Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἀντιρρητικὸς πρὸς Ἀπολλινάριον

Γρηγόριος ὁ Νύσσης

Ο ανθρώπινος νους ως προϋπόθεση του αυτεξουσίου και της σωτηρίας

Εξέταση της αγωνίας προ του Πάθους, απόρριψη του «ένσαρκου νου» ως ανεπαρκούς για τη σωτηρία, και ανάδειξη της αναγκαιότητας του ανθρώπινου νου για την εκούσια επιλογή της αρετής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 8

Ταῦτα εἰπὼν ὅσα περὶ τοῦ κόκκου φησὶ τοῦ ἀποθνήσκοντος καὶ οὕτω μετὰ πλεόνων κόκκων ἀναβλαστάνοντος, ἐπειδὴ πρὸς ἡμῶν ἐστι καὶ τὸν ἡμέτερον βεβαιοῖ λόγον, ἑκὼν ὑπερβήσομαι. τίς γὰρ ὁ ἀποθνήσκων κόκκος καὶ τῷ ἰδίῳ τῆς ἀναστάσεως στάχυϊ σωρείαν κόκκων ἐν ἑαυτῷ συνεγείρων; οὐκ οἶμαί τινα τοσοῦτον τῶν θείων δογμάτων εἶναι ἀμύητον, ὡς μὴ περὶ τὸν ἄνθρωπον τὸ κατὰ τὸ πάθος βλέπειν μυστήριον. ἀπόδειξις δὲ τοῦ λόγου τὸ καὶ ἡμᾶς συναποθνήσκειν αὐτῷ καὶ συνθάπτεσθαι καὶ συνεγείρεσθαι. πρὸς γὰρ τὸ ὁμογενὲς ῥᾳδία γίνεται τοῖς βουλομένοις ἡ μίμησις, τοῦ δὲ ὑπερβεβηκότος ἡ ὁμοίωσις ἄπορος· ὥστε εἰ μὲν σάρξ ἐστιν ἡ ὑποστᾶσα τὸν θάνατον, καὶ ἡμᾶς τοὺς ἐν σαρκὶ ζῶντας εὐκολώτερον ἂν εἴη μιμήσασθαι τῷ θανάτῳ τὸν θάνατον· εἰ δὲ θεότης τέθνηκε, πῶς συντεθνηξόμεθα οἱ ἐν σαρκὶ τῇ θεότητι; σαρκὶ σὰρξ συναποθνήσκει καὶ συνεγείρεται· θεότητος δὲ τοῦτο παθούσης, καθὼς Ἀπολινάριος βούλεται, ἄλλας θεότητας ἐπιζητεῖν προσήκει, αἳ συντεθνήξονται καὶ συναναστήσονται τῇ θεότητι· ὥσπερ γὰρ Χριστὸς ἀπέθανε καὶ ἀνέστη, οὕτως καὶ ἡμεῖς, φησὶν ὁ ἀπόστολος. τί ὄντες ἡμεῖς κατὰ τὴν ἑαυτῶν φύσιν; θεία δύναμις ἢ αἷμα καὶ σάρξ, καθώς φησιν ἡ γραφή; διὸ κεκοινώνηκεν ἡμῖν ἡμῶν ἕνεκεν σαρκὸς καὶ αἵματος ὁ δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς γενόμενος.

