Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἀνατροπὴ τῆς Εὐνομίου ἐξομολογήσεως

Γρηγόριος ὁ Νύσσης

Η αληθής οντολογική ομοιότητα και η ανεξάρτητη κυριαρχία του Λόγου

Κριτική του ευνομιανού ορισμού περί ομοιότητος, απόρριψη του υποβιβασμού του Υιού σε όργανο ή σφραγίδα και απόδειξη του πλήρους αυτεξουσίου του Χριστού σε όλα τα ιστορικά και εσχατολογικά γεγονότα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 7 από 10

οὐ ταῦτα παρὰ τῆς ὑψηλῆς φωνῆς τοῦ ἀποστόλου ἐπαιδεύθημεν, ὅς φησιν ὅτι 〈ὁ〉 τὸν νόμον τῶν ἐντολῶν καταργήσας τοῖς ἑαυτοῦ δόγμασιν, οὗτός ἐστιν ὁ μεσίτης θεοῦ καὶ ἀνθρώπων, εἰπὼν οὕτω τῷ ῥήματι ὅτι Εἷς θεὸς καὶ εἷς μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός. ὅλον ἡμῖν ἐνταῦθα τὸν σκοπὸν τοῦ μυστηρίου διὰ τῆς τοῦ μεσίτου λέξεως διαλαβὼν ἀπεκάλυψεν. ὁ δὲ σκοπὸς οὗτός ἐστιν. ἀπέστη διὰ τῆς τοῦ ἀντικειμένου κακίας ποτὲ τὸ ἀνθρώπινον, καὶ τῇ ἁμαρτίᾳ δουλωθὲν καὶ τῆς ὄντως ἠλλοτριώθη ζωῆς. ἀνακαλεῖται μετὰ ταῦτα τὸ ἑαυτοῦ πλάσμα ὁ τοῦ πλάσματος κύριος καὶ γίνεται ἄνθρωπος μετὰ τοῦ εἶναι θεός, κἀκεῖνο ὅλον ὢν καὶ τοῦτο ὅλον γενόμενος, καὶ οὕτω συνανεκράθη θεῷ τὸ ἀνθρώπινον, τοῦ κατὰ Χριστὸν ἀνθρώπου τὴν μεσιτείαν ἐργασαμένου, ᾧ διὰ τῆς ἀναληφθείσης ἡμῶν ἀπαρχῆς ὅλον τῇ δυνάμει συνανεκράθη τὸ φύραμα. ἐπεὶ οὖν ὁ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν, οὐδ᾽ ἐν τοῖς προσώποις τοῖς ἐν τῇ πίστει παραδεδομένοις ἐμμεριζόμενος (μία γὰρ ἡ θεότης ἐν πατρί τε καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ), διὰ τοῦτο γίνεται μεσίτης ἅπαξ ὁ κύριος θεοῦ καὶ ἀνθρώπων, συνάπτων τὸν ἄνθρωπον δι᾽ ἑαυτοῦ τῇ θεότητι. ἀλλὰ καὶ διὰ τοῦ κατὰ τὸν μεσίτην νοήματος τὸ εὐσεβὲς τῆς πίστεως ἐδιδάχθημεν.

ὁ γὰρ μεσίτης θεοῦ καὶ ἀνθρώπων ὥσπερ τῆς ἀνθρωπίνης φύσεως τὴν κοινωνίαν ἐδέξατο, οὐ νομισθεὶς ἄνθρωπος, ἀλλὰ γεγονὼς κατὰ ἀλήθειαν, οὕτω καὶ ἀληθινὸς θεὸς ὢν οὐκ ἐπωνυμίᾳ τετιμημένος ἐστὶν ψιλῇ τῆς θεότητος, ὡς ὁ Εὐνόμιος βούλεται.

