Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἀνατροπὴ τῆς Εὐνομίου ἐξομολογήσεως

Γρηγόριος ὁ Νύσσης

Η άκτιστη φύση και η ισοτιμία του Αγίου Πνεύματος

Ανασκευή των κακοδοξιών περί κτιστότητος και υποταγής του Πνεύματος, και επιβεβαίωση της ταυτότητας των θείων ιδιωμάτων Του με τα πρόσωπα του Πατρός και του Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 9 από 10

Καὶ περὶ μὲν τῆς εἰς τὸν υἱὸν βλασφημίας τοσαῦτα. ἴδωμεν δὲ καὶ ὅσα περὶ τοῦ ἁγίου πνεύματος διεξέρχεται. 〈μετὰ τοῦτον πιστεύομεν〉, φησίν, 〈εἰς τὸν παράκλητον, τὸ πνεῦμα τῆς ἀληθείας〉. ἐγὼ δὲ δῆλον οἶμαι πᾶσιν εἶναι τοῖς ἐντυγχάνουσιν, πρὸς ὅ τι βλέπων παρατρέπει τὴν ὑπὸ τοῦ κυρίου παραδοθεῖσαν τῆς πίστεως ἔκθεσιν, ἐν τοῖς περὶ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς λόγοις τῆς ἀτοπίας ταύτης ἀπελεγχθείσης· ὅμως δὲ καὶ νῦν δι᾽ ὀλίγων τὸν σκοπὸν αὐτοῦ τῆς κακουργίας φανερὸν καταστῆσαι πειράσομαι. ὡς γὰρ ἐκεῖ πατέρα οὐκ εἶπεν, ἵνα μὴ τῇ ἀϊδιότητι τοῦ πατρὸς τὸν υἱὸν συνενδείξηται, οὐδὲ τὸν υἱὸν ὠνόμασεν, ἵνα μὴ τὴν κατὰ φύσιν οἰκειότητα τῇ φωνῇ ταύτῃ συμπαραστήσῃ, οὕτω καὶ νῦν οὐ λέγει πνεῦμα ἅγιον, ἵνα μὴ τὸ μεγαλεῖον τῆς δόξης αὐτοῦ καὶ τὸ κατὰ πάντα ἡνωμένον πατρί τε καὶ υἱῷ διὰ τοῦ ὀνόματος τούτου συνομολογήσῃ.

ἐπειδὴ γὰρ τῷ πατρὶ καὶ τῷ υἱῷ κατὰ τὸ ἴσον ἥ τε τοῦ πνεύματος καὶ ἡ τοῦ ἁγίου κλῆσις παρὰ τῆς γραφῆς ἐφαρμόζεται (Πνεῦμα γὰρ ὁ θεός, καὶ Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς κύριος, καὶ Ἅγιος κύριος ὁ θεός, καὶ Εἷς ἅγιος, εἷς κύριος Ἰησοῦς Χριστός), ἵνα μή τις γένηται τοῖς ἀκούουσιν ἁγίου πνεύματος εὐσεβὴς διὰ τούτων ὑπόληψις ἡ διὰ τὸ κοινωνεῖν τῷ πατρί τε καὶ τῷ υἱῷ τῆς ἐνδόξου κλήσεως ἐγγινομένη, τούτου χάριν παρακρουσάμενος τὴν ἀκοὴν τῶν ἀνοήτων τῆς παρὰ τοῦ θεοῦ προεκτεθείσης πίστεως ἐν τῇ παραδόσει τοῦ μοστηρίου ὑπαλλάσσει τὰ ῥήματα, ὥσπερ ὁδοποιήσας διὰ τῆς ἀκολουθίας ταύτης ἑαυτῷ τὴν κατὰ τοῦ πνεύματος τοῦ ἁγίου ἀσέβειαν. εἰ γὰρ εἶπεν ὅτι πιστεύομεν εἰς τὸ πνεῦμα τὸ ἅγιον, πνεῦμα δὲ ὁ θεός, ὑπέκρουσεν ἂν ὁ τὰ θεῖα πεπαιδευμένος ὅτι, εἰ χρὴ πιστεύειν εἰς τὸ πνεῦμα τὸ ἅγιον, πνεῦμα δὲ ὁ θεὸς ὀνομάζεται, οὐκ ἄλλο τι κατὰ τὴν φύσιν ἐστὶν ἢ ἐκεῖνο πάντως, ὃ διὰ τῶν αὐτῶν ὀνομάτων κυρίως κατονομάζεται. ὅσα γὰρ οὐ ψευδῶς οὐδὲ ἐκ καταχρήσεως, ἀλλὰ κυρίως ὑπὸ τῶν αὐτῶν ὀνομάτων δηλοῦται, τούτων ἀνάγκη πᾶσα μίαν καὶ τὴν αὐτὴν ὁμολογεῖσθαι φύσιν τὴν τοῖς αὐτοῖς σημαινομένην ὀνόμασι. διὰ ταῦτα σιωπήσας τὴν παρὰ τοῦ κυρίου νομοθετηθεῖσαν ἐν τῇ πίστει φωνὴν 〈πιστεύομεν〉, φησίν, 〈εἰς τὸν παράκλητον〉.