οὐκοῦν ὅπερ ἡμεῖς ἐσμεν κατ᾽ οὐσίαν, καὶ ὁ ὑπὲρ ἡμῶν ἀποθανὼν ἦν, οὗ πρόκειται τοῖς ὁμογενέσιν ἡ μίμησις. ἀπόδειξις δὲ τῆς ἀσεβείας τοῦ λόγου τοῦ θνητὴν ἀποδεικνύντος τὴν θεότητα αὐτὸ τὸ ἐν ἡμῖν αὐτοῖς γινόμενον. ἐν γὰρ τῷ κοινῷ τῶν ἀνθρώπων θανάτῳ τί τὸ ἀποθνῆσκόν ἐστι καὶ φθειρόμενον; οὐχὶ σὰρξ μὲν εἰς τὴν γῆν ἀναλύεται, ὁ δὲ νοῦς τῇ ψυχῇ παραμένει οὐδ᾽ ἐν τῇ μεταστάσει τοῦ σώματος πρὸς τὸ εἶναι βλαπτόμενος; τεκμήριον δὲ ὅτι μέμνηται τῶν ὑπὲρ γῆς ὁ πλούσιος καὶ δεῖται τοῦ Ἀβραὰμ περὶ τῶν κατὰ τὸ γένος συνημμένων αὐτῷ. τοῦτο δὲ οὐκ ἄν τις ἀνοίας εἴποι, τὸ ἐπειδὴ τὸ καθ᾽ ἑαυτὸν ἄφυκτον ἔγνω, πρόνοιάν τινα τῶν ἐπιτηδείων ποιήσασθαι. εἰ τοίνυν ὁ ἡμέτερος νοῦς διαμένει καὶ μετὰ θάνατον ἀπαθής τε καὶ ἀναλλοίωτος, πῶς εἰκὸς τὸν τριτημόριον ἐκεῖνον τοῦ Ἀπολιναρίου θεὸν τὸν σαρκώδη θάνατον ὑπομεῖναι; πῶς ἀποθανόντα ἢ τίνα τρόπον παθόντα τὴν τοῦ θανάτου διάλυσιν; οὐδενὶ γὰρ τῶν πάντων τὸ τοιοῦτον ἄγνωστον, ὅτι θάνατός ἐστι ψυχῆς καὶ σώματος ἡ ἀπ᾽ ἀλλήλων διάζευξις, αὐτὴ δὲ ἡ ψυχὴ καὶ ἡ διάνοια πῶς ἀφ᾽ ἑαυτῆς μερίζεται, ἵνα καὶ ἐν ἑαυτῇ τὸν θάνατον δέξηται; εἰ οὖν ἀνεπίδεκτος ἡ ἡμετέρα ψυχὴ τοῦ θανάτου, πῶς δέχεται θάνατον, εἰπάτωσαν οἱ εἰς μοῖραν τὸν Χριστὸν κερματίζοντες. 〈Ἀλλὰ ταράσσονται〉, φησί, 〈τὴν τῶν ἀπίστων ταραχήν〉.

καθ᾽ ἡμῶν χρῆται τῇ λοιδορίᾳ ταρασσομένους καὶ ἀπίστους ἀποκαλῶν τοὺς τῇ εὐαγγελικῇ φωνῇ ἀνεξετάστως προσέχοντας, ἥ φησιν Εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ· πλὴν μὴ τὸ ἐμόν, ἀλλὰ τὸ σὸν γενέσθω θέλημα. τούτοις δὲ προστίθησι τὴν ἰδίαν λέξιν ἔχουσαν οὕτως. 〈Καὶ οὐ μνημονεύουσι〉, φησίν, 〈ὅτι τὸ θέλημα τοῦτο ἴδιον εἴρηται οὐκ ἀνθρώπου τοῦ ἐκ γῆς, καθὼς αὐτοὶ νομίζουσιν, ἀλλὰ τοῦ θεοῦ τοῦ καταβάντος ἐξ οὐρανοῦ〉. τί ἂν ἐξεύροι τις τοιοῦτον εἰπεῖν; οὐ λέγω τούτων τινὰ τῶν ἐπὶ αἱρέσει κατεγνωσμένων· ἀλλ᾽ οὐδ᾽ αὐτὸν οἶμαι τὸν ἀσεβείας τε καὶ τοῦ ψεύδους πατέρα εὑρεῖν τι τῶν εἰρημένων εἰς βλασφημίαν δεινότερον. ἆρα οἶδεν ὁ λογογράφος ἃ φθέγγεται; ὁ θεὸς ἐξ οὐρανοῦ καταβὰς τὸ ἴδιον τῆς θεότητος θέλημα παραγράφεται καὶ οὐ βούλεται εἰς ἔργον ἐλθεῖν, ὅπερ βούλεται. οὐκοῦν μεμέρισται τοῦ υἱοῦ καὶ τοῦ πατρὸς τὰ θελήματα. καὶ πῶς ἂν εἴη κοινὸν ἐπ᾽ ἀμφοτέρων τὸ θέλημα; πῶς δ᾽ ἂν ἡ τῆς φύσεως ταυτότης τῇ διαφορᾷ τῶν θελημάτων ἐμφαίνοιτο; ἀνάγκη γὰρ πᾶσα σύνδρομον εἶναι τῇ φύσει τὴν βούλησιν, καθώς φησί που ὁ κύριος· Οὐ δύναται δένδρον καλὸν καρποὺς πονηροὺς ποιεῖν οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιεῖν· καρπὸς δ᾽ ἂν εἴη φύσεως ἡ προαίρεσις, ὥστε ἀγαθῆς μὲν ἀγαθὴν εἶναι, κακῆς δὲ τοιαύτην.

