Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἀνατροπὴ τῆς Εὐνομίου ἐξομολογήσεως

Γρηγόριος ὁ Νύσσης

Η κοινή θεία δόξα και η ορθή ερμηνεία της υπακοής του Υιού

Τεκμηρίωση της ταυτότητας της δόξης και της εξουσίας του Υιού με τον Παντοκράτορα, και θεολογική ανάλυση της υποταγής και του πάθους χωρίς αλλοίωση της θείας κυριαρχίας Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 6 από 10

τοῖς γὰρ ὑγιῶς λεγομένοις τὰ αἱρετικὰ συμμίξας νοήματα ἄβρωτον διὰ τοῦ συμμεμειγμένου λίθου ποιεῖ καὶ τὸ τρόφιμον. λέγει γὰρ 〈σοφίαν ζῶσαν〉 τὸν κύριον 〈καὶ ἀλήθειαν ἐνεργοῦσαν καὶ δύναμιν ὑφεστῶσαν καὶ ζωήν〉· ἕως τούτου τὸ τρόφιμον. ἐντίθησι δὲ τοῖς εἰρημένοις τὸν ἰὸν τῆς αἱρέσεως. 〈γεννητὴν γὰρ τὴν ζωὴν〉 ὀνομάσας ἄλλο τι τῇ πρὸς τὴν ἀγέννητον ζωὴν ἀντιδιαστολῇ νοεῖν καὶ οὐχὶ τὴν ὄντως ζωὴν τὸν υἱὸν ὑποτίθεται. εἶτά φησιν 〈ὡς υἱὸν θεοῦ ζωοποιοῦντα τοὺς ζῶντας καὶ ζωοποιοῦντα τοὺς νεκρούς, φῶς ἀληθινόν, φῶς φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἀγαθὸν καὶ χορηγὸν ἀγαθῶν〉. ταῦτα πάντα ἀντὶ μέλιτός τινος τοῖς ἀκεραιοτέροις προτείνων ὑποκρύπτει τῇ γλυκύτητι τῶν ῥημάτων τούτων τὸ δηλητήριον. εὐθὺς γὰρ ἐπάγει τοῖς εἰρημένοις τὸ φθοροποιὸν αὐτοῦ νόημα, λέγων 〈οὐχὶ τῷ γεννήσαντι συμμερισάμενον τὴν ἀξίαν, οὐκ ἄλλῳ τινὶ τὴν πατρικὴν οὐσίαν, ἀλλὰ γενόμενον ἐκ γεννήσεως ἔνδοξον καὶ τῆς δόξης κύριον καὶ λαβόντα παρὰ τοῦ πατρὸς δόξαν, οὐ τῆς ἐκείνου μεταλαβόντα δόξης· ἀμετάδοτος γὰρ ἡ δόξα τοῦ παντοκράτορος, καθὼς εἶπε Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω〉. ταῦτά ἐστιν τὰ ἐπιθανάτια φάρμακα, ἃ μόνοι διαγινώσκουσιν οἱ γεγυμνασμένοι τὰ τῆς ψυχῆς αἰσθητήρια.

τούτων δὲ ἡ θανατηφόρος κακία φανερώτερον ἐν τοῖς τελευταίοις τῶν εἰρημένων ἀνακαλύπτεται. 〈Λαβόντα〉, φησί, 〈παρὰ τοῦ πατρὸς δόξαν, οὐ τῆς ἐκείνου μεταλαβόντα δόξης· ἀμετάδοτος γὰρ ἡ δόξα τοῦ παντοκράτορος, καθὼς εἶπε Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω〉. τίς ἐστιν ὁ ἕτερος ἐκεῖνος ᾧ εἶπεν ὁ θεὸς τὴν δόξαν μὴ δώσειν; ὁ μὲν προφήτης περὶ τοῦ ἀντικειμένου λέγει, ὁ δὲ Εὐνόμιος εἰς αὐτὸν τὸν μονογενῆ θεὸν ἀναφέρει τὴν προφητείαν. εἰπὼν γὰρ ἐκ προσώπου τοῦ θεοῦ ὁ προφήτης ὅτι Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, προσέθηκεν ὅτι Καὶ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. ἐπεὶ γὰρ τὴν θεῷ χρεωστουμένην λατρείαν καὶ προσκύνησιν τῷ ἀντικειμένῳ προσῆγον δι᾽ ἀπάτης οἱ ἄνθρωποι, τοῖς τῶν γλυπτῶν ἀφιδρύμασι τὸν ἐχθρὸν τοῦ θεοῦ σεβαζόμενοι τὸν πολυειδῶς ἐν τοῖς ἀνθρώποις διὰ τῶν εἰδώλων μορφούμενον, οἶκτον λαβὼν τῆς ἀνθρωπίνης ἀπωλείας ὁ τοὺς κακῶς ἔχοντας ἰατρεύων τὴν χρόνοις ὕστερον γενησομένην παρ᾽ αὐτοῦ φιλανθρωπίαν ἐν τῷ ἀφανισμῷ τῶν εἰδώλων διὰ τοῦ προφήτου προηγόρευσε λέγων ὅτι φανερωθείσης τῆς ἀληθείας οὐκέτι ἡ ἐμὴ δόξα ἄλλῳ δοθήσεται οὐδὲ αἱ ἐμαὶ ἀρεταὶ τοῖς γλυπτοῖς ἀνατεθήσονται. οὐκέτι γὰρ δουλεύσουσι τοῖς φύσει μὴ οὖσι θεοῖς τὴν ἐμὴν δόξαν ἐπιγνόντες οἱ ἄνθρωποι.

