Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἀνατροπὴ τῆς Εὐνομίου ἐξομολογήσεως

Γρηγόριος ὁ Νύσσης

Η άχρονη γέννηση του Λόγου και η ερμηνεία του παροιμιακού χωρίου περί κτίσεως

Αναίρεση της εισαγωγής χρονικής αρχής στον Υιό μέσω του όρου «αγέννητος» και ορθόδοξη εξήγηση των γραφικών χωρίων για την εκκλησιολογική και σωτηριολογική τους διάσταση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 10

Πάλιν δὲ τοῦ Εὐνομίου τὸν λόγον ἐπὶ λέξεως ἀναλάβωμεν. 〈πιστεύομεν καὶ εἰς τὸν τοῦ θεοῦ υἱόν, τὸν μονογενῆ θεόν, τὸν πρωτότοκον πάσης κτίσεως, υἱὸν ἀληθινόν, οὐκ ἀγέννητον, ἀληθῶς γεννηθέντα πρὸ αἰώνων〉. ὅτι μὲν οὖν μετάγει τὴν τῆς γεννήσεως ἔμφασιν εἰς τὸ τῆς κτίσεως σημαινόμενον, δῆλόν ἐστιν ἐξ ὧν διαρρήδην κτιστὸν αὐτὸν προσηγόρευσε, 〈γενόμενον〉 αὐτὸν εἰπὼν καὶ 〈οὐκ ἄκτιστον〉. ἡμεῖς δέ, ὡς ἂν μάλιστα τὸ ἀνεπίσκεπτον αὐτοῦ καὶ ἀπαίδευτον ἐν τοῖς δόγμασιν φανερωθείη, ἀφέντες τὸ σχετλιάζειν ἐπὶ τῷ προδήλῳ τῆς βλασφημίας τεχνικῇ τινι διαιρέσει τὸν περὶ τούτου λόγον διαληψόμεθα. δοκεῖ γάρ μοι καλῶς ἔχειν αὐτὸ τὸ τῆς γεννήσεως σημαινόμενον δι᾽ ἐπιμελεστέρας ἐξετάσεως διασκοπῆσαι τῷ λόγῳ. ὅτι μὲν οὖν τὸ ἐξ αἰτίας εἶναί τινος τὸ ὄνομα τοῦτο παρίστησι, παντὶ δῆλόν ἐστι, καὶ οὐδὲν οἶμαι χρῆναι περὶ τούτου διαγωνίζεσθαι· ἀλλ᾽ ἐπειδὴ διάφορος τῶν ἐξ αἰτίας ὑφεστώτων ὁ λόγος ἐστί, τοῦτ᾽ οἶμαι προσήκειν διά τινος τεχνικῆς διαιρέσεως σαφηνισθῆναι τῷ λόγῳ. τῶν τοίνυν ἔκ τινος αἰτίας γεγενημένων ταύτας τὰς διαφορὰς κατειλήφαμεν.

τὰ μὲν γὰρ ἐξ ὕλης ἐστὶ καὶ τέχνης, ὡς αἱ τῶν οἰκοδομημάτων καὶ τῶν λοιπῶν ἔργων κατασκευαὶ 〈αἱ〉 διὰ τῆς καταλλήλου ὕλης γινόμεναι, ὧν καθηγεῖταί τις τέχνη πρὸς τὸν ἴδιον σκοπὸν τὸ προτεθὲν συμπεραίνουσα, τὰ δὲ ἐξ ὕλης καὶ φύσεως· τὰς γὰρ ἐξ ἀλλήλων γενέσεις τῶν ζῴων ἡ φύσις οἰκοδομεῖ, διὰ τῆς ἐν τοῖς σώμασιν ὑλικῆς ὑποστάσεως τὸ ἑαυτῆς ἐνεργοῦσα· τὰ δὲ ἐξ ὑλικῆς ἀπορροίας, ἐφ᾽ ὧν καὶ τὸ προηγούμενον μένει οἷόν ἐστιν καὶ τὸ ἀπ᾽ ἐκείνου ῥέον ἐφ᾽ ἑαυτοῦ καθορᾶται, ὡς ἐπὶ τοῦ ἡλίου καὶ τῆς ἀκτῖνος ἢ ἐπὶ τῆς λαμπάδος καὶ τῆς αὐγῆς ἢ ἐπὶ τῶν ἀρωμάτων τε καὶ τῶν μύρων καὶ τῆς ἐκεῖθεν ἐκδιδομένης ποιότητος. ταῦτα γὰρ ἐφ᾽ ἑαυτῶν ἀμείωτα μένοντα εὐθὺς ἔχει συμπαρομαρτοῦσαν ἕκαστον τὴν ἀπ᾽ αὐτῶν ἐκδιδομένην φυσικὴν ἰδιότητα, οἷον ὁ μὲν ἥλιος τὴν ἀκτῖνα, ἡ δὲ λαμπὰς τὴν αὐγήν, τὰ δὲ ἀρώματα τὴν τῷ ἀέρι ἐντικτομένην ἐξ αὐτῶν εὐωδίαν. ἔστι καὶ ἕτερον εἶδος παρὰ ταῦτα γεννήσεως, οὗ ἡ μὲν αἰτία ἄϋλός ἐστι καὶ ἀσώματος, ἡ δὲ γέννησις αἰσθητή τε καὶ διὰ σώματος, λέγω δὲ τὸν ἐκ τοῦ νοῦ γεννώμενον λόγον· ἀσώματος γὰρ ὢν καθ᾽ ἑαυτὸν ὁ νοῦς διὰ τῶν αἰσθητῶν ὀργάνων τίκτει τὸν λόγον. τοσαύτας γεννήσεων διαφορὰς οἷον ἐν γενικῇ τινι θεωρίᾳ κατενοήσαμεν.

Τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων οὕτως ἡμῖν διῃρημένων, καιρὸς ἂν εἴη κατιδεῖν, πῶς ἡ φιλάνθρωπος τοῦ ἁγίου πνεύματος οἰκονομία παραδιδοῦσα τὰ θεῖα μυστήρια διὰ τῶν ἡμῖν χωρητῶν τὴν διδασκαλίαν ποιεῖται τῶν ὑπὲρ λόγον. πάντα γὰρ τὰ τῆς γεννήσεως εἴδη, ὅσα ἡ ἀνθρωπίνη γινώσκει διάνοια, ἡ θεόπνευστος διδασκαλία πρὸς τὴν παράστασιν τῆς ἀρρήτου δυνάμεως παραλαμβάνει, οὐ συμπαραδεχομένη τὰς σωματικὰς τῶν ὀνομάτων ἐμφάσεις. ὅταν μὲν γὰρ περὶ τῆς κατασκευαστικῆς λέγῃ δυνάμεως, γέννησιν μὲν ὀνομάζει τὴν τοιαύτην ἐνέργειαν διὰ τὸ δεῖν πρὸς τὸ ταπεινὸν τῆς ἡμετέρας δυνάμεως καταβῆναι τὸν λόγον, οὐ μὴν συνενδείκνυται τὰ ὅσα παρ᾽ ἡμῖν τῇ κατασκευαστικῇ γενέσει συνθεωρεῖται, οὐ τόπον, οὐ χρόνον, οὐχ ὕλης παρασκευήν, οὐκ ὀργάνων συνεργίαν, οὐ τὸν ἐπὶ τοῖς γινομένοις κόπον, ἀλλὰ ταῦτα ἡμῖν καταλιποῦσα μεγαλοφυῶς τε καὶ ὑψηλῶς τῷ θεῷ προσμαρτυρεῖ τῶν ὄντων τὴν γένεσιν ἐν οἷς φησιν ὅτι Αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. πάλιν ὅταν τὴν ἀπόρρητόν τε καὶ ὑπὲρ λόγον τοῦ μονογενοῦς ἐκ τοῦ πατρὸς ὕπαρξιν ἑρμηνεύῃ, διὰ τὸ ἀχώρητον εἶναι τὴν ἀνθρωπίνην πτωχείαν τῶν ὑπὲρ λόγον τε καὶ ἔννοιαν διδαγμάτων κἀκεῖ τοῖς ἡμετέροις συγκέχρηται καὶ υἱὸν ὀνομάζει, ὅπερ ἡ παρ᾽ ἡμῖν συνήθεια τοῖς ἀπὸ ὕλης καὶ φύσεως ἀποτικτομένοις ὄνομα τίθεται.

ἀλλ᾽ ὥσπερ τὴν [διὰ] τῆς κτίσεως γένεσιν εἰπὼν ὁ λόγος ἐπὶ θεοῦ τὸ διά τινος ὕλης γενέσθαι αὐτὴν οὐ προσέθηκεν, οὐσίαν ὕλης καὶ τόπον καὶ χρόνον καὶ πάντα τὰ τοιαῦτα τὴν τοῦ θείου θελήματος εἶναι δύναμιν ἀποφηνάμενος, οὕτως καὶ ἐνταῦθα υἱὸν εἰπὼν ἀφῆκε πάντα τά τε ἄλλα, ὅσα περὶ τὴν κάτω γέννησιν ἡ ἀνθρωπίνη φύσις ὁρᾷ, πάθη τε λέγω καὶ διαθέσεις καὶ τὴν ἐκ τοῦ χρόνου συνεργίαν καὶ τὴν τοῦ τόπου χρείαν καὶ πρὸ πάντων τὴν ὕλην, ὧν ἄνευ πάντων ἡ κάτω γέννησις ἐκ τῆς φύσεως οὐ συνίσταται. πάσης δὲ τῆς τοιαύτης 〈ἐννοίας〉 ὑλικῆς τε καὶ διαστηματικῆς μὴ συμπαραληφθείσης ἐν τῇ τοῦ υἱοῦ σημασίᾳ, μόνη ὑπελείφθη ἡ φύσις, καὶ διὰ τοῦτο τῇ τοῦ υἱοῦ φωνῇ τὸ οἰκεῖον καὶ γνήσιον τῆς ἐκ τοῦ πατρὸς ἀναδείξεως ἐπὶ τοῦ μονογενοῦς ἑρμηνεύεται. καὶ ἐπειδὴ οὐχ ἱκανὸν ἦν τὸ τοιοῦτον τῆς γεννήσεως εἶδος ἀρκοῦσαν ἡμῖν ἐμποιῆσαι τῆς ἀρρήτου τοῦ μονογενοῦς ὑπάρξεως τὴν φαντασίαν, συμπαραλαμβάνει καὶ τὸ ἕτερον τῆς γεννήσεως εἶδος πρὸς σημασίαν τῆς τοῦ υἱοῦ θεολογίας τὸ ἐκ τῆς ὑλικῆς ἀπορροίας, καί φησιν ἀπαύγασμα δόξης καὶ ὀσμὴν μύρου καὶ ἀτμίδα θεοῦ, ἅπερ ἐν τῇ ἐκτεθείσῃ παρ᾽ ἡμῶν τεχνολογίᾳ ἡ καθ᾽ ἡμᾶς συνήθεια ὑλικὴν ἀπόρροιαν ὀνομάζει.