εἰ οὖν διάφορος ἐπὶ πατρὸς καὶ υἱοῦ ὁ καρπὸς τοῦ θελήματος, διάφορον ἐξ ἀνάγκης εἶναι καὶ τὴν ἑκατέρων φύσιν ὁμολογήσουσιν. τί οὖν πολεμεῖται ὁ Ἄρειος; τί δὲ οὐκ αὐτομολοῦσι πρὸς τὸν Εὐνόμιον, ὃς διαιρῶν τοῦ πατρός τε καὶ τοῦ υἱοῦ τὴν φύσιν συνδιατέμνει τῇ φύσει τὴν βούλησιν καὶ διὰ τοῦτο μάλιστα κατασκευάζει τὸ τῆς οὐσίας ἀλλότριον, τῷ ὑποβεβηκότι πρὸς τὸ προέχον συνδιασχίζων τὸν τῆς θεότητος λόγον;

Πάλιν δὲ τὸ παρ᾽ αὐτοῦ ῥηθὲν ἀναλάβωμεν. 〈Οὐ μνημονεύουσι〉, φησίν, 〈ὅτι τὸ θέλημα τοῦτο ἴδιον εἴρηται, οὐκ ἀνθρώπου τοῦ ἐκ γῆς, καθὼς αὐτοὶ νομίζουσιν, ἀλλὰ θεοῦ τοῦ καταβάντος ἐξ οὐρανοῦ〉. ποῖον θέλημα φησὶν ὁ λογογράφος; ὃ βούλεται δηλαδὴ μὴ γενέσθαι ὁ κύριος λέγων πρὸς τὸν πατέρα Μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν γενέσθω. ἆρα συνίησιν, οἵᾳ περιπέπτωκεν αὐτῷ ὁ λόγος ἐναντιότητι; ἐγγίζει τὸ πάθος καὶ ὅσον οὔπω μέλλει ὁ προδότης ἐφίστασθαι μετὰ τοῦ πλήθους καὶ τότε γίνεται ἡ τοιαύτη εὐχή. ὁ εὐχόμενος ἄνθρωπος ἢ θεός, εἰ θεὸν εἶναι τὸν εὐχόμενον οἴεται, ἴσην αὐτῷ πρὸς τοὺς ἀνθρώπους ἐνορᾷ τὴν ἀσθένειαν. πῶς οὖν θεὸς ὁ μηδὲν οἴκοθεν ἀγαθὸν ἔχων, ἀλλὰ τῆς ὑπερκειμένης συμμαχίας δεόμενος; εἶτα καὶ πῶς καταγινώσκει ἡ θεότης τοῦ ἰδίου θελήματος; ἀγαθὸν ἦν ἢ κακόν, ὃ ἠβούλετο; εἰ μὲν γὰρ ἀγαθόν, διὰ τί οὐκ εἰς πέρας ἄγεται ὃ ἠβούλετο; εἰ δὲ κακόν, τίς πρὸς τὸ κακὸν τῇ θεότητι ἡ οἰκείωσις; ἀλλ᾽ ὅπερ ἔφην, ὅτι οὐ συνίησιν εἰς τὸ ἐναντίον περιτρέπων τὸν λόγον. εἰ γὰρ τοῦ μονογενοῦς ἐστι θεοῦ ἡ φωνὴ ἡ λέγουσα Μὴ τὸ ἐμὸν θέλημα γινέσθω, ἀλλὰ τὸ σόν, αὐτὸς ὁ λόγος περὶ ἑαυτὸν ἀεὶ διά τινος ἐναντιότητος στρέφεται καὶ οὐδαμοῦ τὸ στάσιμον ἔχει. ὁ γὰρ μὴ βουλόμενος τὸ ἴδιον θέλημα γενέσθαι, αὐτὸ τοῦτο βούλεται πάντως, τὸ μὴ γενέσθαι ὃ βούλεται.

