλεται ἀπ᾽ αὐτῆς εἶναι ὁ Εὐνόμιος τῆς δόξης, ἐπειδὴ οὔτε μειοῦται γεννῶσα τὸ φῶς ἡ δόξα οὔτε μερίζεται; καὶ ὁ μὲν ἀνθρώπινος λόγος ἀμερίστως ἐκ τοῦ νοῦ γεννᾶται, ὁ δὲ θεὸς λόγος, ἐὰν μὴ μερισθῇ τοῦ πατρὸς ἡ οὐσία, ἐκ τοῦ πατρὸς γεννηθῆναι οὐ δύναται;

ἆρά τις οὕτως ἐστὶν ἠλίθιος, ὡς μὴ συνεῖναι τὴν ἀλογίαν τοῦ δόγματος; 〈οὐκ ἐν τῷ γεννᾶν〉, φησί, 〈τὴν ἰδίαν οὐσίαν μερίζων〉. τίνος γὰρ ἐν τῷ γεννᾶν ἡ ἰδία οὐσία μερίζεται; οὐσία γὰρ ἐπὶ μὲν τῶν ἀνθρώπων ἡ ἀνθρωπίνη φύσις, ἐπὶ δὲ τῶν ἀλόγων γενικῶς μὲν ἡ ἄλογος, ἰδικῶς δὲ ἐπὶ τῶν βοῶν καὶ ἐπὶ τῶν προβάτων καὶ ἐπὶ πάντων τῶν ἀλόγων 〈ἡ〉 κατὰ τὰς τῶν ἰδιωμάτων διαφορὰς θεωρουμένη. τί τοίνυν ἐκ τούτων μερίζει τὴν ἰδίαν οὐσίαν διὰ τοῦ τόκου; οὐκ ἀεὶ μένει διὰ τῆς διαδοχῆς τῶν ἐπιγινομένων ἐφ᾽ ἑκάστου τῶν ζῴων ἀκεραία ἡ φύσις;

εἶτα ἄνθρωπος μὲν ἐξ ἑαυτοῦ τίκτων ἄνθρωπον οὐ μερίζει τὴν φύσιν, ἀλλὰ καὶ ἐν τῷ γεννήσαντι καὶ ἐν τῷ γεννηθέντι ὅλη ἐστίν, οὐκ ἐκ τούτου πρὸς ἐκεῖνον ἀποσχιζομένη καὶ μεθισταμένη οὐδὲ ἐν τούτῳ κολοβουμένη, ὅταν ἐν ἐκείνῳ τελεία γένηται, ἀλλὰ καὶ πᾶσα ἐν τούτῳ οὖσα καὶ πᾶσα ἐν ἐκείνῳ εὑρισκομένη· καὶ γὰρ καὶ πρὶν γεννῆσαι τὸν ἐξ αὐτοῦ ὁ ἄνθρωπος ζῷον ἦν λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ ὅτε ἐγέννησε τὸν τοιοῦτον ἄνθρωπον· ὥστε ἐν ἐκείνῳ δειχθῆναι πάντα τὰ ἰδιώματα τῆς φύσεως, ὡς οὐκ ἀπώλεσε τὸ εἶναι ἄνθρωπος ἐξ ἑαυτοῦ γεννήσας τὸν ἄνθρωπον, ἀλλ᾽ ὃ ἦν πρὸ τούτου, καὶ μετὰ τοῦτο διέμεινεν, οὐδὲν διὰ τοῦ γενέσθαι τὸν ἐξ αὐτοῦ ἄνθρωπον τῆς ἑαυτοῦ φύσεως ἐλαττώσας· καὶ ἄνθρωπος μὲν ἐξ ἀνθρώπου γεννᾶται καὶ ἡ τοῦ γεννῶντος οὐ μερίζεται φύσις, τὸν δὲ μονογενῆ θεὸν τὸν ὄντα ἐν τοῖς κόλποις τοῦ πατρὸς οὐ δέχεται ὁ Εὐνόμιος ἀληθῶς ἐκ τοῦ πατρὸς εἶναι, δεδοικὼς μὴ ἀκρωτηριάσῃ τὴν ἀκήρατον τοῦ πατρὸς φύσιν διὰ τῆς τοῦ μονογενοῦς ὑποστάσεως, ἀλλ᾽ εἰπὼν ὅτι 〈οὐ τὴν οὐσίαν ἐν τῷ γεννᾶν μερίζων〉, προσέθηκεν ἢ 〈ὁ〉 〈αὐτὸς γεννῶν καὶ γεννώμενος ἢ 〈ὁ〉 αὐτὸς πατὴρ γινόμενος καὶ υἱός〉, καὶ οἴεται διὰ τῶν ἀσυναρτήτων τούτων ῥημάτων σαθροποιεῖν τὸν ἀληθῆ τῆς εὐσεβείας λόγον ἢ ἰσχύν τινα πορίζειν τῇ ἀσεβείᾳ, οὐκ εἰδὼς ὅτι δι᾽ ὧν ἐπινοεῖ κατασκευάζειν τὸ ἄτοπον, διὰ τούτων συνήγορος τῆς ἀληθείας εὑρίσκεται.