ὅσα τοίνυν περὶ τῆς ἀντικειμένης ἐνεργείας ἐκ προσώπου τοῦ κυρίου ὁ προφήτης φησί, ταῦτα ὁ θεομάχος εἰς αὐτὸν ἀναφέρει τὸν κύριον τὸν ταῦτα διὰ τοῦ προφήτου φθεγξάμενον. τίς τοιοῦτος ἐν τοῖς τυράννοις μνημονεύεται γεγενῆσθαι διώκτης τῆς πίστεως; τίς τοῦτο κατεσκεύασεν, ὡς ὁ ἐπὶ σωτηρίᾳ τῶν ψυχῶν ἡμῶν διὰ σαρκὸς ἐπιφανείς, καθὼς ἐπιστεύσαμεν, οὐκ ἀληθινός ἐστι θεός, ἀλλ᾽ ὁ τῷ θεῷ ἀντικείμενος, ὁ ἐν τοῖς γλυπτοῖς τε καὶ τοῖς εἰδώλοις ἐνεργῶν τὴν κατὰ τῶν ἀνθρώπων ἀπάτην; ἃ γὰρ περὶ ἐκείνου εἴρηται διὰ τοῦ προφήτου, ταῦτα ὁ Εὐνόμιος εἰς τὸν μονογενῆ θεὸν μετατίθησιν, οὐδὲ αὐτὸ τοῦτο νοήσας, ὅτι αὐτὸς ὁ μονογενής ἐστιν ὁ ταῦτα ἐν τῷ προφήτῃ φθεγξάμενος, καθὼς αὐτὸς οὗτος ἐν τοῖς ἐφεξῆς λέγει ὅτι 〈οὗτός ἐστιν ὁ ἐν τοῖς προφήταις λαλήσας〉.

Τί με χρὴ πλείω περὶ τούτων διεξιέναι; τῆς αὐτῆς γὰρ ἔχεται βλασφημίας καὶ τὰ πρὸ τούτων εἰρημένα. 〈λαβόντα〉, φησίν, 〈παρὰ τοῦ πατρὸς δόξαν, οὐ τῆς ἐκείνου μεταλαβόντα δόξης· ἀμετάδοτος γὰρ ἡ δόξα τοῦ παντοκράτορος θεοῦ〉. ἐγὼ γὰρ εἰ καὶ περὶ Μωϋσέως ὁ λόγος ἦν τοῦ δοξασθέντος ἐν τῇ διακονίᾳ τοῦ νόμου, οὐδ᾽ οὕτως ἤνεγκα ἂν τὸν τοιοῦτον λόγον, εἰ καὶ *** ὅτι μηδεμίαν ἔχων οἴκοθεν δόξαν ἐκεῖνος διὰ τῆς γενομένης αὐτῷ θεόθεν δωρεᾶς ἔνδοξος ἀθρόως τοῖς Ἰσραηλίταις ἐφάνη. αὐτὴ γὰρ ἡ γενομένη τῷ νομοθέτῃ δόξα οὐκ ἄλλου τινὸς ἦν, ἀλλ᾽ αὐτοῦ τοῦ θεοῦ, ἣν πάντας κελεύει ζητεῖν ἐν τῷ εὐαγγελίῳ ὁ κύριος, δι᾽ ὧν αἰτιᾶται τοὺς τὴν ἀνθρωπίνην δόξαν περὶ πολλοῦ ποιουμένους, τὴν δὲ παρὰ τοῦ μόνου θεοῦ δόξαν μὴ ζητοῦντας. δι᾽ ὧν γὰρ ζητεῖν ἐνεκελεύσατο τὴν παρὰ τοῦ μόνου θεοῦ δόξαν, τὸ δυνατὸν εἶναι τυχεῖν τοῦ ζητουμένου κατεπηγγείλατο. πῶς οὖν 〈ἀμετάδοτος ἡ δόξα τοῦ παντοκράτορος〉, εἴ γε καὶ χρὴ τὴν παρὰ τοῦ μόνου θεοῦ δόξαν αἰτεῖν καὶ πᾶς ὁ αἰτῶν λαμβάνει κατὰ τὴν τοῦ κυρίου φωνήν; ὁ δὲ περὶ τοῦ ἀπαυγάσματος τῆς δόξης λέγων ὅτι λαβὼν ἔχει τὴν δόξαν οὐδὲν ἕτερον λέγει ἢ ὅτι ἄδοξον καθ᾽ ἑαυτὸ τὸ τῆς δόξης ἐστὶν ἀπαύγασμα, χρῄζει δὲ λαβεῖν παρ᾽ ἑτέρου δόξαν, ἵνα οὕτω ποτὲ καὶ αὐτὸς γένηται κύριος τῆς δόξης.