Ὅσα δὲ τοῖς εἰρημένοις προστίθησι, τῆς αὐτῆς ἀνοίας ἔχεται, μᾶλλον δὲ κακονοίας. 〈υἱὸν〉 γὰρ αὐτὸν εἰπών, ὃν ἐν τοῖς μικρῷ πρόσθεν εἰρημένοις κτιστὸν εἶναι σαφῶς διωρίσατο, καὶ 〈μονογενῆ θεὸν〉 ὀνομάσας, ὃν μετὰ τῶν λοιπῶν τῶν διὰ τῆς κτίσεως γεγονότων ἠρίθμησεν, 〈ὅμοιον〉 εἶπε 〈τῷ γεννήσαντι κατ᾽ ἐξαίρετον ὁμοιότητα μόνον κατὰ τὴν ἰδιάζουσαν ἔννοιαν〉. χρὴ τοίνυν διασταλῆναι πρῶτον τοῦ 〈ὁμοίου〉 τὸ σημαινόμενον, ποσαχῶς ἐν τῇ καταχρήσει τῆς συνηθείας λέγεται, εἶθ᾽ οὕτως ἐπὶ τὴν ἐξέτασιν τῶν προκειμένων ἐλθεῖν. πρῶτον μὲν γὰρ ὅσα παραψεύδεται τὰς αἰσθήσεις ἡμῶν, οὐ τὰ αὐτὰ μὲν ἀλλήλοις ὄντα κατὰ τὴν φύσιν, διὰ δέ τινος τῶν παρεπομένων τοῖς ὑποκειμένοις, σχήματος λέγω καὶ χρώματος καὶ ἤχου, καὶ τῶν ὅσα διὰ γεύσεώς τε καὶ ὀσφρήσεως καὶ ἁφῆς τὸν παραλογισμὸν ἐμποιεῖ, ἄλλα μὲν ὄντα κατὰ τὴν φύσιν, ἕτερα δὲ παρ᾽ ἃ πέφυκεν εἶναι ὑποκρινόμενα, ταῦτα ὁμοίως ἔχειν ἡ συνήθεια λέγει· οἷον ὅταν ἡ ἄψυχος ὕλη μορφωθῇ διὰ τῆς τέχνης πρός τινα ζῴου μίμησιν διὰ γλυφῆς ἢ ζῳγραφίας ἢ πλάσματος, ὅμοιον λέγεται τῷ ἀρχετύπῳ τὸ μίμημα. ἐνταῦθα γὰρ ἄλλη μὲν τοῦ ζῴου ἡ φύσις, ἑτέρα δὲ τῆς ὕλης τῆς παραψευδομένης τὴν ὄψιν διὰ χρώματος μόνου καὶ σχήματος.

τοῦ δὲ αὐτοῦ εἴδους ἐστὶ τῆς ὁμοιότητος καὶ ἡ ἐν κατόπτρῳ εἰκὼν τῆς ἀρχετύπου μορφῆς, ἐναργεῖς φέρουσα τὰς ἐμφάσεις, οὐ μὴν ἐκεῖνο κατὰ τὴν φύσιν οὖσα, ὅπερ ἐστὶ τὸ ἀρχέτυπον. ὡσαύτως καὶ τὴν ἀκοὴν ἔστι τὸ ἴσον παθεῖν, ὅταν τις τὴν φωνὴν τῆς ἀηδόνος τῷ οἰκείῳ φθόγγῳ μιμούμενος ὀρνέου δοκεῖν ἐπακροᾶσθαι τὴν ἀκοὴν ἀναπείσῃ. πάσχει δὲ τὸν τοιοῦτον παραλογισμὸν καὶ ἡ γεῦσις, ὅταν ὁ τοῦ καρποῦ τῶν σύκων χυμὸς τὴν τοῦ μέλιτος ἡδονὴν ὑποκρίνηται· ἔχει γάρ τι ἐοικὸς πρὸς τὴν γλυκύτητα τοῦ μέλιτος ὁ χυμὸς τῆς ὀπώρας. οὕτω δι᾽ ὁμοιότητος ἔστιν παραλογισθῆναί ποτε καὶ τὴν ὄσφρησιν, ὅταν ὁ ἀτμὸς τῆς χαμαιμήλου βοτάνης αὐτὸ τὸ εὐῶδες μῆλον τῇ εὐπνοίᾳ μιμούμενος ἀπατήσῃ τὴν αἴσθησιν. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν τῇ ἁφῇ ποικίλως ἡ ὁμοιότης διαψεύδεται τὴν ἀλήθειαν, ἐπειδὰν ἀργυροῦν ἢ χάλκεον νόμισμα ἰσομέγεθες τῷ χρυσῷ καὶ κατὰ τὸν σταθμὸν ὁμοίως ἔχον ἀντὶ τοῦ χρυσοῦ νομισθῇ, μὴ ἐπικρινούσης τῆς ὄψεως τὴν ἀλήθειαν. ταῦτα γενικῶς εἴρηται δι᾽ ὀλίγων, ὅσα δι᾽ ὁμοιότητός τινος τὸν παραλογισμὸν ἐμποιεῖ τοῖς αἰσθητηρίοις, ἄλλο τι παρ᾽ ὅ ἐστι νομιζόμενα. ἔξεστι δὲ διὰ φιλοπονωτέρας τῆς ἐξετάσεως πλατῦναι διὰ τῶν πραγμάτων τὸν λόγον, ὅσα ἑτερογενῶς μὲν ἔχει πρὸς ἄλληλα, διὰ δέ τινος τῶν παρεπομένων ὁμοιοῦσθαι τὸ ἕτερον τῷ ἑτέρῳ νομίζεται. ἆρα μή τι τοιοῦτον ὁμοιότητος εἶδος ἐπιθρυλεῖ τῷ υἱῷ;