ἐγὼ δὲ καὶ αὐτὸ τοῦτο τὸ ὄνομα κοινὸν ἔμαθον εἶναι παρὰ τῆς θεοπνεύστου γραφῆς πατρός τε καὶ υἱοῦ καὶ πνεύματος ἁγίου. ὁ γὰρ υἱὸς ἐπίσης ἑαυτόν τε καὶ τὸ πνεῦμα τὸ ἅγιον ὀνομάζει παράκλητον· ὁ δὲ πατὴρ δι᾽ ὧν ἐνεργεῖ τὴν παράκλησιν, οἰκειοῦται πάντως τοῦ παρακλήτου τὸ ὄνομα. οὐ γὰρ δὴ τὸ ἔργον ποιῶν τοῦ παρακλήτου ἀπαξιοῖ τοῦ ἔργου τὸ ὄνομα. ὅ τε γὰρ Δαβὶδ πρὸς τὸν πατέρα φησὶν ὅτι Σὺ κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με, καὶ ὁ μέγας ἀπόστολος τὰ αὐτὰ περὶ τοῦ πατρὸς διεξέρχεται λέγων Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν· τὸν δὲ υἱὸν ὁ Ἰωάννης ἐν μιᾷ τῶν καθολικῶν ἐπιστολῶν διαρρήδην ὀνομάζει παράκλητον. καὶ αὐτὸς δὲ ὁ κύριος δι᾽ ὧν εἶπε καὶ ἄλλον παράκλητον ἡμῖν ἀποσταλήσεσθαι, περὶ τοῦ πνεύματος λέγων, ἐφ᾽ ἑαυτοῦ πάντως τὸ ὄνομα τοῦτο προωμολόγησε. διπλῆς δὲ οὔσης τῆς τοῦ παρακαλεῖν σημασίας, μιᾶς μὲν διὰ τῶν τιμητικῶν ῥημάτων τε καὶ σχημάτων, ὑπὲρ ὧν, ἄν τινος δεόμενοι τύχωμεν, εἰς συμπάθειαν αὐτὸν ἐπαγόμεθα, ἑτέρας δὲ τῆς θεραπευτικῆς τῶν ψυχικῶν τε καὶ σωματικῶν παθημάτων ἐπινοίας, τῶν καθ᾽ ἑκάτερον σημαινομένων ἐπίσης ἡ ἁγία γραφὴ προσμαρτυρεῖ τῇ θείᾳ φύσει τοῦ παρακλήτου τὴν ἔννοιαν.

νῦν μὲν γὰρ ὁ Παῦλος τὴν ἰατικὴν ἡμῶν τοῦ θεοῦ δύναμιν διὰ τῆς παρακλήσεως ἡμῶν παρίστησι λέγων Ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ἐν τῇ παρουσίᾳ Τίτου, πάλιν δὲ κατὰ τὴν ἑτέραν διάνοιαν πρὸς τοὺς Κορινθίους γράφων ταῦτα διέξεισιν ὅτι Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ θεῷ.

Τούτων οὖν οὕτως ἐχόντων, ὅπως ἂν ἐπὶ τοῦ πνεύματος νοήσῃς τοῦ παρακλήτου τὸ ὄνομα, τῆς τοῦ πατρός τε καὶ τοῦ υἱοῦ κοινωνίας καθ᾽ ἑκάτερον τῶν σημαινομένων οὐκ ἀποστήσεις. οὔκουν ἐν τῷ μέρει τούτῳ οὐδὲ βουλόμενος κατασμικρύνειν τὴν τοῦ ἁγίου πνεύματος δόξαν δεδύνηται, ἐκεῖνο προσμαρτυρῶν αὐτῷ, ὅπερ καὶ τῷ πατρὶ καὶ τῷ υἱῷ παρὰ τῆς ἁγίας γραφῆς ἀνατίθεται. 〈πνεῦμα〉 δὲ ἀληθείας εἰπὼν ὁ Εὐνόμιος αὐτὸς μέν, ὡς οἶμαι, τὸ ὑποχείριον ἠβουλήθη διὰ τῆς τοιαύτης παραστῆσαι φωνῆς, ἐπειδὴ ἀλήθεια μὲν ὁ Χριστός ἐστιν, ἐκεῖνο δὲ πνεῦμα ἀληθείας ὠνόμασεν, ὡς εἴ τις λέγοι κτῆμα εἶναι τῆς ἀληθείας καὶ ὑποχείριον, οὐκ εἰδὼς ὅτι δικαιοσύνη ὁ θεὸς λέγεται καὶ οὐ δήπου κτῆμα τῆς δικαιοσύνης τὸν θεὸν ἐνοήσαμεν. ὥστε καὶ τὸ πνεῦμα τῆς ἀληθείας μαθόντες τὴν θεοπρεπῆ διάνοιαν παρὰ τῆς φωνῆς ἐδεξάμεθα, τῷ ἐπαχθέντι λόγῳ πρὸς τὸ κρεῖττον χειραγωγούμενοι. εἰπὼν γὰρ ὁ κύριος τὸ πνεῦμα τῆς ἀληθείας εὐθὺς ἐπήγαγεν “ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται„, ὅπερ οὐδενὶ τῶν ἐν τῇ κτίσει νοουμένων ἡ φωνὴ τοῦ κυρίου προσεμαρτύρησεν, οὐ τοῖς ὁρωμένοις, οὐ τοῖς ἀοράτοις, οὐ θρόνοις, οὐκ ἀρχαῖς, οὐκ ἐξουσίαις, οὐ κυριότησιν, οὐκ ἄλλῳ τινὶ ὀνομαζομένῳ ὀνόματι οὔτε ἐν τῷ αἰῶνι τούτῳ οὔτε ἐν τῷ μέλλοντι. οὗ τοίνυν πᾶσα ἡ κτίσις ἐστὶν ἀμέτοχος, δῆλον ἂν εἴη πάντως ὅτι τοῦτο τῆς ἀκτίστου φύσεως ἴδιόν ἐστι καὶ ἐξαίρετον.

