Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἀνατροπὴ τῆς Εὐνομίου ἐξομολογήσεως

Γρηγόριος ὁ Νύσσης

Η θεολογία της κτίσεως και η διάκριση των προσωνυμιών «Μονογενής» και «Πρωτότοκος»

Ερμηνεία των βιβλικών όρων, όπου ο «Πρωτότοκος» συνδέεται με τη δημιουργία και την ένσαρκη οικονομία, σε αντιδιαστολή με τον «Μονογενή» που δηλώνει την προαιώνια ύπαρξη του Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 10

Ἢ μάταιον ἴσως ἐπὶ πλέον ἐμφιλοχωρεῖν τοῖς ἀνοήτοις, ἀλλὰ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου μετέλθωμεν. προστίθησι γὰρ τούτοις· 〈οὐκ ἐν τῷ ποιεῖν ὕλης ἢ μερῶν ἢ φυσικῶν ὀργάνων προσδεόμενος· ἔστι γὰρ παντὸς ἀπροσδεής〉. τοῦτο τὸ νόημα, εἰ καὶ ἀτονώτερον κατὰ τὴν λέξιν ἐκτίθεται ὁ Εὐνόμιος, ὅμως τῆς εὐσεβείας οὐκ ἀποβάλλομεν. μαθόντες γὰρ ὅτι Αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν, οἴδαμεν ὅτι ποιητής ἐστι τῆς ὕλης ὁ λόγος, εὐθὺς συναπεργαζόμενος μετὰ τῆς ὕλης καὶ τὰς ποιότητας, ὡς εἶναι αὐτῷ τὰ πάντα καὶ ἀντὶ πάντων τὴν ὁρμὴν τοῦ παντοδυνάμου θελήματος, ὕλην ὄργανον τόπον χρόνον οὐσίαν ποιότητα, πᾶν ὅτιπέρ ἐστιν ἐν τῇ κτίσει νοούμενον. ὁμοῦ τε γὰρ ἠθέλησε τὸ δέον γενέσθαι καὶ συνέδραμεν ἡ ἐξεργαστικὴ τῶν ὄντων δύναμις τῷ νοήματι, ἔργον ποιοῦσα τὸ θέλημα. οὕτω γὰρ φιλοσοφεῖ περὶ τῆς θείας δυνάμεως ὁ πολὺς Μωϋσῆς ἐν τῇ κοσμογενείᾳ, προστακτικαῖς φωναῖς ἀνατιθεὶς ἑκάστου τῶν ἐν τῇ κτίσει φαινομένων τὴν ποίησιν.

Εἶπε γάρ, φησίν, ὁ θεὸς ὅτι γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ περὶ τῶν ἄλλων ὡσαύτως οὔτε ὕλης ἐμνήσθη οὔτε ὀργανικῆς ὑπουργίας. οὐκοῦν οὐκ ἀπόβλητος ἐν τῷ μέρει τούτῳ τοῦ Εὐνομίου ὁ λόγος. ὁ γὰρ θεὸς κτίζων, ὅσα διὰ κτίσεως ἔσχε τὴν γένεσιν, οὔτε τινὸς ὑποκειμένης ὕλης οὔτε ὀργάνων εἰς τὴν κατασκευὴν ἐδεήθη· ἀπροσδεὴς γὰρ ἀλλοτρίας βοηθείας ἡ τοῦ θεοῦ δύναμίς τε καὶ σοφία.