ποῦ τοίνυν θήσομεν τὰς τῆς ἀληθείας φωνάς, τήν τε λέγουσαν ὀφθήσεσθαι αὐτὸν ἐν τῇ δόξῃ τοῦ πατρὸς καὶ πάλιν ὅτι Πάντα, ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστιν; τίνι χρὴ προσέχειν τὸν ἀκούοντα, τῷ λέγοντι ὅτι ἀμέτοχός ἐστι τῆς τοῦ πατρὸς δόξης ὁ πάντων τῶν ἐν τῷ πατρὶ κληρονόμος, καθώς φησιν ὁ ἀπόστολος, ἢ τῷ ὁμολογοῦντι ὅτι πάντα, ὅσα ἔχει ὁ πατήρ, καὶ αὐτὸς ἔχει; ἐν δὲ τοῖς πᾶσι καὶ ἡ δόξα πάντως ἐστίν.

Ἀλλ᾽ 〈ἀμετάδοτον εἶναί〉 φησι 〈τὴν δόξαν τοῦ παντοκράτορος〉. τοῦτο οὔτε Ἰωὴλ οὔτε ὁ μέγας Πέτρος μαρτύρεται ὁ τὸν προφητικὸν λόγον ἐν τῇ δημηγορίᾳ τῇ πρὸς τοὺς Ἰουδαίους οἰκειωσάμενος. φησὶ γὰρ ἐκ προσώπου τοῦ θεοῦ ὅ τε προφήτης καὶ ὁ ἀπόστολος ὅτι Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. ὁ τοίνυν τοῦ ἰδίου πνεύματος τῆς κοινωνίας πάσῃ σαρκὶ μὴ φθονήσας πῶς τῷ μονογενεῖ υἱῷ τῷ ὄντι ἐν τοῖς κόλποις τοῦ πατρός, τῷ πάντα ἔχοντι ὅσα ὁ πατὴρ ἔχει, τῆς οἰκείας δόξης οὐ μεταδίδωσιν; ἢ τάχα εἴποι τις ἂν ἀληθεύειν τὸν Εὐνόμιον ἐν τούτῳ καὶ μὴ βουλόμενον. ἐπὶ μὲν γὰρ τοῦ μὴ ἔχοντος οἴκοθεν τὴν δόξαν κυρίως ἡ μετάδοσις λέγεται, ᾧ τὸ ἔχειν ἑτέρωθεν προσγίνεται, οὐκ ἐκ φύσεως· ὅπου δὲ μία καὶ ἡ αὐτὴ καταλαμβάνεται φύσις, οὐ χρῄζει τοῦ καθ᾽ ἕκαστον μεταδιδόντος ὁ ἐκεῖνο κατὰ τὴν φύσιν ὤν, ὅπερ ὁ πατὴρ εἶναι πεπίστευται. μᾶλλον δὲ τρανότερόν τε καὶ φανερώτερον εἰπεῖν ἔχει καλῶς. τί χρῄζει τῆς τοῦ πατρὸς δόξης ὁ ὅλον ἔχων ἐν ἑαυτῷ τὸν πατέρα, οὐδενὸς τῶν ἐν τῷ πατρὶ θεωρουμένων ὑφῃρημένου; τίς δὲ καὶ ἡ τοῦ 〈παντοκράτορος〉 ἀξία, ἧς 〈ἀμέτοχον〉 ὁ Εὐνόμιος τὸν υἱὸν ἀποφαίνεται; λεγέτωσαν μὲν οὖν οἱ σοφοὶ παρ᾽ ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες τὰ γήϊνα δόγματα, οἱ καθώς φησιν ὁ προφήτης ἐκ γῆς φωνοῦντες.

ὅσοι δὲ προσκυνοῦμεν τὸν λόγον καὶ τῆς ἀληθείας ἐσμὲν μαθηταί, μᾶλλον δὲ εἶναι εὐχόμεθα, μηδὲ ταύτην παραδράμωμεν τὴν φωνὴν ἀθεώρητον. οἴδαμεν γὰρ ὅτι πάντων τῶν ὀνομάτων, δι᾽ ὧν τὸ θεῖον διασημαίνεται, τινὰ μὲν ἐνδεικτικὰ τῆς θείας μεγαλωσύνης ἐστίν, αὐτὰ ἐφ᾽ ἑαυτῶν λεγόμενά τε καὶ νοούμενα, τινὰ δὲ ταῖς ὑπὲρ ἡμᾶς τε καὶ πᾶσαν τὴν κτίσιν ἐνεργείαις ἐπονομάζεται. ὅταν μὲν γὰρ λέγῃ ὁ θεῖος ἀπόστολος Ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ θεῷ καὶ τὰ τοιαῦτα, τὰ παραστατικὰ τῆς ὑπερκειμένης δυνάμεως νοήματα διὰ τῶν ὀνομάτων τούτων ἐνδείκνυται· ὅταν δὲ λέγηται παρὰ τῶν γραφῶν οἰκτίρμων καὶ ἐλεήμων πολυέλεος ἀληθινὸς χρηστὸς κύριος ἰατρὸς ποιμὴν ὁδὸς ἄρτος πηγὴ βασιλεὺς κτίστης δημιουργὸς ὑπερασπιστής, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων, ὁ ἐν πᾶσι τὰ πάντα, ταῦτα καὶ τὰ τοιαῦτα τῶν ἐν τῇ κτίσει παρὰ τῆς θείας φιλανθρωπίας ἐνεργουμένων περιέχει τὴν ἔμφασιν. τὸ τοίνυν τοῦ 〈παντοκράτορος〉 ὄνομα τοῖς ἀκριβῶς ἐξετάζουσιν εὑρίσκεται μὴ ἄλλο τι σημαῖνον ἐπὶ τῆς θείας δυνάμεως ἢ τὸ πρός τί πως ἔχειν τὴν κρατητικὴν τῶν ἐν τῇ κτίσει θεωρουμένων ἐνέργειαν, ἣν ἡ τοῦ παντοκράτορος ἔμφασις ὑποδείκνυσιν.