φαμὲν γὰρ καὶ ἡμεῖς, ὅτι ὁ πάντα τὰ τοῦ ἰδίου πατρὸς ἔχων ἄλλος ἐκεῖνός ἐστι πλὴν τοῦ πατὴρ εἶναι, καὶ ὁ πάντα τὰ τοῦ υἱοῦ ἔχων ὅλον τὸν υἱὸν ἐν ἑαυτῷ δείκνυσι πλὴν τοῦ υἱὸς γενέσθαι· ὥστε ἡ τοῦ ἀτόπου κατασκευή, ἣν κατασκευάζει νῦν ὁ Εὐνόμιος, συμμαχία τῆς ἀληθείας γίνεται, πρὸς τὸ σαφέστερον διασταλέντος παρ᾽ ἡμῶν τοῦ νοήματος κατὰ τὴν τοῦ εὐαγγελικοῦ λόγου ὑφήγησιν. εἰ γὰρ ὁ ἑωρακὼς τὸν υἱὸν ὁρᾷ τὸν πατέρα, ἄλλον ἑαυτὸν ἐγέννησεν ὁ πατήρ, οὔτε ἑαυτοῦ ἐξιστάμενος καὶ ἐν ἐκείνῳ ὅλος φαινόμενος, ὡς διὰ τούτων τὸ δοκοῦν κατὰ τῆς εὐσεβείας εἰρῆσθαι συμμαχίαν ἀποδειχθῆναι τοῦ ὑγιαίνοντος δόγματος.