Χριστὸς δέ ἐστιν ἡ τοῦ θεοῦ δύναμις καὶ σοφία, δι᾽ οὗ τὰ πάντα ἐγένετο καὶ οὗ χωρὶς τῶν ὄντων ἔστιν οὐδέν, καθὼς Ἰωάννης μαρτύρεται. εἰ οὖν πάντα δι᾽ αὐτοῦ ἐγένετο, ὁρατά τε καὶ ἀόρατα, ἐξαρκεῖ δὲ πρὸς τὴν τῶν ὄντων ὑπόστασιν ἡ βούλησις μόνη (δύναμις γάρ ἐστιν ἡ βούλησις), τὸν ἡμέτερον εἶπε λόγον ἐν ἀτονούσῃ τῇ λέξει Εὐνόμιος. ὁ γὰρ τὰ σύμπαντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ τίνος ἂν ὀργάνου καὶ ποίας ὕλης δεηθείη ἐν τῷ φέρειν διὰ τοῦ παντοδυνάμου ῥήματος τὴν τῶν ὄντων ὑπόστασιν; εἰ δὲ ὅπερ ἐπὶ τῆς κτίσεως περὶ τοῦ μονογενοῦς πεπιστεύκαμεν, τοῦτο ἐπὶ τοῦ υἱοῦ κατασκευάζει, ὡς ὁμοιοτρόπως αὐτὸν τοῦ πατρὸς κτίσαντος, καθάπερ παρὰ τοῦ υἱοῦ ἡ κτίσις ἐγένετο, τὸν ἐν τοῖς ἔμπροσθεν ῥηθέντα λόγον καὶ νῦν πάλιν ἀναλαμβάνομεν, ὅτι ἡ τοιαύτη ὑπόληψις ἄρνησις τῆς τοῦ μονογενοῦς ἐστι θεότητος. ἡμεῖς γὰρ ἴδιον εἶναι τῶν εἰδωλολατρούντων παρὰ τῆς μεγάλης τοῦ Παύλου φωνῆς μεμαθήκαμεν τὸ σέβεσθαι καὶ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ τοῦ Δαβὶδ εἰπόντος ὅτι Οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ, κανόνι τούτῳ καὶ γνώμονι χρώμεθα πρὸς τὴν τοῦ προσκυνουμένου ἐπίγνωσιν, ὥστε πεπεῖσθαι τοῦτο ἀληθῶς εἶναι θεὸν ὃ μήτε πρόσφατόν ἐστι μήτε ἀλλότριον.

ἐπειδὴ τοίνυν θεὸν πιστεύειν εἶναι τὸν μονογενῆ θεὸν ἐδιδάχθημεν, τὸ μήτε πρόσφατον αὐτὸν εἶναι μήτε ἀλλότριον συνομολογοῦμεν διὰ τοῦ πιστεύειν ὅτι ἐστὶ θεός. εἰ οὖν θεός ἐστι, πρόσφατος οὐκ ἔστιν· εἰ δὲ μὴ πρόσφατος, ἀΐδιος πάντως ἐστίν. οὔτε οὖν πρόσφατός ἐστιν ὁ ἀΐδιος οὔτε ἀλλότριος τῆς ἀληθινῆς θεότητος ὁ ἐκ τοῦ πατρὸς ὢν καὶ ἐν τοῖς κόλποις ὢν τοῦ πατρὸς καὶ ἐν ἑαυτῷ τὸν πατέρα ἔχων. ὥστε ὁ ἀποσχίζων τῆς τοῦ πατρὸς φύσεως τὸν υἱὸν ἢ καθόλου ἀθετεῖ τὴν προσκύνησιν, ἵνα μὴ ἀλλοτρίῳ θεῷ προσκυνήσῃ, ἢ εἴδωλον σέβεται, κτίσμα καὶ οὐ θεὸν τῆς προσκυνήσεως αὐτοῦ προστησάμενος καὶ Χριστὸν ὄνομα τῷ εἰδώλῳ θέμενος.