ὥσπερ γὰρ οὐκ ἂν ἰατρὸς ἦν, εἰ μὴ τῶν νοσούντων χάριν, οὐδ᾽ ἂν ἐλεήμων τε καὶ οἰκτίρμων καὶ τὰ τοιαῦτα κατωνομάζετο, εἰ μὴ διὰ τὸν οἰκτιρμοῦ τε καὶ ἐλέου δεόμενον, οὕτως οὐδὲ παντοκράτωρ, εἰ μὴ πᾶσα ἡ κτίσις τοῦ περικρατοῦντος αὐτὴν καὶ ἐν τῷ εἶναι συντηροῦντος ἐδέετο. οὐκοῦν ὥσπερ ἰατρὸς τῷ δεομένῳ τῆς θεραπείας γίνεται, οὕτω καὶ παντοκράτωρ τῷ χρῄζοντι τοῦ κρατεῖσθαι· καὶ ὥσπερ Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες, οὕτως ἐκ τοῦ ἀκολούθου καλῶς ἔστιν εἰπεῖν μηκέτι τοῦ κρατοῦντος χρῄζειν ἐκεῖνον, ἐν ᾧ τὸ ἀπλανές τε καὶ ἀμετάπτωτον ἡ φύσις ἔχει. οὐκοῦν ὅταν τῆς παντοκράτωρ φωνῆς ἀκούσωμεν, τοῦτο νοοῦμεν, τὸ πάντα τὸν θεὸν ἐν τῷ εἶναι συνέχειν, ὅσα τε νοητὰ καὶ ὅσα τῆς ὑλικῆς ἐστι κτίσεως. διὰ τοῦτο γὰρ κατέχει τὸν γῦρον τῆς γῆς, διὰ τοῦτο ἔχει ἐν τῇ χειρὶ τῆς γῆς τὰ πέρατα, διὰ τοῦτο περιλαμβάνει τὸν οὐρανὸν τῇ σπιθαμῇ, διὰ τοῦτο περιμετρεῖ τῇ χειρὶ τὸ ὕδωρ, διὰ τοῦτο τὴν νοητὴν πᾶσαν κτίσιν ἐν ἑαυτῷ περιέχει, ἵνα πάντα ἐν τῷ εἶναι μένῃ, τῇ περιεκτικῇ δυνάμει περικρατούμενα. τίς οὖν ὁ πάντα ἐν πᾶσιν ἐνεργῶν, ἐξετάσωμεν. τίς ὁ πάντα ποιήσας, οὗ χωρὶς τῶν ὄντων ἔστιν οὐδέν; τίς ἐστιν ἐν ᾧ τὰ πάντα ἐκτίσθη καὶ ἐν ᾧ τὰ ὄντα τὴν διαμονὴν ἔχει; ἐν τίνι ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν; τίς ὁ τὰ πάντα ἔχων ἐν ἑαυτῷ ὅσα ὁ πατὴρ ἔχει;

ἆρα ἀγνοοῦμεν ἔτι διὰ τῶν εἰρημένων τὸν ἐπὶ πάντων θεὸν τὸν ὑπὸ τοῦ Παύλου οὕτως ὀνομαζόμενον, τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν, ὃς πάντα ἐν τῇ χειρὶ τὰ τοῦ πατρὸς ἔχων, καθὼς αὐτός φησι, περιδέδρακται πάντως διὰ τῆς πολυχώρου αὐτοῦ παλάμης τῶν πάντων καὶ κρατεῖ τῶν περιδεδραγμένων καὶ οὐδεὶς αἴρει ἐκ τῆς χειρὸς αὐτοῦ τοῦ κρατοῦντος τῇ χειρὶ τῶν πάντων; εἰ οὖν πάντα ἔχει καὶ κρατεῖ ὧν ἔχει, τί ἄλλο καὶ οὐχὶ παντοκράτωρ πάντως ἐστὶν ὁ κρατῶν τῶν πάντων; εἰ δὲ λέγοι ἡ αἵρεσις, ὅτι καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος κρατεῖ ὁ πατήρ, πρῶτον ἀποδειξάτωσαν, ὅτι τρεπτῆς ἐστι φύσεως ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, καὶ τότε τὸν κρατοῦντα τῷ τρεπομένῳ ἐπιστησάτωσαν, ἵνα τῇ ἄνωθεν ἐγγινομένῃ βοηθείᾳ μείνῃ τὸ κρατούμενον πρὸς τὸ κακὸν ἀμετάπτωτον. εἰ δὲ ἀνεπίδεκτος κακίας ἡ θεία φύσις ἄτρεπτός τε καὶ ἀναλλοίωτος καὶ ἀεὶ ὡσαύτως ἔχει, εἰς τί τοῦ κρατοῦντος ἐπιδεήσεται ἡ δι᾽ ἑαυτῆς πᾶσαν ἐπικρατοῦσα τὴν κτίσιν, αὐτὴ δὲ τοῦ κρατοῦντος μὴ δεομένη διὰ τὸ ἄτρεπτον; διὰ τοῦτο ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ πᾶν γόνυ κάμπτει, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. οὐ γὰρ ἂν ἔκαμψεν, εἰ μὴ τὸν ἐπὶ σωτηρίᾳ κρατοῦντα πάντως ἐγίνωσκε. τὸ δὲ λέγειν τῇ ἀγαθότητι τοῦ πατρὸς τὸν υἱὸν γεγεννῆσθαι οὐδὲν ἄλλο ἐστὶν ἢ εἰς τὸ ὁμότιμον αὐτὸν καταστῆσαι τοῖς ἐσχάτοις τῆς κτίσεως.