ἀλλ᾽ ὥσπερ ἐν τοῖς προειρημένοις οὔτε ἡ τῆς κτίσεως γένεσις οὔτε ἡ τοῦ υἱοῦ σημασία ἢ χρόνον ἢ ὕλην ἢ τόπον ἢ πάθος συμπαρεδέξατο, οὕτως καὶ ἐνταῦθα πάσης τῆς ὑλικῆς ἐννοίας 〈ἐκκαθάρας〉 τὴν τοῦ ἀπαυγάσματος καὶ τῶν λοιπῶν τῶν μνημονευθέντων σημασίαν, μόνον τὸ θεοπρεπὲς τοῦ τοιούτου τῆς γεννήσεως εἴδους ὁ λόγος παραλαβὼν ἐνδείκνυται τὸ δεῖν ἐξ αὐτοῦ τε καὶ μετ᾽ αὐτοῦ κατὰ ταὐτὸν νοεῖσθαι διὰ τῆς κατὰ τὴν λέξιν ταύτην ἐμφάσεως. οὔτε γὰρ ἡ ἀτμὶς τὴν εἰς ἀέρα διάχυσιν ἐκ τῆς ὑποκειμένης ὕλης παρίστησιν οὔτε ἡ ὀσμὴ τὴν ἐκ τῆς ποιότητος τοῦ μύρου γινομένην πρὸς τὸν ἀέρα μετάστασιν οὔτε τὸ ἀπαύγασμα τὴν τοῦ ἡλιακοῦ σώματος διὰ τῶν ἀκτίνων γινομένην ἀπόρροιαν, ἀλλὰ τοῦτο μόνον ἐκ πάντων, καθὼς εἴρηται, διὰ τοῦ τοιούτου τῆς γεννήσεως τρόπου δηλοῦται, τὸ ἐξ ἐκείνου τε εἶναι καὶ μετ᾽ ἐκείνου νοεῖσθαι, μηδενὸς διαστήματος μεταξὺ τοῦ πατρὸς καὶ τοῦ ἐξ αὐτοῦ μεσιτεύοντος. ἐπειδὴ δὲ διὰ πλείονα φιλανθρωπίαν ἡ τοῦ ἁγίου πνεύματος χάρις πολλαχόθεν ἡμῖν ἐγγενέσθαι τὰς θείας περὶ τοῦ μονογενοῦς ὑπολήψεις ᾠκονομήσατο, προσέθηκε καὶ τὸ λειπόμενον τῶν ἐν γεννήσει θεωρουμένων εἶδος, τὸ ἐκ τοῦ νοῦ καὶ τοῦ λόγου.

ἀλλ᾽ ἐν τούτῳ πλείονι χρῆται τῇ προμηθείᾳ ὁ ὑψηλὸς Ἰωάννης, ὥστε μὴ ὑπὸ ἀτονίας τε καὶ μικροψυχίας καταπεσεῖν τὸν ἀκούοντα πρὸς τὴν κοινὴν ἔννοιαν τοῦ λόγου, ὡς φθόγγον τοῦ πατρὸς τὸν υἱὸν νομισθῆναι· διὰ τοῦτο προσμαρτυρεῖ τῷ λόγῳ τὸ κατ᾽ οὐσίαν εἶναι ἐν αὐτῇ τῇ πρώτῃ καὶ μακαρίᾳ φύσει, οὕτως ἀναβοήσας τὸ κήρυγμα ὅτι ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ πρὸς τὸν θεὸν καὶ θεός, καὶ φῶς καὶ ζωὴ καὶ πάντα ὅσα ἐστὶν ἡ ἀρχὴ καὶ αὐτὸς ἦν.

Τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων ἤτοι τῶν ἐξ αἰτίας ὑφεστώτων ἔν τε τῇ καθ᾽ ἡμᾶς συνηθείᾳ γινωσκομένων, παραληφθέντων δὲ καὶ παρὰ τῆς ἁγίας γραφῆς πρὸς τὴν τῶν ὑπερκειμένων διδασκαλίαν οὕτως, ὡς εἰκός ἐστι πρὸς παράστασιν τῶν θείων ὑπολήψεων ἕκαστον τούτων εὐσεβῶς μεταληφθῆναι, καιρὸς ἂν εἴη κατανοῆσαι καὶ τοῦ Εὐνομίου τὸν λόγον, ἐπὶ ποίου δέχεται σημαινομένου τὴν τῆς γεννήσεως ἔμφασιν. 〈υἱόν〉, φησίν, 〈ἀληθινόν, οὐκ ἀγέννητον, καὶ ἀληθῶς γεννηθέντα πρὸ αἰώνων〉. τὴν μὲν οὖν ἐν τῇ διαστολῇ κακουργηθεῖσαν ἀκολουθίαν ὡς παντὶ γνώριμον οὖσαν παραδραμεῖν οἶμαι προσήκει. τίς γὰρ οὐκ οἶδεν ὅτι, τῷ μὲν υἱῷ πρὸς τὸν πατέρα, τῷ δὲ γεννητῷ πρὸς τὸν ἀγέννητον οὔσης τῆς ἀντιδιαστολῆς οὗτος τὸν πατέρα παρεὶς ἀντιδιαστέλλει τῷ υἱῷ τὸν ἀγέννητον, δέον, εἴπερ ἀληθείας ἐποιεῖτο φροντίδα, μὴ παρατρέψαι τῆς σχετικῆς ἀκολουθίας τὸν λόγον, ἀλλ᾽ εἰπεῖν ὅτι “υἱὸν ἀληθινόν, οὐ πατέρα„, οὕτω δ᾽ ἂν συνδιεσώθη τῇ ἀκολουθίᾳ τοῦ λόγου καὶ ἡ εὐσέβεια, τῇ διακρίσει τῶν προσώπων μὴ συνδιασχισθείσης τῆς φύσεως.