ἀλλ᾽ οὐκ ἂν εἰς τοῦτο παραπληξίας ἔλθοι, ὥστε τὴν ἀπατηλὴν ὁμοιότητα ἐπὶ τῆς ἀληθείας βλέπειν. πάλιν ἄλλην ὁμοιότητα ἐν τῇ θεοπνεύστῳ γραφῇ ἐδιδάχθημεν παρὰ τοῦ εἰπόντος ὅτι Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν. ἀλλ᾽ οὐκ ἂν οἶμαι τὸν Εὐνόμιον ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς τοῦτο βλέπειν τὸ εἶδος τῆς ὁμοιότητος, ὡς ταὐτὸν τῷ ἀνθρώπῳ τὸν μονογενῆ θεὸν ἀποφήνασθαι. οἴδαμεν καὶ ἕτερον ὁμοιότητος εἶδος, ὅπερ ἐν τῇ κοσμογονίᾳ φησὶ περὶ τοῦ Σὴθ ὁ λόγος, ὅτι ἐγέννησε τὸν Σὴθ ὁ Ἀδὰμ κατὰ τὸ εἶδος αὐτοῦ καὶ κατὰ τὴν ὁμοιότητα· ὅπερ εἰ λέγοι ὁ Εὐνόμιος, οὐκ ἀπόβλητον τὸν λόγον ποιούμεθα. ἐνταῦθα γὰρ οὔτε ἡ φύσις τῶν ἀλλήλοις ὁμοιουμένων διάφορος, καὶ ὁ χαρακτὴρ καὶ τὸ εἶδος τὴν κοινωνίαν ἔχει. ταῦτα καὶ τὰ τοιαῦτά ἐστιν, ὅσα περὶ τῆς τοῦ ὁμοίου διαφορᾶς ἡμεῖς ἐνοήσαμεν. ἴδωμεν τοίνυν πρὸς τί βλέπων ὁ Εὐνόμιος τὴν 〈ἐξαίρετον〉 ἐκείνην 〈ὁμοιότητα〉 πρὸς τὸν πατέρα μαρτυρεῖ τῷ υἱῷ λέγων 〈ὅμοιον〉 εἶναι 〈τῷ γεννήσαντι μόνον κατ᾽ ἐξαίρετον ὁμοιότητα κατὰ τὴν ἰδιάζουσαν ἔννοιαν, οὐχ ὡς πατρὶ πατέρα· οὐ γάρ εἰσι δύο πατέρες〉. τὴν κατ᾽ ἐξαίρετον ὁμοιότητα τοῦ υἱοῦ πρὸς τὸν πατέρα δεικνύειν ἐπαγγειλάμενος, ὅπως μὴ προσήκει νοεῖν αὐτὸν ὅμοιον, κατασκευάζει τῷ λόγῳ.

εἰπὼν γὰρ ὅτι οὐχ ὡς πατρὶ πατὴρ ἔοικεν, κατεσκεύασε τῷ λόγῳ ὅτι οὐκ ἔοικε· καὶ πάλιν προσθεὶς ὅτι 〈οὔτε ὡς ἀγεννήτῳ ἀγέννητος〉, καὶ διὰ τούτου ἀπεῖπε νοεῖν ἐπὶ τοῦ υἱοῦ πρὸς τὸν πατέρα τὴν ὁμοιότητα· εἶτα ἐπαγαγὼν ὅτι 〈οὔτε ὡς υἱῷ υἱός〉, τρίτον ἐπήγαγε νόημα, δι᾽ οὗ παντάπασι τὸν τοῦ ὁμοίου παραφέρεται λόγον. οὕτω μὲν οὖν τοῖς ἰδίοις ἕπεται λόγοις, τὴν τοῦ ὁμοίου ἀπόδειξιν διὰ τῆς κατασκευῆς τοῦ ἀνομοίου ποιούμενος. ἐξετάσωμεν δὲ τὸ σοφὸν αὐτοῦ καὶ ἁπλοῦν, ὃ τοῖς διορισμοῖς ἐπιδείκνυται. υἱὸν γὰρ πατρὶ ὅμοιον εἶναι εἰπὼν ἀσφαλίζεται τὴν ἀκοήν, μὴ δεῖν ὡς πατέρα πατρὶ τὸν υἱὸν ἐοικέναι νοεῖν. τίς δὲ οὕτως ἐν ἀνθρώποις ἀνόητος, ὥστε υἱὸν ὅμοιον τῷ πατρὶ μαθὼν εἶναι εἰς τὴν πατρὸς πρὸς τὸν πατέρα ὁμοιότητα τοῖς λογισμοῖς ἐναχθῆναι; 〈οὐδὲ ὡς υἱῷ〉, φησίν, 〈υἱόν〉· πάλιν τὸ ἴσον ἐν τῷ διορισμῷ ἡ δριμύτης ἔχει. πατρὶ υἱὸν ὅμοιον εἶναι εἰπὼν τὸ μὴ δεῖν ὡς πρὸς υἱὸν ἄλλον ὁμοίως ἔχειν προσδιορίζεται. ταῦτα τῶν σεμνῶν τοῦ Εὐνομίου δογμάτων ἐστὶ τὰ μυστήρια, δι᾽ ὧν σοφώτεροι τῶν ἄλλων οἱ μαθηταὶ αὐτοῦ γίνονται μαθόντες, ὅτι πατρὶ υἱὸς ἐοικὼς οὐχ υἱῷ ἔοικεν· οὐ γάρ ἐστιν υἱὸς πατήρ· οὐδὲ ὡς ἀγεννήτῳ ἀγέννητος· οὐ γὰρ ἀγέννητός ἐστιν ὁ υἱός. τὸ δὲ καθ᾽ ἡμᾶς μυστήριον ὅταν πατέρα εἴπῃ, υἱοῦ πατέρα πάντως διακελεύεται, καὶ ὅταν υἱὸν ὀνομάσῃς πατρὸς υἱὸν διδάσκει νοεῖν.