οὗτος δὲ πιστεύειν κελεύει εἰς 〈τὸν καθηγητὴν τῆς εὐσεβείας〉. οὐκοῦν πιστευέτω εἰς τὸν Παῦλόν τε καὶ Βαρνάβαν καὶ Τίτον καὶ Σιλουανὸν καὶ Τιμόθεον καὶ πάντας ἐκείνους, δι᾽ ὧν πρὸς τὴν πίστιν καθωδηγήθημεν. εἰ γὰρ τὸ καθηγούμενον εἰς εὐσέβειαν μετὰ πατρὸς καὶ υἱοῦ πιστεύεσθαι χρή, πάντες οἱ προφῆται καὶ νομοθέται καὶ πατριάρχαι κήρυκές τε καὶ εὐαγγελισταὶ καὶ ἀπόστολοι ποιμένες τε καὶ διδάσκαλοι ὁμοτίμως ἔχουσι πρὸς τὸ πνεῦμα τὸ ἅγιον, καθηγηταὶ τοῖς μετ᾽ ἐκείνους τῆς εὐσεβείας γενόμενοι. 〈Γενόμενος〉, φησί, 〈ὑπὸ τοῦ μόνου θεοῦ διὰ τοῦ μονογενοῦς〉. ἀνακεφαλαιοῦται πᾶσαν αὑτοῦ τὴν ἀσέβειαν διὰ τῶν εἰρημένων· πάλιν μόνον θεὸν τὸν πατέρα κατονομάζει, ὀργάνῳ κεχρημένον τῷ μονογενεῖ πρὸς τὴν κατασκευὴν τοῦ πνεύματος. ποίαν εὑρὼν ἐκ τῆς γραφῆς σκιὰν τοῦ τοιούτου νοήματος ταῦτα τολμᾷ; ἐκ ποίας ἀρχῆς δι᾽ ἀκολούθου πρὸς τὸ τοιοῦτο πέρας προήγαγε τὴν ἀσέβειαν; τίς τῶν εὐαγγελιστῶν φησι, τίς ἀπόστολος, τίς προφήτης; πᾶν μὲν οὖν τοὐναντίον πᾶσα γραφὴ θεόπνευστος ἡ διὰ τῆς ἐπιπνοίας τοῦ πνεύματος ἀναγραφεῖσα μαρτυρεῖ τῷ πνεύματι τὴν θεότητα, οἷον (κρεῖττον γὰρ δι᾽ αὐτῶν τῶν μαρτυριῶν ἀποδεῖξαι τὸν λόγον) οἱ λαβόντες ἐξουσίαν τοῦ τέκνα θεοῦ γενέσθαι μαρτυροῦσι τῷ πνεύματι τὴν θεότητα. τίς γὰρ ἀγνοεῖ τὴν τοῦ κυρίου φωνήν, ὅτι οἱ ἐκ τοῦ πνεύματος γεννηθέντες θεοῦ τέκνα εἰσίν;

οὕτω γὰρ διαρρήδην μαρτυρεῖ τῷ ἁγίῳ πνεύματι τῶν τοῦ θεοῦ τέκνων τὴν γέννησιν εἰπὼν ὅτι, ὥσπερ τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, οὕτω καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. ὅσοι δὲ ὑπὸ τοῦ πνεύματος ἐγεννήθησαν, θεοῦ τέκνα προσηγορεύθησαν. οὕτω καὶ τοῦ κυρίου διὰ τοῦ προσφυσήματος δεδωκότος τοῖς μαθηταῖς τὸ πνεῦμα τὸ ἅγιον, φησὶν ὁ Ἰωάννης Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. ἐν αὐτῷ δὲ κατοικεῖν τὸ πλήρωμα τῆς θεότητος ὁ μέγας Παῦλος διαμαρτύρεται, ἀλλὰ καὶ ἔτι διὰ τοῦ προφήτου Ἠσαΐου περὶ τῆς γενομένης αὐτῷ θεοφανείας, ὅτε εἶδε τὸν καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, ἡ μὲν ἀρχαιοτέρα παράδοσις τὸν πατέρα εἶναι λέγει τὸν ὀφθέντα, ὁ δὲ εὐαγγελιστὴς Ἰωάννης εἰς τὸν κύριον ἀναφέρει τὴν προφητείαν, λέγων περὶ τῶν μὴ πεπιστευκότων Ἰουδαίων τὰς τῷ προφήτῃ ῥηθείσας περὶ τοῦ κυρίου φωνὰς ὅτι Ταῦτα εἶπεν Ἠσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ.