ἀλλὰ τὴν ἀληθῆ τε καὶ ἔγγραφον τοῦ πατρὸς χρῆσιν τὴν παρ᾽ αὐτοῦ τοῦ λόγου παραδοθεῖσαν ἐν τῷ λόγῳ τῆς πίστεως ὑπαμείψας 〈ἀγέννητον〉 ἀντὶ τοῦ πατρὸς κατωνόμασεν, ἵνα χωρίσας αὐτὸν τῆς φυσικῶς ἐνθεωρουμένης τῇ τοῦ πατρὸς κλήσει πρὸς τὸν υἱὸν οἰκειότητος κοινοποιήσῃ πρὸς πάντα τὰ ἐν τῇ κτίσει φαινόμενα, οἷς κατὰ τὸ ἴσον ἡ ἀντιδιαστολή ἐστι πρὸς τὸ ἀγέννητον. 〈Ἀληθῶς〉, φησί, 〈γεννηθέντα πρὸ αἰώνων〉. παρὰ τίνος, εἰπάτω. παρὰ τοῦ πατρὸς ἐρεῖ πάντως, εἴπερ μὴ ἀναισχυντοίη πρὸς τὴν ἀλήθειαν. ἀλλ᾽ ἐπειδὴ τοῦ ἀϊδίου πατρὸς οὐκ ἔστι τὴν ἀϊδιότητα τοῦ υἱοῦ διαστῆσαι, συνενδεικνυμένης πάντως καὶ τὸν υἱὸν τῆς τοῦ πατρὸς σημασίας, διὰ τοῦτο τοῦ πατρὸς ἀποδοκιμάσας τὴν κλῆσιν μετάγει τὸν λόγον πρὸς τὸ ἀγέννητον, ἐπειδὴ τούτου τοῦ ὀνόματος ἄσχετόν τε καὶ ἀκοινώνητόν ἐστι πρὸς τὸν υἱὸν τὸ σημαινόμενον, καὶ οὕτως παραγαγὼν τοὺς ἀκούοντας πρὸς τὸ μὴ συνθεωρεῖν τῷ πατρὶ τὸν υἱὸν διὰ τῆς ὑπαλλαγῆς τοῦ ὀνόματος ὁδὸν ἔδωκεν τῇ κακουργίᾳ, διὰ τῆς τοῦ ἀγεννήτου παρενθήκης ὁδοποιῶν τὴν ἀσέβειαν. οἱ γὰρ κατὰ τὸ πρόσταγμα τοῦ δεσπότου εἰς τὸν πατέρα τὴν πίστιν ἔχοντες ὁμοῦ τῷ ἀκοῦσαι τὸν πατέρα καὶ τὸν υἱὸν τῇ διανοίᾳ συμπαρεδέξαντο, οὐδενὶ τῷ μεταξὺ διαστήματι τῆς διανοίας ἀπὸ τοῦ υἱοῦ πρὸς τὸν πατέρα κενεμβατούσης.

οἱ δὲ ἀντὶ τοῦ πατρὸς παρενεχθέντες πρὸς τὴν τοῦ ἀγεννήτου κλῆσιν ψιλὴν τὴν τοῦ ὀνόματος τούτου ἀναλαμβάνουσιν ἔννοιαν, μόνον τὸ μὴ γενέσθαι αὐτὸν διδασκόμενοι, οὐ μὴν καὶ τὸ πατέρα εἶναι. ἐκ τούτου δὲ τοῖς μὲν συνετῶς ἐπαΐουσιν ἀσύγχυτος μένει καὶ διὰ ταύτης τῆς διανοίας ἡ πίστις. τὸ γὰρ μὴ γενέσθαι ὡσαύτως ἐπὶ τῆς ἀκτίστου λέγεται φύσεως, ἄκτιστος δὲ κατὰ τὸ ἴσον ὁ πατήρ τε καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, διότι πᾶσα κτίσις αἰσθητή τε καὶ ὑπερκόσμιος ἐκ πατρός τε καὶ υἱοῦ καὶ πνεύματος ἁγίου τὴν ὑπόστασιν ἔχειν παρὰ τῶν ἀκολουθούντων ταῖς θείαις φωναῖς πεπίστευται. ὁ γὰρ ἀκούσας ὅτι Τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν, οὔτε ῥῆμα τὸν λόγον ἐνόησεν οὔτε ἆσθμα τὸ πνεῦμα, ἀλλὰ τὸν θεὸν λόγον καὶ τοῦ θεοῦ τὸ πνεῦμα διὰ τῶν εἰρημένων ἀνετυπώσατο. οὐ δύναται δὲ τὸ αὐτὸ καὶ κτίζειν καὶ κτίζεσθαι, ἀλλὰ διχῇ μεριζομένων τῶν ὄντων εἰς τὸ ποιοῦν τε καὶ τὸ γινόμενον, ἄλλο τι ἑκάτερόν ἐστι τῇ φύσει παρὰ τὸ ἕτερον, ὡς μήτε τὸ γινόμενον ἄκτιστον εἶναι μήτε κτιστὸν ὃ τὴν τῶν γινομένων κατεργάζεται φύσιν.