καὶ οὐδὲν τῆς περιττῆς ταύτης σοφίας μέχρι καὶ νῦν ἐδεήθημεν, ὥστε διὰ πατρὸς καὶ υἱοῦ δύο πατέρας ἢ δύο υἱοὺς ὑποτίθεσθαι ἢ ἀγεννήτων δυάδα.

Τί δὲ βούλεται ἡ πολλὴ περὶ τὸ 〈ἀγέννητον〉 τοῦ Εὐνομίου σπουδή, πολλάκις μὲν ἤδη δεδήλωται, καὶ νῦν δὲ πάλιν δι᾽ ὀλίγων εἰρήσεται. τῆς γὰρ τοῦ πατρὸς σημασίας μηδεμίαν πρὸς τὸν υἱὸν διαφορὰν κατὰ τὴν φύσιν ἐνδεικνυμένης, εἰ μέχρι τούτων τὸν λόγον ἔστησεν, οὐκ ἂν ἔσχεν ἰσχὺν ἡ ἀσέβεια, τῆς φυσικῆς τῶν ὀνομάτων ἐννοίας οὐ παραδεχομένης τὸ κατ᾽ οὐσίαν ἀλλότριον. νῦν δὲ 〈ἀγέννητον〉 καὶ 〈γεννητὸν〉 λέγων, ἐπειδὴ ἄμεσός ἐστι πρὸς ἄλληλα τῶν ὀνομάτων τούτων ἡ ἐναντίωσις, ὡς θνητοῦ καὶ ἀθανάτου καὶ λογικῶν καὶ ἀλόγων καὶ πάντων τῶν ὁμοιοτρόπως ἐκφωνουμένων, ὅσα διὰ τῶν κατὰ τὸ ἐναντίον σημαινομένων ἀλλήλοις ἀντικαθέστηκεν, ἔδωκεν ὁδὸν τῇ βλασφημίᾳ διὰ τῶν ὀνομάτων τούτων, ὥστε τὴν τοῦ θνητοῦ πρὸς τὸ ἀθάνατον διαφορὰν καὶ τῷ 〈γεννητῷ〉 πρὸς τὸ 〈ἀγέννητον〉 ἐνθεωρῆσαι· καὶ ὥσπερ ἄλλη τοῦ θνητοῦ καὶ ἄλλη τοῦ ἀθανάτου ἡ φύσις καὶ τοῦ λογικοῦ καὶ τοῦ ἀλόγου ἀσύμβατα κατὰ τὴν οὐσίαν ἐστὶ τὰ ἰδιώματα, οὕτω βούλεται ἄλλην μὲν τοῦ ἀγεννήτου κατασκευάσαι τὴν φύσιν, ἄλλην δὲ τοῦ γεννητοῦ, ἵνα ὥσπερ ὑποχείριος τῷ λογικῷ ἡ ἄλογος φύσις δεδημιούργηται, οὕτως διὰ φυσικῆς ἀνάγκης ὑπεζευγμένον τῷ ἀγεννήτῳ τὸ γεννητὸν ἐπιδείξῃ.

διὸ συνάπτει τῷ 〈ἀγεννήτῳ〉 τὸ τοῦ 〈παντοκράτορος〉 ὄνομα, 〈ὃ〉 οὐκ εἰς προνοητικὴν ἐνέργειαν, ὡς προλαβὼν ὁ λόγος ὑπέδειξεν, ἀλλ᾽ εἰς τυραννικὴν ἐξουσίαν μεταλαμβάνων τὴν ἑρμηνείαν τοῦ 〈παντοκράτορος〉, ὡς μέρος τῆς ἀρχομένης τε καὶ ὑποχειρίου φύσεως καὶ τὸν υἱὸν ποιῆσαι, μετὰ πάντων δουλεύοντα τῷ διὰ τῆς τυραννικῆς ἐξουσίας κρατοῦντι κατὰ τὸ ἴσον τῶν πάντων. καὶ ὅτι πρὸς τοῦτο βλέπων ταῖς τοιαύταις χρῆται τοῦ λόγου διαστολαῖς, ἐκ τῶν ὑποκειμένων σαφηνισθήσεται.