Ὅτι δὲ πρὸς ταύτην βλέπει τὴν διάνοιαν ἐν τῇ περὶ τοῦ μονογενοῦς ὑπολήψει, φανερώτερον ἂν γένοιτο δι᾽ ὧν τὰ περὶ αὐτοῦ τοῦ μονογενοῦς διεξέρχεται, τοῦτον ἔχοντα τὸν τρόπον· 〈πιστεύομεν καὶ εἰς τὸν τοῦ θεοῦ υἱόν, τὸν μονογενῆ θεόν, πρωτότοκον πάσης κτίσεως, υἱὸν ἀληθινόν, οὐκ ἀγέννητον, ἀληθῶς γεννηθέντα πρὸ αἰώνων, οὐκ ἄνευ τῆς πρὸ τοῦ εἶναι γεννήσεως ὀνομαζόμενον υἱόν, πρὸ πάσης κτίσεως γενόμενον, οὐκ ἄκτιστον〉. ἀρκεῖν ἡγοῦμαι μόνην τὴν ἀνάγνωσιν τῶν ἐκτεθέντων καὶ δίχα τῆς παρ᾽ ἡμῶν ἐξετάσεως φανερῶσαι τοῦ δόγματος τὴν ἀσέβειαν. πρωτότοκον γὰρ εἰπὼν αὐτόν, ἵνα μή τινα τοῖς ἀκούουσιν ἀμφιβολίαν ἐμποιήσῃ τοῦ μὴ εἶναι αὐτὸν κτιστόν, ἐπήγαγεν εὐθὺς τὸ 〈οὐκ ἄκτιστον〉, ἵνα μή ποτε τῆς τοῦ υἱοῦ σημασίας ὡς πέφυκε νοηθείσης εὐσεβές τι περὶ αὐτοῦ νόημα τοῖς ἀκηκοόσιν ἐγγένηται· τούτου χάριν ὁμολογήσας ἐν πρώτοις υἱὸν θεοῦ καὶ μονογενῆ θεὸν εὐθὺς διὰ τῶν ἐπιφερομένων παρατρέπει τῶν ἀκουόντων τὴν γνώμην πρὸς τὴν αἱρετικὴν διάνοιαν ἀπὸ τῆς εὐσεβοῦς ὑπολήψεως. ὁ γὰρ ἀκούσας υἱὸν θεοῦ καὶ μονογενῆ θεὸν ἀναγκαίως πρὸς τὰς ὑψηλοτέρας ἐμφάσεις ἀνάγεται διὰ τῆς τῶν φωνῶν τούτων σημασίας χειραγωγούμενος, τῷ μηδεμίαν φύσεως διαφορὰν ὑπὸ τῆς θεὸς φωνῆς καὶ ὑπὸ τῆς σημασίας τοῦ υἱοῦ παρεισάγεσθαι. πῶς γὰρ ἂν ἄλλο τι παρὰ τὴν τοῦ πατρὸς νοηθείη φύσιν ὁ ἀληθῶς θεοῦ υἱὸς ὢν καὶ αὐτὸς θεὸς ὤν;

ἀλλ᾽ ἵνα μὴ φθάσῃ ταῖς καρδίαις τῶν ἀκηκοότων ἐντυπωθῆναι διὰ τῶν ὀνομάτων τούτων τὰ τῆς εὐσεβείας νοήματα, εὐθὺς λέγει κτίσεως αὐτὸν πρωτότοκον 〈οὐκ ἄνευ τῆς πρὸ τοῦ εἶναι γεννήσεως ὀνομαζόμενον υἱόν, πρὸ πάσης κτίσεως γενόμενον, οὐκ ἄκτιστον〉. ὡς ἂν οὖν φανείη καὶ τὰς πρώτας φωνὰς ὁ κακοῦργος ἀντὶ δελεάματος τοῖς ἀνθρώποις προτείνων, ὥστε παραδεχθῆναι τὸ δηλητήριον οἷόν τινι μέλιτι τοῖς εὐσεβεστέροις ὀνόμασι γλυκαινόμενον, μικρὸν τῷ λόγῳ προσδιατρίψωμεν. τίς οὐκ οἶδεν ὅση τοῦ μονογενοῦς πρὸς τὸν πρωτότοκον ἡ κατὰ τὸ σημαινόμενόν ἐστι διαφορά; οὔτε γὰρ μονογενὴς μετὰ ἀδελφῶν νοεῖται οὔτε χωρὶς ἀδελφῶν ὁ πρωτότοκος, ἀλλ᾽ ὁ μὲν πρωτότοκος μονογενὴς οὐκ ἔστιν· ἀδελφῶν γάρ ἐστι πάντως πρωτότοκος· ὁ δὲ μονογενὴς ἀδελφὸν οὐκ ἔχει· οὐ γὰρ ἂν εἴη μονογενὴς ἐν ἀδελφοῖς ἀριθμούμενος. καὶ ἔτι πρὸς τούτοις, ἧσπερ ἂν οὐσίας ὦσιν οἱ ἀδελφοὶ τοῦ πρωτοτόκου, τῆς αὐτῆς ἔσται πάντως καὶ ὁ πρωτότοκος. καὶ οὐ τοῦτο μόνον ὑπὸ τῆς φωνῆς ταύτης σημαίνεται, ἀλλ᾽ ὅτι καὶ παρὰ τοῦ αὐτοῦ τὸ εἶναι ἔχει αὐτός τε ὁ πρωτότοκος καὶ οἱ μετ᾽ ἐκεῖνον γενόμενοι, οὐδὲν τοῦ πρωτοτόκου πρὸς τὴν γέννησιν τῶν ἐφεξῆς συνεισφέροντος. ὡς διὰ τούτων ψευδῆ τοῦ Ἰωάννου τὴν φωνὴν εἶναι κατασκευάζεσθαι τὴν μαρτυροῦσαν ὅτι Πάντα δι᾽ αὐτοῦ ἐγένετο.