πῶς οὖν ἡ εὐχὴ πρὸς πέρας ἀχθήσεται λέγοντος, ὅτι τοῦτο θέλω, ἵνα ὃ θέλω μὴ γένηται; πρὸς τοὐναντίον πάντως τοῦ σπουδαζομένου περιτραπήσεται καὶ ἀμηχανήσει καθ᾽ ἑκάτερον ὁ τῆς τοιαύτης ἐπαΐων εὐχῆς. ὅπερ γὰρ ἂν ποιήσῃ, πρὸς τὸ ἀβούλητον τῷ εὐχομένῳ περιτρέπει τὴν ἔκβασιν. ποιήσει τὸ θέλημα τοῦ εὐχομένου; ἀλλ᾽ ἡ εὐχή ἐστι τὸ μὴ γενέσθαι ἃ βούλεται. μὴ ποιήσῃ ὃ βούλεται; ἀλλ᾽ ὁ εὐχόμενος βούλεται γενέσθαι αὐτῷ, ὃ μὴ βούλεται· ὥστε κατὰ πάντα τρόπον πάντῃ μεταλαμβανόμενον ἀστατήσει τὸ νόημα αὐτὸ ἑαυτῷ μαχόμενον καὶ ὑφ᾽ ἑαυτοῦ καθαιρούμενον. τῆς δὲ τοιαύτης κατὰ τὸν λόγον ἀμηχανίας μία γένοιτο ἂν παραμυθία, ἡ ἀληθὴς τοῦ μυστηρίου ὁμολογία, ὅτι τὸ μὲν δειλιᾶν πρὸς τὸ πάθος τῆς ἀνθρωπίνης ἀσθενείας ἐστί, καθώς φησι καὶ ὁ κύριος τὸ πνεῦμα πρόθυμον εἶναι λέγων, ἀσθενῆ δὲ τὴν σάρκα· τὸ δὲ ἀνέχεσθαι τὸ ἐξ οἰκονομίας πάθος τῆς θείας ἐστι καὶ βουλῆς καὶ δυνάμεως. ἐπειδὴ τοίνυν ἄλλο τὸ ἀνθρώπινον βούλημα καὶ τὸ θεῖον ἄλλο, φθέγγεται μὲν ὡς ἐκ τοῦ ἀνθρώπου τὸ τῇ ἀσθενείᾳ τῆς φύσεως πρόσφορον ὁ τὰ ἡμέτερα πάθη οἰκειωσάμενος· ἐπάγει δὲ τὴν δευτέραν φωνήν, τὸ ὑψηλόν τε καὶ θεοπρεπὲς βούλημα κυρωθῆναι παρὰ τὸ ἀνθρώπινον ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας. θέλων.