ὁ δὲ μέγας Παῦλος τῷ ἁγίῳ πνεύματι τὸν αὐτὸν τοῦτον λόγον προσεμαρτύρησεν ἐν τῇ γενομένῃ αὐτῷ πρὸς τοὺς Ἰουδαίους κατὰ τὴν Ῥώμην δημηγορίᾳ, ὅτε φησὶ Καλῶς εἶπε περὶ ὑμῶν τὸ πνεῦμα τὸ ἅγιον ὅτι Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, δεικνὺς ὡς οἶμαι δι᾽ αὐτῆς τῆς ἁγίας γραφῆς, ὅτι πᾶσα ὀπτασία θειοτέρα καὶ πᾶσα θεοφάνεια καὶ πᾶς λόγος ἐκ προσώπου θεοῦ λεγόμενος ἐπὶ τοῦ πατρὸς νοεῖται καὶ ἐπὶ τοῦ υἱοῦ καὶ ἐπὶ τοῦ πνεύματος τοῦ ἁγίου. διὰ τοῦτο τοῦ Δαβὶδ εἰπόντος ὅτι Παρώργισαν τὸν θεὸν ἐν τῇ ἐρήμῳ καὶ παρώξυναν αὐτὸν ἐν γῇ ἀνύδρῳ, ὁ ἀπόστολος εἰς τὸ πνεῦμα τὸ ἅγιον ἀναφέρει τὰ παρὰ τῶν Ἰσραηλιτῶν κατὰ τοῦ θεοῦ γεγενημένα, οὕτω γράψας τῷ ῥήματι· Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, καὶ τὰ ἄλλα πάντα τῷ προσώπῳ τοῦ ἁγίου πνεύματος ἀνατίθησιν, ὅσα ἡ προφητεία πρὸς θεὸν ἀναφέρει. οἱ δὲ τρεῖς ἡμῖν θεοὺς διὰ τῶν τοιούτων ἐπιθρυλοῦντες δογμάτων οὔπω τάχα οὐδὲ ἀριθμεῖν ἐδιδάχθησαν. εἰ γὰρ ὁ υἱὸς καὶ ὁ πατὴρ οὐ μερίζονται ἀπ᾽ ἀλλήλων εἰς δυϊκὴν σημασίαν (ἓν γάρ εἰσι καὶ οὐχὶ δύο κατὰ τὴν τοῦ κυρίου φωνήν), ἓν δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον, πῶς τὸ ἓν τῷ ἑνὶ συντιθέμενον εἰς τριῶν θεῶν ἀριθμὸν διασχίζεται;

ἢ δῆλον πάντως ἐστὶν ὅτι οὐκ ἄν τις ἐπικαλέσειεν ἡμῖν τριῶν θεῶν ἀριθμόν, μὴ πρότερον αὐτὸς θεῶν δυάδα ἐν τῷ ἰδίῳ δόγματι κατασκευάζων. τοῖς γὰρ δύο τὸ ἓν συντιθέμενον τὴν τριάδα τῶν θεῶν ἀπεργάζεται. παρ᾽ ὧν δὲ εἷς προσκυνεῖται θεὸς ἐπ᾽ ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ πνεύματος ἁγίου, ποίαν ἔχει χώραν ἡ τῶν τριῶν θεῶν κατηγορία;

Ἀλλ᾽ ἐπαναλάβωμεν πάντα τοῦ Εὐνομίου τὸν λόγον. 〈γενόμενος〉, φησί, 〈παρὰ τοῦ μόνου θεοῦ διὰ τοῦ μονογενοῦς [καὶ τοῦτο〉]. τίς οὖν ἡ ἀπόδειξις τοῦ καὶ τοῦτο ἐν τῶν παρὰ τοῦ μονογενοῦς γεγονότων εἶναι; πάντα δι᾽ αὐτοῦ γεγενῆσθαι πάντως ἐροῦσιν, ἐν δὲ τοῖς πᾶσι συμπεριειλῆφθαι καὶ τοῦτο. πρὸς οὓς ἐροῦμεν ὅτι Πάντα δι᾽ αὐτοῦ ἐγένετο, ὅσα ἐγένετο, ἐγένετο δέ, καθὼς ὁ Παῦλός φησιν, ὁρατά τε καὶ ἀόρατα, θρόνοι ἀρχαὶ ἐξουσίαι κυριότητες δυνάμεις, ἐν δὲ τοῖς ἀπηριθμημένοις διὰ τῶν θρόνων τε καὶ τῶν δυνάμεων τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ ὑπὸ τοῦ Παύλου κατείλεκται. ἕως τούτου τὰ πάντα. τὸ δὲ πνεῦμα τὸ ἅγιον ὡς ὑπὲρ τὴν φύσιν τῶν γεγονότων ἐν τῇ ἀπαριθμήσει τῶν ὄντων ὁ Παῦλος ἀπεσιώπησεν, οὔτε τὸ γενέσθαι οὔτε τὸ ὑποτετάχθαι διὰ τῶν ἑαυτοῦ λόγων ἡμῖν ἐνδειξάμενος· ἀλλ᾽ ὥσπερ ὁ προφήτης ἀγαθὸν καὶ εὐθὲς καὶ ἡγεμονικὸν ὀνομάζει τὸ πνεῦμα τὸ ἅγιον, διὰ τοῦ ἡγεμονικοῦ τὸ ἀρχικὸν ἐνδεικνύμενος, οὕτω καὶ ὁ ἀπόστολος πάντα ἐν πᾶσιν ἐνεργεῖν καθὼς βούλεται διοριζόμενος τὴν αὐθεντικὴν ἐξουσίαν προσμαρτυρεῖ τῇ ἀξίᾳ τοῦ πνεύματος. ὁ δὲ κύριος τὴν αὐτεξούσιον αὐτοῦ δύναμίν τε καὶ ἐνέργειαν ἐν τῷ πρὸς Νικόδημον λόγῳ φανερὰν ποιεῖ λέγων ὅτι Τὸ πνεῦμα ὅπου θέλει πνεῖ.