τοῖς μὲν οὖν κατὰ τὴν δεσποτικὴν τῆς πίστεως ἔκθεσιν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος πεπιστευκόσι τὸ μὴ γενέσθαι τι τούτων ἐπίσης ὁμολογεῖται, καὶ οὐδὲν τοῦ ἀγεννήτου τὸ σημαινόμενον παραβλάπτει τὴν ὑγιαίνουσαν πίστιν· τοῖς δὲ παχυδέρμοις τε καὶ ἀδιαρθρώτοις ἀρχὴ τῆς ἀπὸ τοῦ ὑγιαίνοντος λόγου παρατροπῆς τοῦτο τὸ ὄνομα γίνεται μὴ συνέντες γὰρ τὴν ἀληθῆ τοῦ ὀνόματος ἔμφασιν, ὅτι μόνον τὸ μὴ γεγεννῆσθαι σημαίνει ἡ τοῦ ἀγεννήτου φωνὴ καὶ ὅτι τὸ μὴ γενέσθαι κοινόν ἐστι ἐπὶ παντὸς τοῦ ὑπερκειμένου τῆς κτίσεως, ἀφέντες τὴν εἰς τὸν πατέρα πίστιν τὸ ἀγέννητον ὄνομα ἀντὶ τοῦ πατρὸς προεστήσαντο· μὴ συνεμφαινομένης δέ, καθὼς εἴρηται, τῷ ὀνόματι τούτῳ τῆς τοῦ μονογενοῦς ὑποστάσεως, ἀπό τινος ὡρισμένης ἀρχῆς ὁρίζουσι τοῦ υἱοῦ τὸ εἶναι, λέγοντες ὅπερ νῦν οὗτος τοῖς εἰρημένοις προσέθηκε, 〈τὸ οὐκ ἄνευ τῆς πρὸ τοῦ εἶναι γεννήσεως ὀνομαζόμενον υἱόν〉.

Τίς αὕτη πάλιν ἡ καινὴ τερατεία; ἆρα ἐπίσταται ὅτι περὶ θεοῦ ποιεῖται τὸν λόγον τοῦ ἐν ἀρχῇ ὄντος καὶ ἐν τῷ πατρὶ ὄντος καὶ οὐκ ἔστιν ὅτε οὐκ ὄντος; οὐκ οἶδεν ὃ λέγει οὐδὲ περὶ τίνος διϊσχυρίζεται, ἀλλ᾽ ὥς τινα τῶν ἀνθρώπων γενεαλογῶν τὰ κυρίως ἐπὶ τῆς κάτω λεγόμενα φύσεως ταῦτα ἐφαρμόζειν πειρᾶται τῷ δεσπότῃ πάσης τῆς κτίσεως. ὁ γὰρ Ἰσμαήλ, φέρε εἰπεῖν, οὐκ ἦν πρὸ τῆς εἰς τὸ εἶναι γεννήσεως, ἦν δέ 〈τι〉 πρὸ τῆς γεννήσεως αὐτοῦ πάντως, τὸ χρονικὸν λέγω διάστημα. ἐπὶ δὲ τοῦ τῆς δόξης ἀπαυγάσματος τὸ πρὸ καὶ τὸ μετὰ τοῦτο χώραν οὐκ ἔχει· πρὸ γὰρ τοῦ ἀπαυγάσματος πάντως οὐδὲ ἡ δόξα ἦν· ὁμοῦ γὰρ τῷ εἶναι τὴν δόξαν συνεκλάμπει πάντως καὶ τὸ ἀπαύγασμα, καὶ τὸ διαζευχθῆναι τὸ ἕτερον τοῦ ἑτέρου φύσιν οὐκ ἔχει οὐδὲ δυνατόν ἐστι πρὸ τοῦ ἀπαυγάσματος ἐφ᾽ ἑαυτῆς τὴν δόξαν ἰδεῖν. ἀλαμπῆ γὰρ καὶ τυφλὴν ἐφ᾽ ἑαυτῆς εἶναι κατασκευάσει τὴν δόξαν ὁ τοῦτο λέγων, μὴ συνεκλάμποντος αὐτῇ τοῦ ἐξ αὐτῆς ἀπαυγάσματος. αὕτη ἐστὶν ἡ τῆς αἱρέσεως κακουργία, ἵνα διὰ τῶν περὶ τὸν ἄνθρωπον νοουμένων τε καὶ λεγομένων ἀποστήσωσι τὸν μονογενῆ θεὸν τῆς πρὸς τὸν πατέρα ἑνότητος. διὰ τοῦτό φασιν· πρὸ τῆς εἰς τὸ εἶναι γεννήσεως οὐκ ἦν υἱός· οἱ δὲ τῶν κριῶν υἱοί, ὧν ὁ προφήτης μέμνηται, οὐχὶ κἀκεῖνοι μετὰ τὸ γενέσθαι καλοῦνται υἱοί;