τί γὰρ οὐχὶ τῇ ἀγαθότητι τοῦ πεποιηκότος ἦλθεν εἰς γένεσιν; τίνι λογίζεται ἡ τῆς ἀνθρωπίνης φύσεως κατασκευή, πονηρίᾳ ἢ ἀγαθότητι τοῦ ποιήσαντος; τίνι δὲ ἡ τῶν ζῴων γένεσις, ἡ τῶν φυτῶν τε καὶ βλαστημάτων φύσις; οὐδὲν ἔστιν ὃ μὴ τῇ ἀγαθότητι τοῦ πεποιηκότος ἔσχε τὴν γένεσιν. ὅπερ οὖν ἐπὶ πάντων ὁ λόγος ὁρᾷ, τοῦτο ὁ Εὐνόμιος τῷ υἱῷ ὑπὸ φιλανθρωπίας χαρίζεται. τὸ δὲ 〈μὴ μερίσασθαι πρὸς τὸν πατέρα τὴν οὐσίαν ἢ τὴν ἀξίαν〉 ἢ ὅσα τοιαῦτα φλυαρῶν διεξέρχεται, ἤδη ἐν τοῖς περὶ τοῦ πατρὸς λόγοις προεξελήλεγκται, ὡς μάτην αὐτοῦ ταῦτα καὶ δίχα διανοίας προσρίψαντος. οὐδὲ γὰρ ἡμῖν τοῖς ἐξ ἀλλήλων τικτομένοις οὐσίας διαίρεσις γίνεται· ὅλος γὰρ ἐν ἑκάστῳ μένει τῆς οὐσίας ὁ λόγος ἐν τῷ γεγεννημένῳ καὶ τῷ γεννήσαντι, οὔτε ἐν τῷ γεννῶντι μείωσιν οὔτε ἐν τῷ γεγεννημένῳ αὔξησιν τοῦ λόγου τῆς οὐσίας λαμβάνοντος. ὁ δὲ τῆς ἀξίας ἢ τῆς βασιλείας μερισμὸς ἐπὶ τοῦ πάντα ἔχοντος τὰ τοῦ πατρὸς οὐδεμίαν διάνοιαν ἔχει πλὴν τοῦ ἔλεγχον εἶναι τῆς ἀσεβείας. οὐκοῦν περιττὸν ἂν εἴη τοῖς τοιούτοις συμπλεκόμενον εἰς ἀμετρίαν ἀποτείνειν τὸν λόγον, πρὸς δὲ τὰ ἐφεξῆς τούτοις μετέλθωμεν. 〈Δεδοξασμένον〉, φησί, 〈παρὰ τοῦ πατρὸς πρὸ αἰώνων〉. ἀποδέδεικται τῆς ἀληθείας ὁ λόγος, τῇ μαρτυρίᾳ τῶν ἐχθρῶν κρατυνόμενος. τοῦτο γὰρ τῆς ἡμετέρας πίστεώς ἐστι τὸ κεφάλαιον, ὅτι παρὰ τοῦ πατρὸς ἐξ ἀϊδίου δοξάζεται ὁ υἱός.