πῶς οὖν ὁ Εὐνόμιος ἓν καὶ τοῦτο τῶν γεγονότων εἶναι παρὰ τοῦ υἱοῦ διορίζεται, τῇ ἀϊδίῳ ὑποταγῇ καταδεδικασμένον; 〈καθάπαξ γάρ〉, φησίν, 〈ὑποτεταγμένον〉, οὐκ οἶδα ποίῳ τῆς ὑποταγῆς εἴδει τὸ ἡγεμονικόν τε καὶ ἀρχικὸν ὑποζεύξας. πολύσημος γὰρ ἡ τοιαύτη φωνὴ παρὰ τῇ ἁγίᾳ γραφῇ καὶ πολυτρόπως νοουμένη καὶ λεγομένη. καὶ γὰρ καὶ τὴν ἄλογον φύσιν ὑποτετάχθαι φησὶν ὁ προφήτης, καὶ τοὺς ἐν πολέμῳ κεκρατημένους τῷ αὐτῷ ὑπάγει ὀνόματι, καὶ Δούλους τοῖς ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, νομοθετεῖ ὁ ἀπόστολος, καὶ τὰ τέκνα ἐν ὑποταγῇ ἔχειν τοὺς τῆς ἱερωσύνης προεστηκότας διακελεύεται, ὡς τῆς γινομένης παρ᾽ αὐτῶν ἀταξίας καθ᾽ ὁμοιότητα τῶν Ἠλεὶ τοῦ ἱερέως παίδων εἰς τοὺς πατέρας διαβαινούσης. ἀλλὰ καὶ πάντων τῶν ἀνθρώπων τὴν πρὸς τὸν θεὸν ὑποταγήν, ὅταν ἑνωθέντες οἱ πάντες ἀλλήλοις διὰ τῆς πίστεως ἓν σῶμα τοῦ κυρίου τοῦ ἐν πᾶσιν ὄντος γενώμεθα, τοῦ υἱοῦ πρὸς τὸν πατέρα ὑποταγὴν ὁ ἀπόστολος λέγει, τῆς παρὰ πάντων ὁμοθυμαδὸν γινομένης τῷ υἱῷ προσκυνήσεως παρά τε τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων καὶ τῶν καταχθονίων εἰς τὴν τοῦ πατρὸς δόξαν διαβαινούσης, οὕτως εἰπόντος τοῦ Παύλου ὅτι Αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.

οὗ γενομένου τὸν ἐν πᾶσιν ὄντα υἱὸν διὰ τῆς τῶν πάντων ἐν οἷς ἐστιν ὁ υἱὸς ὑποταγῆς αὐτὸν ὑποτάσσεσθαι τῷ πατρὶ ἡ μεγάλη τοῦ Παύλου διαβεβαιοῦται σοφία. τίνα οὖν ἐπιθρυλεῖ τῷ πνεύματι τὴν 〈καθάπαξ ὑποταγὴν〉 ὁ Εὐνόμιος, οὐκ ἔστιν ἐκ τῆς προσριφείσης παρ᾽ αὐτοῦ διδαχθῆναι φωνῆς, τῶν ἀλόγων ἢ τῶν αἰχμαλώτων ἢ τῶν οἰκετῶν ἢ τῶν σωφρονιζομένων τέκνων ἢ τῶν διὰ τῆς ὑποταγῆς σῳζομένων. ἡ γὰρ πρὸς τὸν θεὸν τῶν ἀνθρώπων ὑποταγὴ σωτηρία τοῖς ὑποτασσομένοις ἐστὶ κατὰ τὴν τοῦ προφήτου φωνήν, ἥ φησιν ὑποτάσσεσθαι τῷ θεῷ τὴν ψυχήν, ἐπειδὴ παρ᾽ αὐτοῦ γίνεται διὰ τῆς ὑποταγῆς τὸ σωτήριον, ὡς εἶναι τὴν ὑποταγὴν τῆς ἀπωλείας ἀλεξητήριον. ὥσπερ τοίνυν ἡ ἰατρικὴ τοῖς νοσοῦσι σπουδάζεται, οὕτω καὶ ἡ ὑποταγὴ τοῖς δεομένοις τῆς σωτηρίας. τὸ δὲ πνεῦμα τὸ ἅγιον τὸ ζωοποιοῦν τὰ πάντα ποίας ἐνδεές ἐστι ζωῆς, ἵνα διὰ τῆς ὑποταγῆς τὴν σωτηρίαν ἑαυτῷ κατακτήσηται; ἐπειδὴ τοίνυν οὔτε ἀπό τινος θείας φωνῆς τὸ τοιοῦτον ἐπιθρυλεῖν ἔχει τῷ πνεύματι οὔτε ἐκ τῆς τῶν εἰκότων λογισμῶν ἀκολουθίας ταύτην κατὰ τοῦ ἁγίου πνεύματος τὴν βλασφημίαν προήκατο, δῆλον ἂν εἴη τοῖς γε νοῦν ἔχουσιν, ὅτι ἀσυνηγόρητον ἐκτίθεται κατ᾽ αὐτοῦ τὴν ἀσέβειαν, οὔτε μαρτυρίᾳ τινὶ γραφικῇ οὔτε μὴν ἀκολουθίᾳ λογισμῶν κρατυνομένην.