ὅπερ οὖν τοῖς υἱοῖς τῶν κριῶν ἐνορᾷ ὁ λόγος, τὸ πρὸ τῆς εἰς τὸ εἶναι γεννήσεως μὴ εἶναι αὐτοὺς υἱοὺς κριῶν, τοῦτο νῦν ὁ σεμνὸς θεολόγος ἀνατίθησι τῷ ποιητῇ τῶν αἰώνων καὶ πάσης τῆς κτίσεως, τῷ τὸν ἀΐδιον πατέρα ἐν ἑαυτῷ ἔχοντι καὶ ἐν τῇ τοῦ πατρὸς ἀϊδιότητι θεωρουμένῳ, καθὼς αὐτός φησιν ὅτι Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί. ἀλλ᾽ οἱ μὴ δυνάμενοι τὴν ἐν τῷ λόγῳ κακουργίαν φωρᾶσαι μηδέ τινα τοῦ ἀκολούθου κατανόησιν πεπαιδευμένοι τοῖς ἀσυναρτήτοις τούτοις ἀκολουθοῦσιν, ὡς ἀκόλουθον δεχόμενοι τὸ τούτοις προσκείμενον φησὶ γὰρ ὅτι 〈πρὸ πάσης τῆς κτίσεως γενόμενον〉· καὶ ὥσπερ οὐκ ἀρκούσης τῆς φωνῆς ταύτης πρὸς ἔνδειξιν τῆς ἀσεβείας, ἐφεδρεύει τῷ ἐφεξῆς λόγῳ τὴν βλασφημίαν εἰπὼν ὅτι 〈οὐκ ἄκτιστον〉. πῶς οὖν ὀνομάζει υἱὸν ἀληθινὸν τὸν οὐκ ἄκτιστον; εἰ γὰρ τὸν οὐκ ἄκτιστον υἱὸν ἀληθινὸν λέγειν προσήκει, ἀληθινὸς υἱὸς καὶ ὁ οὐρανὸς πάντως ἐστί· καὶ γὰρ καὶ αὐτὸς οὐκ ἄκτιστός ἐστιν. οὕτως ἀληθινὸς υἱὸς καὶ ὁ ἥλιος, καὶ πάντα, ὅσα ἡ κτίσις ἔχει μικρά τε καὶ μείζονα, τῆς τοῦ ἀληθινοῦ υἱοῦ προσηγορίας ἄξια πάντως ἐστίν. πῶς δὲ λέγει μονογενῆ τὸν γενόμενον; πάντα γὰρ τὰ γενόμενα ἀδελφὰ πάντως ἐστὶν ἀλλήλων, κατ᾽ αὐτὸν λέγω τὸν τοῦ γενέσθαι λόγον. παρὰ τίνος δὲ καὶ γενόμενον; πάντα γὰρ εἴ τι γέγονε, παρὰ τοῦ υἱοῦ πάντως ἐγένετο. οὕτως γὰρ ὁ Ἰωάννης μαρτύρεται λέγων ὅτι Πάντα δι᾽ αὐτοῦ ἐγένετο.

εἰ τοίνυν καὶ ὁ υἱὸς κατὰ τὸν τοῦ Εὐνομίου λόγον ἐγένετο, πάντως ἐν τῇ φύσει τῶν γενομένων καὶ οὗτός ἐστιν. εἰ οὖν πάντα τὰ γενόμενα δι᾽ ἐκείνου ἐγένετο, ἓν δὲ τῶν γενομένων καὶ ὁ λόγος ἐστίν, τίς οὕτως ἀνόητος, ὡς μὴ συνιδεῖν διὰ τῶν τεθέντων τὸ ἄτοπον, ὅτι αὐτὸν ἑαυτοῦ ἔργον γεγενῆσθαι τὸν δεσπότην τῆς κτίσεως ὁ καινὸς οὗτος δογματιστὴς ἀποφαίνεται, τῷ διαρρήδην εἰπεῖν μὴ ἄκτιστον εἶναι τὸν κύριον καὶ δημιουργὸν πάσης τῆς κτίσεως; πόθεν ἔχει τὴν παρρησίαν, εἰπάτω. ἐκ ποίας θεοπνεύστου γραφῆς; τίς εὐαγγελιστής, ποῖος ἀπόστολος τὴν τοιαύτην ἀφῆκε φωνήν; τίς προφήτης ἢ νομοθέτης ἢ πατριάρχης ἢ ἄλλος τις τῶν ὑπὸ τοῦ ἁγίου πνεύματος θεοφορουμένων, ὧν ἀνάγραπτοί εἰσιν αἱ φωναί, τῆς τοιαύτης ῥήσεως καθηγήσατο; πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον ἐν τῇ παραδόσει τῆς πίστεως παρὰ τῆς ἀληθείας ἐμάθομεν. εἰ κτιστὸν αὐτὸν εἶναι πιστεύειν ἐχρῆν, πῶς παραδιδοῦσα ἡμῖν τὸ μυστήριον ἡ ἀλήθεια τὴν εἰς τὸν υἱὸν πίστιν καὶ οὐκ εἰς τὸ κτίσμα ἐνομοθέτησε; πῶς δὲ προσκυνῶν τὸν Χριστὸν ὁ θεῖος ἀπόστολος τοὺς τῇ κτίσει λατρεύοντας παρὰ τὸν κτίσαντα εἰδωλολατρεῖν διορίζεται; ἢ γὰρ οὐκ ἂν προσεκύνησεν, εἰ κτιστὸς ἦν, ἢ οὐκ ἂν τοῖς εἰδωλολάτραις συνέταξε τοὺς τῇ κτίσει λατρεύοντας, ἵνα μὴ καὶ αὐτὸς εἰδωλολατρεῖν δόξῃ προσάγων τῷ κτιστῷ τὴν προσκύνησιν.