εἰ γὰρ πρωτότοκός ἐστιν, μόνοις τοῖς κατὰ τὸν χρόνον πρεσβείοις τῶν μετ᾽ αὐτὸν γεγονότων διαφέρει πάντως, ἄλλου ὄντος δι᾽ οὗ καὶ τούτῳ καὶ τοῖς λοιποῖς ἡ πρὸς τὸ εἶναι γέγονε δύναμις. ἀλλ᾽ ὡς ἂν μή τινι τῶν συκοφαντούντων ὑπόνοιαν δοίημεν ὡς μὴ παραδεχόμενοι τὰς θεοπνεύστους φωνὰς δι᾽ ὧν ἐνιστάμεθα, πρότερον τὴν ἡμετέραν διάνοιαν, ἣν ἔχομεν περὶ τῶν ὀνομάτων τούτων, παραθησόμεθα, εἶθ᾽ οὕτω τὴν τοῦ βελτίονος κρίσιν τοῖς ἀκροωμένοις προσθήσομεν.

Ὁ μέγας Παῦλος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁ μονογενής ἐστι θεὸς ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ τὸ μὴ μόνον τὴν τῶν ὄντων κτίσιν δι᾽ ἐκείνου γενέσθαι, ἀλλ᾽ ὅτι τῆς ἀρχαίας τῶν ἀνθρώπων κτίσεως παλαιωθείσης τε καὶ ἀφανισθείσης, καθὼς αὐτὸς ὀνομάζει, ἄλλης δὲ καινῆς κτίσεως ἐν Χριστῷ γενομένης, οὐδὲ ταύτης ἄλλος τις καθηγήσατο, ἀλλὰ πάσης τῆς διὰ τοῦ εὐαγγελίου τῶν ἀνθρώπων γενομένης κτίσεως αὐτός ἐστιν ὁ πρωτότοκος. καὶ ὡς ἂν σαφέστερον γένοιτο τὸ περὶ τούτου νόημα, οὑτωσὶ τὸν λόγον διαληψόμεθα. τετράκις τῆς φωνῆς ταύτης μέμνηται ὁ θεῖος ἀπόστολος, ἅπαξ μὲν οὕτως εἰπὼν ὅτι πρωτότοκος πάσης κτίσεως, πάλιν δὲ ὅτι πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, ἐκ τρίτου δὲ ὅτι πρωτότοκος ἐκ τῶν νεκρῶν, μετὰ ταῦτα δὲ ἀπόλυτόν τε καὶ ἀσυζυγῆ τὴν φωνὴν παρατίθεται εἰπών· Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ. οὐκοῦν ἥνπερ ἂν διάνοιαν ἐπὶ τῶν ἄλλων συζυγιῶν τοῦ ὀνόματος τούτου κατανοήσωμεν, ἀκολούθως τὴν αὐτὴν καὶ τῷ πρωτοτόκῳ τῆς κτίσεως ἐφαρμόσομεν. μιᾶς γὰρ καὶ τῆς αὐτῆς οὔσης φωνῆς, ἀνάγκη πᾶσα μίαν εἶναι καὶ τὴν σημαινομένην διάνοιαν. πῶς γίνεται τοίνυν πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς; πῶς δὲ ἐκ νεκρῶν πρωτότοκος;