Προστίθησι δὲ τούτοις ὅτι 〈οὔτε κατὰ τὸν πατέρα οὔτε τῷ πατρὶ συναριθμούμενος· εἷς γάρ ἐστι καὶ μόνος πατὴρ ὁ ἐπὶ πάντων θεός, οὔτε τῷ υἱῷ συνεξισούμενος· μονογενὴς γάρ ἐστιν ὁ υἱὸς οὐδένα ἔχων ὁμογενῆ〉. ἐγὼ μὲν εἴ γε τοῦτο μόνον τῷ λόγῳ προσέθηκε, τὸ μὴ εἶναι πατέρα τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον, μάταιον καὶ οὕτως 〈ἂν〉 ᾤμην τοῖς παρὰ μηδενὸς ἀμφισβητουμένοις ἐμφιλοχωρεῖν, ἐκεῖνα περὶ αὐτοῦ νοεῖν κωλύοντα, ἅπερ οὐδ᾽ ἂν τῶν ἄγαν τις ἀνοήτων ὑπονοήσειεν. ἐπειδὴ δὲ διὰ τῶν ἀνοικείων τε καὶ ἀπροσκόλλων κατασκευάζειν ἐπιχειρεῖ τὴν ἀσέβειαν, δι᾽ ὧν μὴ εἶναι λέγει τοῦ μονογενοῦς πατέρα τὸ πνεῦμα τὸ ἅγιον, διὰ τούτων ἀποδεικνύειν οἰόμενος τὸ εἶναι ὑποτεταγμένον καὶ ὑποχείριον, τούτου χάριν εἰς ἔλεγχον τῆς ἀνοίας αὐτοῦ τῶν ῥημάτων τούτων τὴν μνήμην ἐποιησάμην, ὃς οἴεται ἀποδεικνύειν ὑποτεταγμένον τῷ πατρὶ τὸ πνεῦμα, διότι οὐκ ἔστι πατὴρ τοῦ μονογενοῦς τὸ πνεῦμα. ἐκ ποίας γὰρ τὸ τοιοῦτον ἀνάγκης κατασκευάζεται ὡς, εἰ μὴ πατὴρ εἴη, καὶ ὑποτετάχθαι πάντως; εἰ μὲν οὖν ἀποδέδεικτο ταὐτὸν εἶναι τῷ σημαινομένῳ πατέρα καὶ τύραννον, ἀκόλουθον ἦν περὶ τὸν πατέρα νοηθείσης τῆς τυραννίδος ὑποτετάχθαι λέγειν τὸ πνεῦμα τῷ κατὰ τὴν ἐξουσίαν προέχοντι.

εἰ δὲ διὰ τοῦ πατρὸς ἡ πρὸς τὸν υἱὸν σχέσις νοεῖται μόνη, οὐδὲν δὲ τυραννικὸν καὶ ἐξουσιαστικὸν νόημα διὰ ταύτης τῆς φωνῆς παρεισάγεται, πῶς ἀκολουθεῖ τῷ μὴ εἶναι πατέρα τοῦ υἱοῦ τὸ ὑποτετάχθαι τὸ πνεῦμα; 〈οὔτε τῷ υἱῷ〉, φησί, 〈συνεξισούμενον〉. πῶς ταῦτά φησι; τὸ γὰρ 〈ἄφθαρτ〉όν τε καὶ ἄτρεπτον καὶ κακοῦ παντὸς ἀνεπίδεκτον καὶ ἀεὶ ὡσαύτως ἐν τῷ ἀγαθῷ διαμένον οὐδεμίαν ἔχει παραλλαγὴν ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος. ἐπίσης γὰρ τὸ τοῦ πνεύματος ἄφθαρτον τῆς φθορᾶς ἠλλοτρίωται καὶ τὸ τῇ φύσει ἀγαθὸν ὡσαύτως τοῦ ἐναντίου κεχώρισται καὶ τὸ ἐν παντὶ ἀγαθῷ τέλειον ὁμοίως ἀνενδεῶς ἔχει τοῦ πλείονος. ταῦτα δὲ πάντα λέγειν περὶ τοῦ πνεύματος ἡ θεόπνευστος διδάσκει γραφή, ἀγαθὸν καὶ σοφὸν καὶ ἄφθαρτον καὶ ἀθάνατον καὶ πάντα τὰ ὑψηλὰ καὶ [τὰ] θεοπρεπῆ νοήματά τε καὶ ὀνόματα προσμαρτυροῦσα τῷ πνεύματι. εἰ οὖν ἐν οὐδενὶ τούτων ἠλάττωται, [ἐν] τίνι τὸ ἄνισον τοῦ υἱοῦ καὶ τοῦ πνεύματος διαμετρεῖ ὁ Εὐνόμιος; 〈Μονογενὴς γάρ ἐστι〉, φησίν, ὁ 〈υἱός, οὐδένα ἔχων ἀδελφὸν ὁμογενῆ〉. ἀλλὰ περὶ τοῦ μὴ δεῖν μετὰ ἀδελφῶν νοεῖν τὸν μονογενῆ ἐν τῷ λόγῳ τῷ περὶ τοῦ πρωτοτόκου πάσης κτίσεως διειλήφαμεν. τὸ δὲ παρὰ τούτου νῦν διὰ κακουργίας προσριφὲν τῷ λόγῳ προσήκει μὴ παραδραμεῖν ἀνεξέταστον.