εἰπὼν γὰρ ἐκεῖνα τὰ σοφά τε καὶ περιεσκεμμένα, ὅτι οὔτε ὡς πατρὶ ἔοικε πατὴρ οὐδὲ ὡς υἱῷ υἱός—καίτοι γε οὐδεμία ἐστὶν ἀνάγκη ἐοικέναι πάντως πατρὶ πατέρα καὶ υἱῷ υἱόν· πατὴρ γάρ τίς ἐστιν ἐν Αἰθίοψι, πατὴρ καὶ ἐν Σκύθαις, καὶ υἱὸς ἑκατέρου τούτων μέλας μὲν ὁ τοῦ Αἰθίοπος, λευκόχρους δὲ καὶ ὑποχρυσίζων κατὰ τὴν κόμην ὁ Σκύθης, καὶ οὐδὲν μᾶλλον διὰ τὸ πατέρα εἶναι ἑκάτερον οὔτε διὰ τὸν Αἰθίοπα ὁ Σκύθης μελαίνεται οὔτε διὰ τὸν Σκύθην ἀλλοιοῦται τὸ σῶμα πρὸς τὸ λευκὸν τοῦ Αἰθίοπος—ἀλλ᾽ ὅμως εἰπὼν ταῦτα κατὰ τὸ ἀρέσκον αὐτῷ ὁ Εὐνόμιος ἐπήγαγεν, ὅτι ὅμοιός ἐστιν ὡς υἱὸς πατρί, τοῦ δὲ τοιούτου λόγου τὸ κατὰ τὴν φύσιν οἰκεῖον ἐνδεικνυμένου, ὡς ἐπὶ τοῦ Σὴθ καὶ τοῦ Ἀδὰμ ἡ θεόπνευστος μαρτυρεῖ διδασκαλία, μικρὰ φροντίσας ὁ δογματιστὴς τῶν συνετῶς ἀκροωμένων τὴν καινὴν ἐπήγαγεν ἑρμηνείαν τῆς τοῦ υἱοῦ προσηγορίας, εἰκόνα καὶ σφραγῖδα τῆς τοῦ παντοκράτορος ἐνεργείας αὐτὸν ὁρισάμενος. 〈Υἱὸς γάρ ἐστι〉, φησίν, 〈εἰκὼν καὶ σφραγὶς τῆς τοῦ παντοκράτορος ἐνεργείας〉. αὐτό μοι τοῦτο πρῶτον ὁ ἔχων ὦτα ἀκούειν ἐπισκεψάσθω, τίς ἐστιν ἡ τῆς 〈ἐνεργείας σφραγίς〉; πᾶσα γὰρ ἐνέργεια ἐν μὲν τῷ ἐκπονοῦντι τὸ σπουδαζόμενον θεωρεῖται, περαιωθέντος δὲ τοῦ σπουδαζομένου καθ᾽ ἑαυτὴν οὐχ ὑφέστηκεν· οἷον ἐνέργεια τοῦ δρομέως ἡ διὰ τῶν ποδῶν ἐστι κίνησις, παυσαμένης δὲ τῆς κινήσεως οὐκέτι ἔστιν ἐφ᾽ ἑαυτῆς ἡ ἐνέργεια.

οὕτως καὶ ἐπὶ παντὸς ἔστιν ἐπιτηδεύματος τὸ ἴσον εἰπεῖν, τῇ σπουδῇ τοῦ περί τι πονοῦντος συναπολήγειν καὶ τὴν ἐνέργειαν *** ἐφ᾽ ἑαυτῆς δὲ οὐκ οὖσαν οὔτε ἐνεργοῦντός τινος τὴν προκειμένην ἑαυτῷ σπουδὴν οὔτε εἰ τῆς σπουδῆς ἀπολήξειε. τί οὖν λέγει εἶναι καθ᾽ ἑαυτὴν τὴν ἐνέργειαν τὴν οὔτε οὐσίαν οὖσαν οὔτε χαρακτῆρα οὔτε ὑπόστασιν; οὐκοῦν τοῦ ἀνυποστάτου αὐτὸν εἶπεν ὁμοίωμα· τὸ δὲ τῷ ἀνυπάρκτῳ ὅμοιον οὐδὲ αὐτὸ πάντως ἔστιν. αὕτη τῶν καινῶν δογμάτων ἡ τερατεία, τὸ πιστεύειν εἰς τὸ μὴ ὄν. τὸ γὰρ τῷ μὴ ὄντι ὅμοιον οὐκ ἔστι πάντως. ὦ Παῦλε καὶ Ἰωάννη καὶ ὁ λοιπὸς τῶν εὐαγγελιστῶν τε καὶ τῶν ἀποστόλων χορός, τίνες τῇ ὑμετέρᾳ φωνῇ τὰς ἰοβόλους γλώσσας ἑαυτῶν ἀνθοπλίζουσι; τίνες ταῖς οὐρανίαις ὑμῶν βρονταῖς τὰς βατραχώδεις ἑαυτῶν φωνὰς ἀντεγείρουσι; τί οὖν λέγει ὁ υἱὸς τῆς βροντῆς; Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. τί δὲ ὁ μετ᾽ ἐκεῖνον ἄλλος ἐκεῖνος, ὁ ἐντὸς τῶν οὐρανίων ἀδύτων γενόμενος, ὁ ἐν τῷ παραδείσῳ μυηθεὶς τὰ ἀπόρρητα;