ἢ τοῦτο πάντως ἐστὶ δῆλον, ὅτι διὰ τὸ γενέσθαι ἡμᾶς αἷμα καὶ σάρκα, καθώς φησιν ἡ γραφή, ὁ δι᾽ ἡμᾶς γενόμενος καθ᾽ ἡμᾶς καὶ σαρκὸς καὶ αἵματος κοινωνήσας, μέλλων ἡμᾶς μεταποιεῖν ἐκ τοῦ φθαρτοῦ πρὸς τὸ ἄφθαρτον διὰ τῆς ἄνωθεν γεννήσεως τῆς δι᾽ ὕδατος καὶ πνεύματος αὐτὸς τοῦ τοιούτου τόκου καθηγήσατο, διὰ τοῦ ἰδίου βαπτίσματος τὸ ἅγιον πνεῦμα ἐπὶ τὸ ὕδωρ ἐπισπασάμενος, ὥστε πάντων τῶν πνευματικῶς ἀναγεννωμένων πρωτότοκον αὐτὸν γενέσθαι καὶ ἀδελφοὺς ὀνομάσαι τοὺς τῆς ὁμοίας αὐτῷ διὰ τοῦ ὕδατος καὶ τοῦ πνεύματος μετεσχηκότας γεννήσεως. ἐπειδὴ δὲ καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ἔδει αὐτὸν ἐναποθέσθαι τῇ φύσει τὴν δύναμιν, πάλιν γίνεται ἀπαρχὴ τῶν κεκοιμημένων καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν ὁ πρῶτος δι᾽ ἑαυτοῦ λύσας τὰς ὠδῖνας τοῦ θανάτου, ὥστε καὶ ἡμῖν ὁδοποιηθῆναι τὴν ἐκ τοῦ θανάτου παλιγγενεσίαν, διὰ τῆς τοῦ κυρίου ἀναστάσεως τῆς ὠδῖνος τοῦ θανάτου λυθείσης, ἐν ᾧ κατειχόμεθα.

ὥσπερ οὖν μετασχὼν τῆς διὰ τοῦ λουτροῦ ἀναγεννήσεως ἀδελφῶν πρωτότοκος γίνεται, καὶ πάλιν ἀπαρχὴν τῆς ἀναστάσεως αὑτὸν ποιήσας πρωτότοκος ἐκ τῶν νεκρῶν ὀνομάζεται, οὕτως ἐν πᾶσι πρωτεύων μετὰ τὸ παρελθεῖν τὰ ἀρχαῖα πάντα, καθώς φησιν ὁ ἀπόστολος, τῆς καινῆς ἐν Χριστῷ κτίσεως τῶν ἀνθρώπων πρωτότοκος γίνεται, διὰ τῆς διπλῆς παλιγγενεσίας, τῆς τε κατὰ τὸ ἅγιον βάπτισμα καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἀρχηγὸς τῆς ζωῆς καθ᾽ ἑκάτερον ἡμῖν γενόμενος καὶ ἀπαρχὴ καὶ πρωτότοκος. οὗτος οὖν ὁ πρωτότοκος καὶ ἀδελφοὺς ἔχει, περὶ ὧν φησι πρὸς τὴν Μαρίαν ὅτι Πορεύθητι καὶ εἰπὲ τοῖς ἀδελφοῖς μου, πορεύομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν. ὅλον γὰρ τῆς κατὰ ἄνθρωπον οἰκονομίας ἀνακεφαλαιοῦται τὸν σκοπὸν διὰ τῶν εἰρημένων. ἀποστάντες γὰρ τοῦ θεοῦ οἱ ἄνθρωποι ἐδούλευσαν τοῖς φύσει μὴ οὖσι θεοῖς, καὶ ὄντες τέκνα θεοῦ τῷ πονηρῷ τε καὶ ψευδωνύμῳ πατρὶ προσῳκειώθησαν.

διὰ τοῦτο ὁ μεσίτης θεοῦ καὶ ἀνθρώπων πάσης τῆς ἀνθρωπίνης φύσεως τὴν ἀπαρχὴν ἀναλαβὼν οὐκ ἐκ τοῦ θείου προσώπου, ἀλλ᾽ ἐκ τοῦ ἡμετέρου πέμπει τοῖς ἀδελφοῖς ἑαυτοῦ τὰ δηλώματα, λέγων ὅτι· πορεύομαι δι᾽ ἐμαυτοῦ ποιῆσαι ὑμῶν πατέρα τὸν ἀληθινὸν πατέρα, οὗ ἐχωρίσθητε, καὶ ποιῆσαι δι᾽ ἐμαυτοῦ θεὸν ὑμῶν τὸν ἀληθινὸν θεόν, οὗ ἀπέστητε· διὰ γὰρ τῆς ἀπαρχῆς, ἣν ἀνέλαβον, προσάγω ἅπαν τῷ θεῷ καὶ πατρὶ ἐν ἐμαυτῷ τὸ ἀνθρώπινον.