τοῦ γὰρ ἐκκλησιαστικοῦ δόγματος μίαν ἐν πατρί τε καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ δύναμίν τε καὶ ἀγαθότητα καὶ οὐσίαν καὶ δόξαν καὶ πάντα τὰ τοιαῦτα κηρύσσοντος πλὴν τῆς κατὰ τὰς ὑποστάσεις διαφορᾶς, οὗτος ὅταν μὲν βούληται κοινοποιῆσαι πρὸς τὴν κτίσιν τοῦ μονογενοῦς τὴν οὐσίαν, πρωτότοκον αὐτὸν λέγει πάσης τῆς κτίσεως κατὰ τὴν προαιώνιον ὕπαρξιν, ἀδελφὰ τοῦ κυρίου πάντα τὰ ἐν τῇ κτίσει νοούμενα διὰ τῆς φωνῆς ταύτης εἶναι ἀποφαινόμενος· ὁ γὰρ πρωτότοκος οὐ τῶν ἑτερογενῶν, ἀλλὰ τῶν ὁμογενῶν πάντως ἐστὶ πρωτότοκος· ὅταν δὲ τῆς πρὸς τὸν υἱὸν συναφείας ἀποσχίζῃ τὸ πνεῦμα, μονογενῆ αὐτὸν λέγει, μὴ ἔχοντα ἀδελφὸν ὁμογενῆ, οὐχ ἵνα ἄνευ ἀδελφῶν αὐτὸν νοήσῃ, ἀλλ᾽ ἵνα διὰ τούτου κατασκευάσῃ περὶ τοῦ πνεύματος τὸ κατὰ τὴν οὐσίαν ἀλλότριον. τὸ μὲν γὰρ μὴ λέγειν “ἀδελφὸν„ τὸ πνεῦμα τὸ ἅγιον παρὰ τῆς γραφῆς μεμαθήκαμεν· τὸ δὲ μὴ δεῖν 〈ὁμογενὲς〉 τῷ υἱῷ λέγειν τὸ πνεῦμα οὐδαμόθεν ἐκ τῶν θείων ἀποδείκνυται λόγων.

εἰ γὰρ ἡ ζωοποιὸς δύναμις ἐν πατρὶ καὶ υἱῷ ἀποδείκνυται καὶ πνεύματι ἁγίῳ κατὰ τὴν τοῦ εὐαγγελίου φωνήν, εἰ τὸ ἄφθαρτόν τε καὶ ἄτρεπτον καὶ τὸ κακοῦ παντὸς ἀνεπίδεκτον, εἰ τὸ ἀγαθὸν καὶ τὸ εὐθὲς καὶ τὸ ἡγεμονικὸν καὶ τὸ πάντα ἐν πᾶσιν ἐνεργοῦν καθὼς βούλεται, εἰ πάντα τὰ τοιαῦτα ὡσαύτως ἔστιν ἰδεῖν ἐπὶ πατρός τε καὶ υἱοῦ καὶ πνεύματος ἁγίου, πῶς ἔστι διὰ τῆς ἐν τούτοις ταὐτότητος τὸ ἑτερογενὲς ἐννοῆσαι; οὐκοῦν τὸ μὴ δεῖν ἀδελφότητά τινα περὶ τὸν μονογενῆ θεωρεῖν ὁ τῆς εὐσεβείας συντίθεται λόγος, τὸ δὲ μὴ εἶναι τῷ υἱῷ ὁμογενὲς τὸ πνεῦμα, τῷ εὐθεῖ τὸ εὐθές, τῷ ἀγαθῷ τὸ ἀγαθόν, τῷ ζωοποιῷ τὸ ζωοποιόν, τοῦτο τῆς αἱρετικῆς κακουργίας ἐκ τῆς τοῦ λόγου ἀκολουθίας σαφῶς ἀποδέδεικται. τί οὖν διὰ τούτων κολοβοῦται ἡ μεγαλειότης τοῦ πνεύματος; οὐδὲν γάρ ἐστι τὸ πλεονασμὸν ἢ ὕφεσιν ἐμποιῆσαι δυνάμενον ἐκ τῶν θεοπρεπῶν νοημάτων, ὧν πάντων κατὰ τὸ ἴσον ἐπιλεγομένων τῷ τε υἱῷ καὶ τῷ πνεύματι παρὰ τῆς ἁγίας γραφῆς ἐν τίνι βλέπει τὸ ἄνισον οὐκ ἂν εἰπεῖν ἔχοι. ἀλλὰ γυμνὴν καὶ ἀκατάσκευον καὶ μηδεμιᾶς ἠρτημένην ἀκολουθίας τὴν κατὰ τοῦ ἁγίου πνεύματος προφέρει ἀσέβειαν. 〈Οὔτε μὴν ἄλλῳ〉, φησί, 〈τινὶ συντασσόμενον· ἁπάντων γὰρ ἀναβέβηκε τῶν διὰ τοῦ υἱοῦ γενομένων ποιημάτων γενέσει καὶ φύσει καὶ δόξῃ καὶ γνώσει, ὡς πρῶτον ἔργον καὶ κράτιστον τοῦ μονογενοῦς μέγιστόν τε καὶ κάλλιστον〉.