Ὤν, φησίν, ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. τί μετὰ τούτους λέγει ὁ ἐγγαστρίμυθος; 〈σφραγίς〉, φησί, 〈τῆς ἐνεργείας τοῦ παντοκράτορος〉. τρίτον αὐτὸν μετὰ τὸν πατέρα ποιεῖ, τῇ ἀνυπάρκτῳ ἐκείνῃ ἐνεργείᾳ μεσιτευόμενον, μᾶλλον δὲ πρὸς τὸ δοκοῦν τῇ ἀνυπαρξίᾳ τυπούμενον. ἐνεργείας ἐστὶ σφραγὶς ὁ ἐν ἀρχῇ ὢν λόγος θεὸς καὶ τῇ ἀϊδιότητι τῆς ἀρχῆς τῶν ὄντων ἐνθεωρούμενος, ὁ μονογενὴς θεὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, ὁ τὰ σύμπαντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, ὁ ποιητὴς τῶν αἰώνων, ἐξ οὗ τὰ πάντα καὶ δι᾽ οὗ τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα, ὁ κατέχων τὸν γῦρον τῆς γῆς, ὁ διειληφὼς τὸν οὐρανὸν σπιθαμῇ, ὁ περιμετρῶν τῇ χειρὶ τὸ ὕδωρ, ὁ περιδεδραγμένος πάντων τῶν ὄντων, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, μᾶλλον δὲ ἐπιδών, ἵνα ποιήσῃ πᾶσαν τὴν οἰκουμένην ἑαυτοῦ ὑποπόδιον, τῷ ἴχνει τοῦ λόγου ἐντυπωθεῖσαν; 〈ἐνεργείας〉 ἐστὶ 〈σφραγὶς〉 ἡ μορφὴ τοῦ θεοῦ; οὐκοῦν ἐνέργειά ἐστιν ὁ θεός, οὐχ ὑπόστασις; καὶ μὴν αὐτὸ τοῦτο διερμηνεύων φησὶν ὁ Παῦλος, ὅτι χαρακτήρ ἐστιν οὐ τῆς ἐνεργείας, ἀλλὰ τῆς ὑποστάσεως. ἢ τὸ τῆς δόξης ἀπαύγασμα σφραγίς ἐστιν ἐνεργείας θεοῦ; ὢ τῆς ἀσεβοῦς ἀμαθίας. τί μέσον ἐστὶ τοῦ θεοῦ καὶ τῆς ἰδίας μορφῆς; τίνι δὲ μεσιτεύεται πρὸς τὸν χαρακτῆρα ἑαυτῆς ἡ ὑπόστασις; τί δὲ μεταξὺ νοεῖται τῆς δόξης καὶ τοῦ ἀπαυγάσματος;