ἀλλ᾽ οἶδεν ὅτι ὁ παρ᾽ αὐτοῦ προσκυνούμενος ἐπὶ πάντων ἐστὶ θεός· οὕτω γὰρ ἐν τῷ πρὸς Ῥωμαίους λόγῳ τὸν υἱὸν ὀνομάζει· οἱ τοίνυν ἀποξενοῦντες τῆς οὐσίας τοῦ πατρὸς τὸν υἱὸν καὶ κτιστὸν αὐτὸν λέγοντες τί χλευαστικῶς αὐτῷ τὴν ψευδώνυμον κλῆσιν χαρίζονται, τῷ ἀλλοτρίῳ τῆς ἀληθινῆς θεότητος τὴν θεὸς φωνὴν μάτην ἐπιφημίζοντες ὥσπερ τῷ Βὴλ ἢ τῷ Δαγὼν ἢ τῷ δράκοντι; ὥστε ἢ μηδὲ θεὸν ὁμολογείτωσαν αὐτὸν οἱ κτιστὸν εἶναι διοριζόμενοι, ἵνα φανῶσιν ἰουδαΐζοντες, ἢ εἴπερ ὁμολογοῦσι τὸν κτισθέντα εἶναι θεόν, εἰδωλολατρεῖν μὴ ἀρνείσθωσαν.

Ἀλλὰ τὴν παροιμιώδη φωνὴν πάντως προφέρουσιν, ἥ φησιν ὅτι Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ. τοῦτο δὲ διὰ πλειόνων μὲν ἔστιν παραθέσθαι σαφέστερον ὅπως ἔχει· πλὴν δυνατὸν ἂν εἴη καὶ δι᾽ ὀλίγων τοῖς εὐγνώμοσι παραδοῦναι τὸ νόημα. λέγουσι γὰρ καὶ τοῦτό τινες τῶν δι᾽ ἀκριβείας τὰ θεῖα πεπαιδευμένων, ὅτι οὐ γέγραπται παρ᾽ Ἑβραίοις τὸ Ἔκτισε, καὶ ἡμεῖς ἐν ἀρχαιοτέραις βίβλοις ἀνέγνωμεν Ἐκτήσατο γεγραμμένον ἀντὶ τοῦ Ἔκτισέ με. ἐμφαίνει δὲ πάντως τὸν δοῦλον ἡ κτῆσις διὰ τῶν παροιμιακῶν αἰνιγμάτων τὸν δι᾽ ἡμᾶς ἀναλαβόντα τὴν τοῦ δούλου μορφήν. εἰ δέ τις καὶ τὴν ἐπικρατοῦσαν ἐν ταῖς ἐκκλησίαις ἀνάγνωσιν ἐν τῷ μέρει τούτῳ προβάλοιτο, οὐδὲ τὴν Ἔκτισε φωνὴν ἀποβάλλομεν. καὶ τοῦτο γὰρ πρὸς τὴν τοῦ δούλου σημασίαν διὰ τοῦ αἰνίγματος βλέπει, ἐπειδὴ πᾶσα ἡ κτίσις δουλεύει, καθώς φησιν ὁ ἀπόστολος. διὰ τοῦτο καὶ ταύτην τὴν φωνὴν εὐσεβῶς ἔχειν φαμέν. ἐκτίσθη γὰρ ἀληθῶς ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν ὁ δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς γενόμενος, ὁ ἐν μὲν τῇ ἀρχῇ λόγος ὢν καὶ θεός, μετὰ ταῦτα δὲ σὰρξ γενόμενος καὶ ἄνθρωπος. κτιστὴ δὲ τῆς σαρκὸς ἡ φύσις· ἧς μετασχὼν κατὰ πάντα καθ᾽ ὁμοιότητα χωρὶς ἁμαρτίας ἐκτίσθη γενόμενος ἄνθρωπος, ἐκτίσθη δὲ κατὰ θεόν, οὐ κατὰ ἄνθρωπον, καθώς φησιν ὁ ἀπόστολος, καινόν τινα τρόπον καὶ οὐ κατὰ τὴν ἀνθρωπίνην συνήθειαν.