τὸ γὰρ πρὸ τοῦ αἰῶνος ταὐτόν ἐστι τῷ ἀϊδίῳ κατὰ τὴν ἔννοιαν, οὕτω τῆς προφητείας ἑρμηνευούσης ἡμῖν τοῦ θεοῦ τὸ ἀΐδιον ἐν οἷς φησιν Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. εἰ οὖν τὸ ὑπάρχειν πρὸ τῶν αἰώνων πάσης ἀρχῆς ἐστιν ἐξώτερον, ὁ τὴν προαιώνιον τῷ υἱῷ ἀνατιθεὶς δόξαν πολὺ πρότερον αὐτῆς τὴν ἐξ ἀϊδίου προσεμαρτύρησεν ὕπαρξιν. οὐ γὰρ τὸ μὴ ὄν, ἀλλὰ τὸ ὂν πάντως δοξάζεται. μετὰ ταῦτα δὲ τῆς κατὰ τοῦ ἁγίου πνεύματος βλασφημίας ἑαυτῷ τὰ σπέρματα καταβάλλει, οὐχ ἵνα τὸν υἱὸν δοξάσῃ, ἀλλ᾽ ἵνα τῷ πνεύματι τῷ ἁγίῳ ἐμπαροινήσῃ. βουλόμενος γὰρ μέρος τῆς ἀγγελικῆς δυνάμεως ἀποδεῖξαι τὸ πνεῦμα τὸ ἅγιον τοῦτο προσέρριψεν εἰπὼν 〈ὅτι δοξαζόμενον ὑπὸ τοῦ πνεύματος δι᾽ αἰῶνος καὶ πάσης λογικῆς καὶ γεννητῆς οὐσίας〉· ὡς μηδεμίαν εἶναι διαφορὰν τῷ πνεύματι τῷ ἁγίῳ πρὸς πᾶν τὸ γινόμενον, εἴπερ οὕτω δοξάζει τὸν κύριον τὸ πνεῦμα τὸ ἅγιον ὡς καὶ τὰ ἄλλα πάντα περὶ ὧν ὁ προφήτης διέξεισιν, οἱ ἄγγελοι καὶ αἱ δυνάμεις καὶ τῶν οὐρανῶν οἱ οὐρανοὶ καὶ τὸ ὑπερκόσμιον ὕδωρ καὶ τὰ ἐκ τῆς γῆς πάντα, δράκοντες ἄβυσσοι πῦρ χάλαζα χιὼν κρύσταλλος πνεῦμα καταιγίδος τὰ ὄρη καὶ πάντες οἱ βουνοὶ ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι τὰ θηρία καὶ πάντα τὰ κτήνη ἑρπετὰ καὶ πετεινὰ πτερωτά. εἰ οὖν μετὰ τούτων λέγει δοξάζειν τὸν κύριον καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἓν τούτων εἶναι πάντως καὶ αὐτὸ ἡ θεομάχος ἀποφαίνεται γλῶσσα.

Τὰ δὲ ἐφεξῆς τούτοις ἀσυναρτήτως προσκείμενα ὑπερβῆναί φημι δεῖν καλῶς ἔχειν, οὐχ ὡς ἀλήπτως ἔχοντα, ἀλλ᾽ ὡς δυνάμενα καὶ παρὰ τῶν εὐσεβούντων λέγεσθαι, εἴπερ διαζευχθείη τῆς κακοτρόπου ἐμφάσεως. εἰ γάρ τι καὶ πρόσκειται παρ᾽ αὐτοῦ τῶν εἰς εὐσέβειαν συντεινόντων, ἀντὶ δελεάσματος τὸ τοιοῦτον τοῖς ἀκεραιοτέροις προτείνεται, ἵνα συγκαταποθῇ τούτοις καὶ τὸ τῆς ἀσεβείας ἄγκιστρον. εἰπὼν γάρ τινα ἅπερ ἂν καὶ ὁ ἐκκλησιαστικὸς εἴποι, προστίθησιν 〈ὑπήκοος πρὸς τὴν τῶν ὄντων δημιουργίαν καὶ γένεσιν, ὑπήκοος πρὸς πᾶσαν διοίκησιν, οὐκ ἐκ τῆς ὑπακοῆς προσλαβὼν τὸ εἶναι υἱὸς ἢ θεός, ἀλλ᾽ ἐκ τοῦ υἱὸς εἶναι καὶ γεννηθῆναι μονογενὴς θεὸς γενόμενος ὑπήκοος ἐν λόγοις, ὑπήκοος ἐν ἔργοις〉. καίτοι τίς οὐκ οἶδεν τῶν ταῖς θείαις καθωμιληκότων φωναῖς, πότε εἴρηται παρὰ τοῦ μεγάλου Παύλου καὶ τοῦτο ἐφ᾽ ἅπαξ περὶ αὐτοῦ, ὅτι ὑπήκοος ἐγένετο;

ὅτε γὰρ ἐπὶ τῷ πληρῶσαι τὸ διὰ τοῦ σταυροῦ μυστήριον ἦλθεν ὁ κενώσας ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ καὶ ταπεινώσας ἑαυτὸν τῷ τοῦ ἀνθρώπου ὁμοιώματί τε καὶ σχήματι, εὑρεθεὶς ὡς ἄνθρωπος ἐν τῇ ταπεινῇ τῶν ἀνθρώπων φύσει, τότε ὑπήκοος γίνεται ὁ τὰς ἀσθενείας ἡμῶν ἀναλαβὼν καὶ τὰς νόσους βαστάσας, τὴν παρακοὴν τῶν ἀνθρώπων διὰ τῆς ἰδίας ὑπακοῆς ἐξιώμενος, ἵνα τῷ μώλωπι αὐτοῦ τὸ ἡμέτερον ἰάσηται τραῦμα καὶ διὰ τοῦ ἰδίου θανάτου τὸν κοινὸν θάνατον τῶν ἀνθρώπων ἐξαφανίσῃ, τότε δι᾽ ἡμᾶς ὑπήκοος γίνεται, ὡς καὶ ἁμαρτία καὶ κατάρα διὰ τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν ἐγένετο, οὐ φύσει τοῦτο ὤν, ἀλλὰ κατὰ φιλανθρωπίαν γενόμενος. τὸν δὲ τοσούτων ὑπακοῶν κατάλογον παρὰ ποίας ἐδιδάχθη φωνῆς; τοὐναντίον μὲν οὖν πᾶσα θεόπνευστος γραφὴ τὴν αὐθεντικὴν αὐτῷ καὶ αὐτοκρατορικὴν προσμαρτυρεῖ ἐξουσίαν λέγουσα Αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν· δῆλον γὰρ ὅτι ταῦτά φησιν ὁ προφήτης περὶ τοῦ τὰ σύμπαντα φέροντος τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὗ ἡ ἐξουσία πᾶσαν οὐσίαν καὶ φύσιν καὶ πάντα τὰ ἐν τῇ κτίσει νοούμενά τε καὶ ὁρώμενα ἐν μόνῃ τῇ τοῦ θελήματος ὁρμῇ συνεστήσατο. πόθεν τοίνυν κινούμενος ὁ Εὐνόμιος μυριοτρόπως ἐπιφημίζει τῷ βασιλεῖ τῆς κτίσεως τὸ ὑπήκοον, 〈ὑπήκοος〉 λέγων 〈πρὸς πᾶσαν δημιουργίαν καὶ ὑπήκοος πρὸς πᾶσαν διοίκησιν, ὑπήκοος ἐν ἔργοις, ἐν λόγοις〉;