ἀλλὰ τοιούτων καὶ τοσούτων ὄντων δι᾽ ὧν τὸ μεγαλεῖον ἀνακηρύσσεται τοῦ δεσπότου τῆς κτίσεως παρὰ τῶν πεπιστευμένων τὸ κήρυγμα, οἷα περὶ αὐτοῦ διεξέρχεται ὁ τῆς ἀποστασίας πρόδρομος; τί λέγει; 〈ὡς εἰκόνα〉, φησί, 〈καὶ σφραγῖδα πάσης τῆς τοῦ παντοκράτορος ἐνεργείας καὶ δυνάμεως〉. πῶς παραγράφεται τὰς τοῦ μεγάλου Παύλου φωνάς; ἐκεῖνός φησιν ὅτι θεοῦ δύναμίς ἐστιν ὁ υἱός, οὗτος δὲ αὐτὸν 〈σφραγῖδα〉 λέγει 〈δυνάμεως〉, οὐχὶ δύναμιν. καὶ πάλιν ἐπαναλαβὼν τὸν λόγον οἷα τοῖς εἰρημένοις προστίθησιν; 〈σφραγῖδα〉 λέγει 〈τῶν τοῦ πατρὸς ἔργων καὶ λόγων καὶ βουλευμάτων〉. ποίοις ἔργοις τοῦ πατρός ἐστιν ὅμοιος; τὸν κόσμον πάντως ἐρεῖ καὶ τὰ ἐν αὐτῷ πάντα. ἀλλὰ μὴν πάντα ταῦτα τοῦ μονογενοῦς ἔργα εἶναι τὸ εὐαγγέλιον ἐμαρτύρησε. ποίοις τοίνυν ἔργοις τοῦ πατρὸς ὁ υἱὸς ὡμοιώθη; τίνων ἐγένετο ἔργων σφραγίς; ποία δὲ γραφὴ σφραγῖδα τῶν πατρικῶν ἔργων αὐτὸν προσηγόρευσεν; εἰ δέ τις αὐτῷ καὶ τοῦτο δοίη, τὸ πλάσσειν τοὺς λόγους κατ᾽ ἐξουσίαν ὡς βούλεται, κἂν ἡ γραφὴ μὴ συντιθῆται, εἰπάτω ποῖα τοῦ πατρός ἐστιν ἔργα τῶν παρὰ τοῦ υἱοῦ γεγονότων κεχωρισμένα, ὧν σφραγῖδα λέγει τὸν υἱὸν γεγενῆσθαι. ἔργα τοῦ λόγου τὰ ὁρατὰ πάντα καὶ τὰ ἀόρατα· ἐν τοῖς ὁρωμένοις ὁ κόσμος ὅλος καὶ τὰ ἐν αὐτῷ πάντα, ἐν τοῖς ἀοράτοις ἡ ὑπερκόσμιος κτίσις.

ποῖα τοίνυν ὑπολείπεται ἔξω τῶν ὁρωμένων τε καὶ ἀοράτων ἔργα τοῦ πατρὸς ἐφ᾽ ἑαυτῶν θεωρούμενα, ὧν σφραγῖδα λέγει τὸν υἱὸν γεγενῆσθαι; ἢ τάχα πάλιν ἐπὶ τὸν δυσώδη τῆς αἱρέσεως ἔμετον ἐπανήξει στενοχωρούμενος καὶ λέξει ἔργον εἶναι τοῦ πατρὸς τὸν υἱόν; πῶς οὖν σφραγὶς γίνεται τῶν ἔργων τούτων ὁ υἱός, αὐτὸς ὤν, ὥς φησιν αὐτός, τὸ ἔργον; ἢ τὸν αὐτὸν λέγει καὶ ἔργον καὶ ἔργου ὁμοίωμα;

Δεδόσθω ταῦτα· εἰπάτω τὰ λοιπὰ ἔργα ὧν λέγει δημιουργὸν τὸν πατέρα, οἷς ὁ υἱὸς ὡμοιώθη, εἴπερ διὰ τῆς σφραγῖδος νοεῖ τὸ ὁμοίωμα. ποίους δὲ 〈λόγους〉 ἄλλους τοῦ πατρὸς οἶδεν ὁ Εὐνόμιος παρὰ τὸν ἀεὶ ἐν τῷ πατρὶ ὄντα λόγον, ὃν σφραγῖδα ὀνομάζει, τὸν κυρίως καὶ ἀληθῶς καὶ πρώτως ὄντα τε καὶ ὀνομαζόμενον λόγον; πρὸς ποῖα δὲ 〈βουλεύματα〉 βλέπει τῆς τοῦ θεοῦ σοφίας κεχωρισμένα, οἷς ὁμοιοῦται ἡ τοῦ θεοῦ σοφία, 〈σφραγὶς〉 γινομένη 〈τῶν βουλευμάτων〉; ὁρᾶτε τὸ ἀδιάκριτον καὶ ἀπερίσκεπτον καὶ τὸν συρφετὸν τοῦ λόγου, οἷα τοῦ μυστηρίου κατασκεδάζει, μήτε ἃ λέγει ἐπιστάμενος μήτε περὶ τίνος ποιεῖται τὸν λόγον. ὁ γὰρ ὅλον ἔχων ἐν ἑαυτῷ τὸν πατέρα καὶ ἐν τῷ πατρὶ ὅλος ὢν ὡς λόγος καὶ σοφία καὶ δύναμις καὶ ἀλήθεια καὶ χαρακτὴρ καὶ ἀπαύγασμα, αὐτός ἐστιν ἐν τῷ πατρὶ τὰ πάντα, οὐκ ἄλλων τινῶν ἐν τῷ πατρὶ πρὸ αὐτοῦ θεωρουμένων εἰκὼν γινόμενος καὶ σφραγὶς καὶ ὁμοίωμα.