Ἀλλ᾽ 〈οὔτε τὴν ἰδίαν οὐσίαν〉, φησίν, 〈ἐν τῷ γεννᾶν μερίζων καὶ 〈ὁ〉 αὐτὸς γεννῶν καὶ γεννώμενος ἢ 〈ὁ〉 αὐτὸς πατὴρ γινόμενος καὶ υἱός· ἔστι γὰρ ἄφθαρτος〉. ὢ τῆς ἀνάγκης τοῦ συμπεράσματος. τί λέγεις, ὦ σοφώτατε; διότι ἄφθαρτός ἐστιν, οὐ μερίζει τὴν ἰδίαν οὐσίαν γεννῶν τὸν υἱὸν οὐδὲ ἑαυτὸν γεννᾷ καὶ παρ᾽ ἑαυτοῦ γεννᾶται οὔτε πατὴρ ἅμα γίνεται ἑαυτοῦ καὶ υἱός, ἐπειδή ἐστιν ἄφθαρτος; οὐκοῦν εἴ τίς ἐστι φθαρτῆς φύσεως, τέμνει τὴν οὐσίαν ἐν τῷ γεννᾶν καὶ ὑφ᾽ ἑαυτοῦ γεννᾶται καὶ ἑαυτὸν γεννᾷ καὶ πατὴρ καὶ υἱὸς αὐτὸς ἑαυτοῦ γίνεται, διότι ἄφθαρτος οὐκ ἔστιν; εἰ δὲ ταῦτα οὕτως ἔχει, οὐκ ἐγέννησε διὰ τὸ φθαρτὸς εἶναι ὁ Ἀβραὰμ τὸν Ἰσμαήλ τε καὶ Ἰσαάκ, ἀλλ᾽ ἑαυτὸν διά τε τῆς παιδίσκης καὶ τῆς νομίμου γαμετῆς ἐτεκνώσατο ἤ, κατὰ τὴν ἑτέραν τερατείαν τοῦ λόγου, ἐμέρισεν εἰς τοὺς γεννηθέντας ἑαυτοῦ τὴν οὐσίαν· καὶ πρῶτον μὲν ἐπὶ τοῦ διὰ τῆς Ἄγαρ τόκου εἰς δύο τμήματα διαιρεθεὶς ἐν τῷ ἑνὶ τῶν ἡμιτόμων γίνεται Ἰσμαὴλ καὶ ἐν τῷ ἑτέρῳ διαμένει ἥμισυς Ἀβραάμ, μετὰ ταῦτα δὲ τὸ λειπόμενον τῆς τοῦ Ἀβραὰμ οὐσίας ἀπομερισθὲν τὸν Ἰσαὰκ ὑπεστήσατο. οὐκοῦν τὸ τέταρτον τῆς τοῦ Ἀβραὰμ οὐσίας εἰς τὸν διπλοῦν τόκον τοῦ Ἰσαὰκ ἐμερίσθη, ὥστε τὸ ὄγδοον ἐν ἑκατέρῳ τῶν ἐγγόνων γενέσθαι.

πῶς ἄν τις ἐν τοῖς δώδεκα πατριάρχαις κερματίσειεν εἰς μέρη διαλεπτύνων τὸ ὄγδοον ἢ ἐν ταῖς πέντε καὶ ἑβδομήκοντα ψυχαῖς, ἐν αἷς ὁ Ἰακὼβ κατῆλθεν εἰς Αἴγυπτον; καὶ τί ταῦτα λέγω, δέον ἀπὸ τοῦ πρώτου ἀνθρώπου διελέγξαι τῶν λεγομένων τὴν ἄνοιαν· εἰ γὰρ μόνου τοῦ ἀφθάρτου ἐστὶν μὴ μερίζειν τὴν φύσιν ἐν τῷ γεννᾶν, φθαρτὸς δὲ ὁ Ἀδάμ, πρὸς ὃν ἐρρήθη ὅτι Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, ἐμέριζε πάντως ἑαυτοῦ τὴν οὐσίαν, κατὰ τὸν λόγον τοῦ Εὐνομίου εἰς τοὺς παρ᾽ ἑαυτοῦ γεννωμένους τεμνόμενος· τῷ δὲ πλήθει τῶν ἐπιγινομένων, ἀναγκαίως τοῦ εὑρισκομένου παρ᾽ ἑκάστῳ τῆς οὐσίας τμήματος κατὰ τὸν ἀριθμὸν τῶν τικτομένων διαιρουμένου, προδαπανᾶται τῆς τοῦ Ἀβραὰμ ὑποστάσεως ἡ τοῦ Ἀδὰμ οὐσία, ταῖς ἀπείροις τῶν ἐξ αὐτοῦ γεγονότων μυριάσι διὰ τῶν λεπτῶν τε καὶ ἀτόμων ἐκείνων μορίων σκεδασθεῖσα, καὶ οὐκέτι ἐνευρίσκεται λείψανον οὐσίας τὸ ἐκ τοῦ Ἀδὰμ εἰς τὸν Ἀβραὰμ καὶ τοὺς ἐξ αὐτοῦ μεριζόμενον, προαναλωθείσης ἐν ταῖς ἀπείροις τῶν πρὸ αὐτοῦ γεγονότων μυριάσι διὰ τῆς λεπτομερείας τῶν τμημάτων τῆς φύσεως.