καίτοι παντὶ δῆλον τὸ τοιοῦτόν ἐστιν, ὅτι μόνος ἐν λόγοις τε καὶ ἔργοις ἑτέρῳ τις ὑπήκοος γίνεται ὁ μήπω τὴν ἕξιν τοῦ ποιεῖν ἀκριβῶς ἢ λέγειν ἀλήπτως ἐν ἑαυτῷ κατορθώσας, ἀλλὰ πρὸς τὸν διδάσκαλον ἑαυτοῦ καὶ καθηγεμόνα βλέπων ταῖς ὑποθήκαις ἐκείνου τὸ ἐν τοῖς λόγοις τε καὶ ἐν τοῖς ἔργοις ἀκριβὲς ἐκπαιδεύεται. τὸ δὲ τὴν σοφίαν ἐπιστάτου χρῄζειν οἴεσθαι καὶ διδασκάλου τοῦ τὴν ἀλήθειαν ἢ τὴν δικαιοσύνην πρὸς τὸ δέον αὐτῇ κατευθύνοντος μόνης τῆς Εὐνομίου φαντασίας ἐστίν. καὶ περὶ μὲν τοῦ πατρός φησιν ὅτι 〈πιστὸς ἐν λόγοις καὶ πιστὸς ἐν ἔργοις〉, τῷ δὲ υἱῷ τὸ πιστὸν ἐν τοῖς γινομένοις τε καὶ λεγομένοις οὐκ ἐμαρτύρησεν, ἀλλ᾽ 〈ὑπήκοον αὐτὸν ἐν λόγοις〉 εἶναι καὶ οὐ πιστὸν ἀπεφήνατο, ὡς διὰ πάντων ὧν λέγει τὴν κατ᾽ αὐτοῦ βλασφημίαν τὸ ἴσον ἔχειν. τὸ δὲ μωρόν τε καὶ ἀδιανόητον τῆς μεταξὺ τούτων παρεντεθείσης ῥήσεως πρέπει τάχα σιωπῇ παρελθεῖν, μή τις τῶν ἀπερισκέπτων ἐπιγελάσῃ τῇ ματαιότητι, δακρύειν δέον ἐπὶ τῇ τῶν ψυχῶν αὐτῶν ἀπωλείᾳ ἢ γελᾶν ἐπὶ τῇ μωρίᾳ τῶν λόγων. φησὶ γὰρ ὁ σοφὸς οὗτος καὶ περιεσκεμμένος δογματιστὴς οὐκ ἐκ τῆς ὑπακοῆς αὐτὸν προσλαβεῖν τὸ εἶναι υἱόν. ὢ τῆς ἀγχινοίας, ὡς ἀναγκαίως περὶ τούτων ἡμῖν διορίζεται, ὅτι οὐ πρότερον ὑπήκοος ἐγένετο καὶ τότε υἱός, οὐδὲ πρεσβυτέραν χρὴ νοεῖν τὴν ὑπακοὴν αὐτοῦ τῆς γεννήσεως.

εἰ δὲ μὴ προσδιωρίσατο ταῦτα, τίς οὕτω μωρὸς καὶ ἠλίθιος ἦν, ὡς μισθὸν ὑπακοῆς οἰηθῆναι παρὰ τοῦ πατρὸς αὐτῷ δεδόσθαι τὴν γέννησιν τῷ πρὸ τῆς γεννήσεως ἐπιδειξαμένῳ τὸ εὐπειθὲς καὶ ὑπήκοον; ἀλλ᾽ ἵνα μὴ προχείρως τις ἐκ τῆς ἀνοίας τῶν λεγομένων κατασυρῇ πρὸς τὸν γέλωτα, νοησάτω ὅτι ἔχει τι καὶ ἡ μωρία τῶν λεγομένων ἐν ἑαυτῇ δακρύων ἄξιον. ὃ γὰρ βούλεται κατασκευάσαι διὰ τούτων, τοιοῦτόν ἐστιν, ὅτι φύσις αὐτῷ ἐστιν ἡ ὑπακοή, ὡς μηδὲ βουλομένῳ δυνατὸν γενέσθαι τὸ μὴ ὑπήκοον εἶναι. τοιοῦτον γὰρ αὐτὸν κατεσκευάσθαι λέγει, ὡς πρὸς ὑπακοὴν μόνην τὴν φύσιν αὐτοῦ ἐπιτηδείως ἔχειν. καθάπερ τῶν ὀργάνων τὸ πρός τινα τύπον ἐσχηματισμένον ἐκεῖνο τὸ εἶδος ἐντυποῖ κατ᾽ ἀνάγκην τῷ ὑποκειμένῳ, ὅπερ ὁ χαλκεύων τῇ τοῦ ὀργάνου κατασκευῇ ἐναπέθετο, ᾧ οὐκ ἔστι δύναμις ἢ εὐθὺ 〈ἐμ〉ποιῆσαι τῷ ὑποδεχομένῳ τὸ ἴχνος, εἰ περιφερὴς εἴη ἡ ἐργασία, ἢ κύκλον δεῖξαι διὰ τοῦ τύπου, εἰ κατ᾽ εὐθεῖαν ἐσχηματισμένον τύχοι τὸ ὄργανον. ὅσον δὲ τῆς τοιαύτης διανοίας ἐστὶ τὸ βλάσφημον, τί χρὴ διὰ τῶν ἡμετέρων ἐκκαλύπτεσθαι λόγων, αὐτῆς τῆς αἱρετικῆς φωνῆς τὴν ἀτοπίαν βοώσης;