Τῆς οὖν ἀπαρχῆς θεὸν ἑαυτῆς ποιησαμένης τὸν ὄντα θεὸν καὶ πατέρα τὸν ἀγαθὸν πατέρα, πάσῃ κατορθοῦται τῇ φύσει τὸ ἀγαθὸν καὶ πάντων ἀνθρώπων γίνεται διὰ τῆς ἀπαρχῆς πατὴρ καὶ θεός. εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, φησί, καὶ τὸ φύραμα. ὅπου δὲ ἡ ἀπαρχή [Χριστός], Χριστὸς δὲ ἡ ἀπαρχή, ἐκεῖ καὶ οἱ τοῦ Χριστοῦ, καθώς φησιν ὁ ἀπόστολος. ἐν οἷς οὖν διὰ συζυγίας τὴν μνήμην τοῦ πρωτοτόκου πεποίηται νεκρῶν τε καὶ κτίσεως καὶ ἀδελφῶν μνημονεύσας, ταῦτα καὶ τὰ τοιαῦτα νοεῖν ὑποτίθεται· ὅπου δὲ δίχα τῆς τοιαύτης προσθήκης φησὶν Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, ἡ τοῦ πάλιν προσθήκη τὴν ἐπὶ τέλει γενησομένην τοῦ δεσπότου τῶν ὅλων ἐμφάνειαν προσαγορεύει. ὡς γὰρ ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμπτει, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καίτοι ὁ υἱὸς τὸ ἀνθρώπινον ὄνομα οὐκ ἔχει τῷ ὑπὲρ πᾶν εἶναι ὄνομα, οὕτως παρὰ πάσης τῆς ὑπερκοσμίου κτίσεως προσκυνεῖσθαι τὸν πρωτότοκον λέγει τὸν δι᾽ ἡμᾶς οὕτως ὠνομασμένον, πάλιν εἰς τὴν οἰκουμένην εἰσιόντα, ὅταν κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι. οὕτω διακρίνεται παρὰ τοῦ λόγου τῆς εὐσεβείας τό τε τοῦ πρωτοτόκου καὶ τὸ τοῦ μονογενοῦς σημαινόμενον, ἑκατέρῳ τῶν ὀνομάτων τῆς καταλλήλου σημασίας φυλασσομένης· ὁ δὲ εἰς τὴν προαιώνιον ὕπαρξιν ἀνάγων τοῦ πρωτοτόκου τὸ ὄνομα πῶς διασῴζει τὴν τοῦ μονογενοῦς ἔννοιαν;

ὁ συνετὸς ἀκροατὴς ἐπισκεψάσθω, εἰ συμβαίνει ταῦτα πρὸς ἄλληλα, μήτε τοῦ πρωτοτόκου χωρὶς ἀδελφῶν νοουμένου μήτε τοῦ μονογενοῦς μετὰ ἀδελφῶν. ὅταν μὲν γὰρ εἴπῃ ὅτι Ἐν ἀρχῇ ἦν ὁ λόγος, διὰ τούτου τὸν μονογενῆ ἐνοήσαμεν· ὅταν δὲ ἐπαγάγῃ ὅτι Ὁ λόγος σὰρξ ἐγένετο, διὰ τούτου τὸν πρωτότοκον τῇ διανοίᾳ παρεδεξάμεθα· καὶ οὕτως ἀσύγχυτος μένει τῆς εὐσεβείας ὁ λόγος, φυλάσσων ἑκατέρῳ τῶν ὀνομάτων τὰς προσφυεῖς σημασίας, ὡς ἐν μὲν τῷ μονογενεῖ βλέπειν τὸ προαιώνιον, διὰ δὲ τοῦ πρωτοτόκου τῆς κτίσεως τὴν διὰ σαρκὸς τοῦ προαιωνίου φανέρωσιν.