ὁ γὰρ εἰπὼν μὴ τὸ ἐμὸν τὸ ἀνθρώπινον τῷ λόγῳ ἐσήμανε· προσθεὶς δὲ τὸ σὸν ἔδειξε τὸ συναφὲς τῆς ἑαυτοῦ πρὸς τὸν πατέρα θεότητος, ἧς οὐδεμία θελήματός ἐστι διαφορὰ διὰ τὴν κοινωνίαν τῆς φύσεως· τὸ γὰρ τοῦ πατρὸς εἰπὼν θέλημα καὶ τὸ τοῦ υἱοῦ ἐνεδείξατο. τοῦτο δέ ἐστι τὸ πάντας ἀνθρώπους θέλειν σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· ὅπερ οὐκ ἦν ἄλλως γενέσθαι μὴ τοῦ θανάτου καταποθέντος τοῦ πρὸς τὴν ζωὴν ἐμποδίζοντος. τὰ δὲ ταπεινὰ τῆς ἀνθρωπίνης δειλίας καὶ ῥήματα καὶ πάθος οἰκειοῦται ὁ κύριος, δεικνὺς ὅτι ἀληθῶς ἦν περὶ αὐτὸν τὸ ἡμέτερον, ἐκ τῆς τῶν παθημάτων κοινωνίας τὴν φύσιν πιστούμενος. 〈Ἀλλ᾽ οὐκ ἦν〉, φησὶν ὁ Ἀπολινάριος, 〈ἀνθρώπου τοῦ ἐκ γῆς, ὡς αὐτοὶ νομίζουσιν, ἀλλὰ θεοῦ τοῦ καταβάντος ἐξ οὐρανοῦ τὸ εἰς ἕνωσιν αὐτοῦ προσειλημμένον〉. ἐν τούτοις δὲ τὸ μὲν ἄτονόν τε καὶ ἀσήμαντον τῆς ἑρμηνείας παράγει τῆς κατὰ τὸν νοῦν ἀκολουθίας τὸ τοῖς γεγραμμένοις ἑπόμενον, πλὴν οὐ παντελῶς ἀποκέκρυπται ἡ διάνοια τῇ συγχύσει τῆς λέξεως. οὐκ ἀνθρώπου, φησί, τοῦ ἐκ γῆς εἰσιν αἱ περιπαθεῖς ἐκεῖναι φωναί, ἀλλὰ θεοῦ τοῦ καταβάντος ἐξ οὐρανοῦ. μέχρι τούτου δῆλον ἐκ τῶν εἰρημένων τὸ βούλημα, ὅτι τὴν θεότητα ἐμπαθῆ εἶναι κατασκευάζει. εἶτα συγχεῖ τῇ ἀτοπίᾳ τῆς λέξεως τὴν διάνοιαν.

εἰπὼν γὰρ ὅτι θεοῦ τοῦ καταβάντος ἐξ οὐρανῶν προστίθησι τὸ εἰς ἕνωσιν αὐτοῦ προσειλημμένον, ὡς ἄν τις ἐπὶ τὸ σαφέστερον μεταβαλὼν τὸν λόγον εἴποι, ὅτι οὐκ ἄνθρωπος ἦν ὁ λαλῶν, ἀλλὰ θεὸς διὰ τοῦ ἀνθρώπου ἐφθέγγετο ὁ εἰς τὴν ἑαυτοῦ ἕνωσιν προσλαβὼν τὸ φαινόμενον. πόθεν οὖν προσελήφθη ἐκεῖνος ὁ ἄνθρωπος; ἐκ γῆς; οὔ φησιν. ἐν οὐρανοῖς δὲ γένος ἀνθρώπων οὐκ ἔστι. λείπεται τὸ μηδαμόθεν λέγειν, ᾧ συγκατασκευάζεται τὸ δόκησιν τὸ φαινόμενον εἶναι καὶ οὐκ ἀλήθειαν· τὸ γὰρ μηδαμόθεν ὂν οὐδὲ ἔστιν ὅλως. ἀλλ᾽ ἐξ ὧν παρέθετο λόγων, ἐξ οὐρανοῦ καταβεβηκέναι τὸν ἄνθρωπον λέγει. καὶ μὴν ἐπὶ γῆς ἡ Μαρία καὶ ἐν γῇ τὸ σπήλαιον καὶ γηΐνη ἡ φάτνη. καὶ πῶς ἡμῖν οὗτος οὐρανόθεν ἄνθρωπον ἐπὶ τὴν γῆν μετοικίζει; πάσης γὰρ ὁμολογούσης 〈τῆς〉 γραφῆς τὴν παρθένον, τὸν τόκον, τὴν σάρκα, τὰ σπάργανα, τὴν θηλήν, τὴν φάτνην, τὴν ἀνθρωπίνην διασκευήν, οὗτος πάντα καταλιπὼν ἕτερον ἄνθρωπον ἄρριζον καὶ ἀσυναφῆ πρὸς τὴν ἡμετέραν φύσιν ἀναπλάσσει τῷ λόγῳ.