Ὁρᾶτε τὴν ἄνοιαν τοῦ μὴ εἰδότος ἃ λέγει μηδὲ περὶ τίνων διαβεβαιοῦται. ἐν γὰρ τῷ εἰπεῖν· ἐπειδὴ ἄφθαρτός ἐστιν, οὔτε μερίζει τὴν οὐσίαν οὔτε ἑαυτὸν γεννᾷ οὔτε ἑαυτοῦ πατὴρ γίνεται, ἔδωκεν ἐπὶ παντὸς τοῦ φθορᾷ ὑποκειμένου ἐκ τοῦ ἀκολούθου ἐκεῖνα νοεῖν ἐπὶ τῆς γεννήσεως συμβαίνειν, ὅσα μόνῳ τῷ ἀφθάρτῳ μὴ προσεῖναι διϊσχυρίσατο. ἀλλὰ πολλῶν ὄντων καὶ ἄλλων τῶν δυναμένων ἐπιδεῖξαι τὴν ματαιότητα τῶν λεγομένων, ἀρκεῖν οἴομαι πρὸς ἀπόδειξιν τῆς ἀνοίας τὰ εἰρημένα. τοῦτο δὲ πάντως προωμολόγηται παρὰ τοῖς ἐπισταμένοις πρὸς τὸ ἀκόλουθον βλέπειν, ὅτι μόνῳ τῷ πατρὶ προσμαρτυρήσας τὸ ἄφθαρτον πάντα τὰ μετὰ τὸν πατέρα νοούμενα τῇ πρὸς τὸ ἄφθαρτον ἀντιδιαστολῇ φθαρτὰ εἶναι κατασκευάζει, ὡς μηδὲ τὸν υἱὸν φθορᾶς ἀποδεικνύειν ἐλεύθερον. εἰ οὖν ἀντιδιαστέλλει τὸν υἱὸν τῷ ἀφθάρτῳ, οὐ μόνον φθαρτὸν αὐτὸν εἶναι διορίζεται, ἀλλὰ καὶ τὰ ἄλλα πάντα περὶ αὐτοῦ κατασκευάζει, ὅσα μόνῳ τῷ ἀφθάρτῳ μὴ προσεῖναι λέγει. ἀναγκαίως γὰρ εἰ μόνος ὁ πατὴρ οὔτε ἑαυτὸν γεννᾷ οὔτε ὑφ᾽ ἑαυτοῦ γεννᾶται, πᾶν ὃ μὴ ἄφθαρτόν ἐστι καὶ ἑαυτὸ γεννᾷ καὶ ὑφ᾽ ἑαυτοῦ γεννᾶται καὶ πατὴρ καὶ υἱὸς αὐτὸ ἑαυτοῦ γίνεται, πρὸς ἑκάτερα τῆς οὐσίας μεθαρμοζόμενον.

εἰ γὰρ μόνου τοῦ πατρός ἐστι τὸ ἄφθαρτον εἶναι, ἴδιον δὲ τοῦ ἀφθάρτου τὸ μὴ ταῦτα εἶναι, οὔτε ἄφθαρτος πάντως ὁ υἱὸς κατὰ τὸν τῆς αἱρέσεως λόγον καὶ ταῦτα πάντα περὶ αὐτὸν πάντως ἐστί, τὸ μερίζεσθαι τὴν οὐσίαν, τὸ τίκτειν ἑαυτὸν καὶ ὑφ᾽ ἑαυτοῦ γεννᾶσθαι, 〈τὸ〉 πατέρα καὶ υἱὸν αὐτὸν ἑαυτοῦ γίνεσθαι.