Εἶτα χαρίζεται αὐτῷ 〈τὸν ἐπὶ Νῶε δι᾽ ὕδατος τῶν ἀνθρώπων ἀφανισμὸν καὶ τὴν ἐν Σοδόμοις τοῦ πυρὸς ἐπομβρίαν καὶ τῶν Αἰγυπτίων τὴν ἔνδικον τιμωρίαν, ὥς〉 τινα μεγάλα προσμαρτυρῶν τῷ ἐν τῇ χειρὶ ἔχοντι τὰ πέρατα τῆς οἰκουμένης, ἐν ᾧ τὰ πάντα συνέστηκε, καθώς φησιν ὁ ἀπόστολος, ὥσπερ οὐκ εἰδώς, ὅτι τῷ περιέχοντι τὰ πάντα καὶ πρὸς τὸ δοκοῦν ἄγοντί τε καὶ φέροντι τά τε ἤδη γεγενημένα καὶ τὰ ἐσόμενα οὐ τοσοῦτον προσθήκην ποιεῖ τῆς δόξης δύο ἢ τρία μνημονευθέντα θαύματα, ὅσον ἀφαίρεσιν καὶ ζημίαν ἡ τῶν λοιπῶν σιωπή. ἀλλὰ καὶ τούτων σιωπωμένων ἀρκεῖ ἡ μία τοῦ Παύλου φωνὴ περιληπτικῶς τὰ πάντα δι᾽ ἑαυτῆς ἐνδείξασθαι ἡ ἐπὶ πάντων αὐτὸν λέγουσα καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.

Εἶτα 〈νομοθετεῖ〉, φησί, 〈κατ᾽ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ〉. τίς ὁ αἰώνιός ἐστι θεὸς καὶ τίς ὁ ὑπουργῶν αὐτῷ περὶ τὴν τοῦ νόμου θέσιν; ἀλλὰ παντὶ δῆλον τοῦτό ἐστιν, ὅτι διὰ Μωϋσέως νομοθετεῖ ὁ θεὸς τοῖς δεχομένοις τὸν νόμον. αὐτοῦ δὲ τοῦ Εὐνομίου τὸν μονογενῆ θεὸν εἶναι ὁμολογοῦντος τὸν Μωϋσεῖ χρηματίζοντα πῶς ὁ παρὼν αὐτοῦ λόγος εἰς τὴν τοῦ Μωϋσέως τάξιν τὸν τοῦ παντὸς δεσπότην ἀντικαθίστησιν, τὸ δὲ τοῦ αἰωνίου θεοῦ σημαινόμενον τῷ πατρὶ ἀνατίθησι μόνῳ, ὡς τῇ πρὸς τὸν αἰώνιον διαστολῇ μὴ αἰώνιον, ἀλλὰ πρόσφατον τὸν μονογενῆ θεὸν ἀποδείκνυσθαι, τὸν ποιητὴν τῶν αἰώνων; ἀλλὰ καὶ ἐπιλελῆσθαί μοι δοκεῖ ὁ φιλομαθής τε καὶ μνήμων, ὅτι πάντα ταῦτα περὶ ἑαυτοῦ ὁ Παῦλός φησι, διαγγέλλων ἐν τοῖς ἀνθρώποις τοῦ εὐαγγελίου τὸ κήρυγμα κατ᾽ ἐπιταγὴν τοῦ θεοῦ. ἃ τοίνυν περὶ ἑαυτοῦ διεξέρχεται ὁ ἀπόστολος, ταῦτα ὁ Εὐνόμιος τῷ δεσπότῃ τῶν προφητῶν τε καὶ ἀποστόλων ἀνατιθεὶς οὐκ αἰσχύνεται, ἵνα ὁμότιμον καταστήσῃ τῷ Παύλῳ, τῷ ἰδίῳ δούλῳ, τὸν κύριον. καὶ τί με χρὴ τὰ καθ᾽ ἕκαστον διελέγχοντα πλῆθος ἐπεισάγειν τῷ λόγῳ; ἐν οἷς ὁ μὲν ἁπλούστερον ἐντυγχάνων τοῖς παρ᾽ αὐτοῦ γεγραμμένοις οἰήσεται τὰ συγκεχωρημένα παρὰ τῆς γραφῆς αὐτὸν λέγειν, ὁ δὲ ἐξεταστικῶς ἕκαστον ἀναπτύσσειν δυνάμενος ἀποδείξει μηδὲν τῆς αἱρετικῆς κακουργίας κεχωρισμένα.

λέγει γὰρ καὶ ὁ ἐκκλησιαστικὸς καὶ ὁ αἱρετικός, ὅτι Ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ, νοεῖ δὲ οὐχ ὁμοίως τὸ εἰρημένον ἑκάτερος· διὰ γὰρ τῶν αὐτῶν ῥημάτων ὁ μὲν ἐκκλησιαστικὸς τὴν ἐπὶ πάντων ἐξουσίαν νοεῖ, οὗτος δὲ κατασκευάζει τὸ ὑποδεές τε καὶ ὑποχείριον.