ἐμάθομεν γὰρ ὅτι ἐκ πνεύματος ἁγίου καὶ τῆς τοῦ ὑψίστου δυνάμεως, πλὴν ἀλλ᾽ ἐκτίσθη ὁ καινὸς οὗτος ἄνθρωπος, ὃν κελεύει ὁ τῶν ἀρρήτων μυστηρίων ὑφηγητὴς Παῦλος ἐνδύσασθαι ἡμᾶς διχῶς ὀνομάζων τὸ ἔνδυμα, νῦν μὲν λέγων Ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα, πάλιν δὲ ὅτι Ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν. οὗτος γὰρ ἡμῖν τοῖς ἐνδυσαμένοις αὐτὸν γίνεται ἀρχὴ τῶν ὁδῶν τῆς σωτηρίας ὁ εἰπὼν Ἐγώ εἰμι ἡ ὁδός, ἵνα ἔργα τῶν ἑαυτοῦ χειρῶν ποιήσῃ ἡμᾶς, ἀπὸ τοῦ πονηροῦ πλάσματος τῆς ἁμαρτίας πρὸς τὴν ἰδίαν εἰκόνα πάλιν μετεργασάμενος. ὁ δὲ αὐτὸς καὶ θεμέλιος ἡμῖν γίνεται πρὸ τοῦ μέλλοντος αἰῶνος κατὰ τὴν τοῦ Παύλου φωνήν, ὅς φησιν ὅτι Θεμέλιον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, καὶ Πρὸ τοῦ ἐλθεῖν τὰς πηγὰς τῶν ὑδάτων καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι καὶ πρὸ πάντων βουνῶν γεννᾷ με. δυνατὸν γὰρ ἕκαστον τούτων κατὰ τὴν παροιμιώδη συνήθειαν μεταληφθὲν εἰς τροπικὴν θεωρίαν ἐφαρμοσθῆναι τῷ λόγῳ. ὁ γὰρ μέγας Δαβὶδ δικαιοσύνην ὀνομάζει τὰ ὄρη τοῦ θεοῦ, ἀβύσσους δὲ τὰ κρίματα, πηγὰς δὲ τοὺς διδασκάλους ἐν ἐκκλησίαις λέγων Εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραήλ· βουνοὺς δὲ τὴν ἀκακίαν, ἣν διὰ τοῦ σκιρτήματος τῶν ἀρνίων ἐνεδείξατο. πρὸ τούτων οὖν ἐν ἡμῖν γεννᾶται ὁ δι᾽ ἡμᾶς κτισθεὶς ἄνθρωπος, ἵνα καὶ ἡ τῶν τοιούτων κτίσις ἐν ἡμῖν χώραν εὕρῃ.

ἀλλὰ παραδραμεῖν οἶμαι χρῆναι τὸν περὶ τούτων λόγον, ἱκανῶς τοῖς εὐγνώμοσιν ὑποδειχθείσης δι᾽ ὀλίγων τῆς ἀληθείας· ἐπὶ δὲ τὰ ἐφεξῆς τῶν τοῦ Εὐνομίου λόγων μετέλθωμεν. 〈Ἐν ἀρχῇ〉, φησίν, 〈ὄντα, οὐκ ἄναρχον〉. ὢ πῶς νοεῖ τὰς θείας φωνὰς ὁ ἐπὶ συνέσει ὑπὲρ τοὺς ἄλλους φρονῶν; τὸν ἐν ἀρχῇ ὄντα ἀρχὴν ἔχοντα ἑρμηνεύει, καὶ οὐκ οἶδεν ὅτι, εἰ ἀρχὴν ἔχει ὁ ἐν ἀρχῇ ὤν, καὶ ἡ ἀρχὴ πάντως ἔχει ἄλλην ἀρχήν. ὃ γὰρ ἂν ἐπὶ τῆς ἀρχῆς εἴπῃ, τοῦτο κατ᾽ ἀνάγκην καὶ περὶ τοῦ ἐν τῇ ἀρχῇ ὄντος ὁμολογήσει πάντως. πῶς γὰρ τὸ ἐν τῇ ἀρχῇ ὂν τῆς ἀρχῆς χωρισθήσεται; πῶς δέ τις τὸ οὐκ ἦν προεπινοήσει τοῦ ἦν; ὅπως γὰρ ἄν τις ἀναγαγὼν ἑαυτοῦ τὴν διάνοιαν πρὸς τὴν κατανόησιν τῆς ἀρχῆς ὑπερτείνῃ, συγκατανοεῖ πάντως τὸν ἐν αὐτῇ ὄντα λόγον χωρισθῆναι τῆς ἐν ᾗ ἐστιν ἀρχῆς μὴ δυνάμενον, οὐδέποτε τοῦ ἐν αὐτῇ εἶναι οὔτε ἀρχόμενον οὔτε παυόμενον. μηδεὶς δὲ διὰ τούτων εἰς δύο ἀρχὰς διασχιζέτω τὸ δόγμα. μία γάρ ἐστιν ὡς ἀληθῶς ἡ ἀρχή, ᾗ ἀχωρίστως ἐνθεωρεῖται ὁ λόγος ὁ διὰ πάντων πρὸς τὸν πατέρα ἡνωμένος. ὁ ταῦτα φρονῶν οὐδεμίαν δώσει τῇ αἱρέσει πάροδον διὰ τῆς καινοτομίας τοῦ ἀγέννητος ὀνόματος τῇ εὐσεβείᾳ λυμαίνεσθαι. ἐν δὲ τοῖς ἐφεξῆς ἐκτεθεῖσιν ἄρτῳ ἔοικεν ὁ λόγος αὐτοῦ πολλὴν ἔχοντι τὴν ἐπιμιξίαν τῆς ἄμμου.