ἐγὼ δὲ τὸ μὲν ἀπαίδευτον καὶ συρφετῶδες τῆς λέξεως ἄλλοις κωμῳδεῖν καταλείψω, ἀπρεπὲς εἶναι κρίνων πρεσβυτικῇ πολιᾷ τὴν ἐν τοῖς ῥήμασιν ἀπαιδευσίαν προφέρειν τῷ ἀσεβοῦντι εἰς τὸν προκείμενον λόγον. ἐκεῖνο δὲ προσθήσω τῇ ἐξετάσει. εἰ πάντων ἀναβέβηκε τῶν τοῦ υἱοῦ “〈ποιημάτων〉„ τὸ πνεῦμα (χρήσομαι γὰρ αὐτοῦ τῇ σεσολοικισμένῃ ταύτῃ καὶ ἀνοήτῳ φωνῇ, μᾶλλον δὲ πρὸς τὸ σαφέστερον διὰ τῆς ἐμαυτοῦ λέξεως παραστήσω τὸ νόημα), εἰ πάντων προέχει τῶν παρὰ τοῦ υἱοῦ γεγονότων, ἀσύντακτόν ἐστι τῇ λοιπῇ κτίσει τὸ πνεῦμα τὸ ἅγιον· καὶ εἰ πλεονεκτεῖ δέ, καθώς φησιν ὁ Εὐνόμιος, τῷ πρὸ τῶν ἄλλων γενέσθαι, ἀνάγκη πᾶσα καὶ ἐπὶ τῆς ἄλλης κτίσεως τὰ τῇ γενέσει κατὰ τὴν τάξιν προήκοντα τῶν ἐφεξῆς αὐτὸν ὁμολογεῖν προτιμότερα. ἀλλὰ μὴν τῆς τοῦ ἀνθρώπου κατασκευῆς ἡ τῶν ἀλόγων προϋπέστη φύσις. οὐκοῦν κατασκευάσει πάντως διὰ τούτων προτιμοτέραν εἶναι τῆς λογικῆς οὐσίας τὴν ἄλογον. οὕτω καὶ ὁ Κάϊν τοῦ Ἄβελ κρείττων κατὰ τὸν τοῦ Εὐνομίου λόγον δειχθήσεται, προτερεύων τῷ χρόνῳ κατὰ τὴν γένεσιν, οὕτω καὶ τῶν ἐκ τῆς γῆς φυομένων ἁπάντων ἐλάττων καὶ καταδεεστέρα ἡ τῶν ἄστρων φύσις ἀναδειχθήσεται· τὰ μὲν γὰρ τῇ τρίτῃ τῶν ἡμερῶν ἐκ τῆς γῆς ἐξανέτειλεν, οἱ δὲ μεγάλοι φωστῆρες καὶ τὰ ἄστρα πάντα κατὰ τὴν τετάρτην γεγενῆσθαι παρὰ τοῦ Μωϋσέως ἱστόρηνται.

ἀλλὰ μὴν οὐδεὶς οὕτως ἀνόητος, ὡς τῶν οὐρανίων θαυμάτων τὴν γηΐνην πόαν προτιμοτέραν διὰ τὰ τοῦ χρόνου πρεσβεῖα λογίσασθαι ἢ τῷ Κάϊν δοῦναι κατὰ τοῦ Ἄβελ τὰ νικητήρια ἢ ὑποζεῦξαι τοῖς ἀλόγοις τὸν ἄνθρωπον τὸν μετ᾽ ἐκεῖνα γενόμενον. οὐκ ἄρα νοῦν ἔχει τινὰ τὸ παρὰ τούτου λεγόμενον, ὅτι διὰ τὸ πρὸ τῶν ἄλλων γενέσθαι τὸ πνεῦμα προτιμοτέραν ἔχει τῶν ἐφεξῆς γεγονότων τὴν φύσιν.