εἰ γὰρ διὰ τοῦτο ὑπήκοος, διότι τοιοῦτος ἐγένετο, οὐδὲ πρὸς τὴν ἀνθρωπίνην φύσιν πάντως τὸ ἴσον ἔχει, εἴπερ ἡμῖν μὲν αὐτεξούσιός ἐστιν ἡ ψυχὴ καὶ ἀδέσποτος, αὐτοκρατορικῶς αἱρουμένη κατ᾽ ἐξουσίαν τὸ καταθύμιον, ὁ δὲ ἀνάγκῃ φύσεως ὑπεζευγμένος ἐνεργεῖ διὰ παντός, μᾶλλον δὲ πάσχει τὴν ὑπακοήν, οὐδὲ εἰ μὴ βούλοιτο τοῦτο ποιεῖν συγχωρούσης τῆς φύσεως· ἐκ γὰρ τοῦ υἱὸς εἶναι καὶ γεγεννῆσθαι οὗτος 〈ὑπήκοος〉 γέγονεν 〈ἐν λόγοις καὶ ὑπήκοος ἐν ἔργοις〉. ὢ τῆς ἀναισθησίας τοῦ δόγματος. λόγοις ὑπήκοον τὸν λόγον ποιεῖς καὶ προεπινοεῖς τοῦ ὄντως λόγου λόγους ἑτέρους καὶ μεσιτεύει τοῦ ἐν τῇ ἀρχῇ ὄντος λόγου ἕτερος λόγος τῆς ἀρχῆς πρὸς αὐτὸν διαπορθμεύων τὸ βούλημα. καὶ οὐχ εἷς οὗτος, ἀλλὰ καὶ πλείονές εἰσί τινες λόγοι οἱ διὰ μέσου τῆς ἀρχῆς καὶ τοῦ λόγου παρὰ τοῦ Εὐνομίου παρενειρόμενοι καὶ πρὸς τὸ δοκοῦν αὐτοῖς τῇ ὑπακοῇ αὐτοῦ καταχρώμενοι.

Ἀλλὰ τί χρὴ τῇ ματαιότητι τῶν λεγομένων ἐνδιατρίβειν; παντὶ γὰρ δῆλόν ἐστιν, ὅτι καὶ ὅτε ὁ Παῦλος εἶπεν αὐτὸν γεγενῆσθαι ὑπήκοον (εἶπε δὲ οὕτως αὐτὸν γεγενῆσθαι ὑπήκοον, σάρκα καὶ δοῦλον καὶ κατάραν καὶ ἁμαρτίαν δι᾽ ἡμᾶς γενόμενον), οὐδὲ τότε ὁ κύριος τῆς δόξης ὁ τῆς αἰσχύνης καταφρονήσας καὶ τῇ σαρκὶ τὸ πάθος ἀναδεξάμενος τῆς αὐθεντικῆς ἐξουσίας ἑαυτὸν ἠλλοτρίωσε λέγων Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν, καὶ πάλιν Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ ὅτε προσήγγισαν αὐτῷ κατὰ τὴν πρὸ τοῦ πάθους νύκτα οἱ τῷ σιδήρῳ καὶ τοῖς ξύλοις καθωπλισμένοι, πάντας αὐτοὺς εἰς τὸ κατόπιν ἀνέτρεψε διὰ τοῦ εἰπεῖν ὅτι Ἐγώ εἰμι· καὶ πάλιν τοῦ λῃστοῦ ἱκετεύσαντος ἐν μνήμῃ παρ᾽ αὐτοῦ γενέσθαι, ἔδειξε τὴν ἐπὶ πάντων ἐξουσίαν ἐν οἷς φησι Σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. εἰ τοίνυν οὐδὲ ἐν τῷ καιρῷ τοῦ πάθους τῆς ἐξουσίας χωρίζεται, ποῦ ποτε βλέπει ἡ αἵρεσις τοῦ βασιλέως τῆς δόξης τὸ ὑπεξούσιον; τίς δὲ καὶ ἡ πολύτροπος αὕτη μεσιτεία, ἣν ἐπιθρυλεῖ τῷ θεῷ, 〈μεσίτην〉 λέγων 〈ἐν δόγμασι, μεσίτην ἐν νόμῳ〉;