Ἀλλ᾽ ὅσας διὰ μέσου λοιδορίας τοῖς λόγοις συμπλέκων διὰ τούτων οἴεται κρατύνειν τὴν ἀτοπίαν τοῦ δόγματος, δι᾽ ὧν ἂν σφοδρότερον ἡμῶν ταῖς βλασφημίαις καθικνῆται, παριδεῖν οἶμαι χρῆναι τόν γε νοῦν ἔχοντα καὶ τῇ ἀκοῇ τῶν ἐντυγχανόντων ἐπιτρέψαι τὴν κρίσιν, τίνες οἱ παραχαράκται τῆς ἀποστολικῆς εἰσι πίστεως, ἡμεῖς οἱ κατὰ τὴν τοῦ Παύλου φωνὴν γνόντες μὲν κατὰ σάρκα Χριστὸν νῦν δὲ οὐκ ἔτι γινώσκοντες ἢ ὁ πάντοτε καὶ πρὸ τῆς κατὰ ἄνθρωπον οἰκονομίας καὶ μετὰ τοῦτο τὸν σάρκινον ἑαυτοῦ θεὸν περιφέρων τῷ λόγῳ. προστίθησι δὲ τὴν παρὰ τῶν Ἰουδαίων γεγενημένην κατ᾽ αὐτοῦ βλασφημίαν, τὸ φάγον αὐτὸν λέγεσθαι παρ᾽ ἐκείνων καὶ οἰνοπότην, καί φησιν ἀναγκαῖα εἶναι ταῦτα ἐπὶ τοῦ ἀνθρώπου. τίς οὖν ὁ ἄνθρωπος ὁ παρὰ τῶν Ἰουδαίων ἐπὶ τῇ βρώσει τε καὶ τῇ πόσει ὀνειδιζόμενος, μετέχων τούτων ἢ ἀμέτοχος ὤν; ἀλλ᾽ εἰ μὲν μὴ μετεῖχε, δόκησις ἦν· εἰ δὲ μετεῖχε, γήϊνον τὸ μετεχόμενον· τὸ δὲ οὐράνιον διὰ τῶν γηΐνων οὐ τρέφεται. ὢ τῆς τῶν ἀτόπων ἐναντιότητος! πῶς ἐν τῷ αὐτῷ τοῖς ἐναντίοις καταβάλλεται πτώμασιν! νῦν μὲν λέγει κρείττονα τῆς ἀνθρωπίνης φύσεως εἶναι τὸν σωματικῶς προφαινόμενον, πάλιν δὲ καὶ τῶν ἀνθρώπων καταδεέστερον δείκνυσιν, ἠκρωτηριασμένον τῷ κρείττονι.

τῶν γὰρ ἐν ἡμῖν τὸ ὑπερέχον ἐστὶν ἡ διάνοια, ἧς ἄμοιρον εἶναι τὴν σάρκα λέγει, ἐν ᾗ ὁ θεὸς ἐφανερώθη· καὶ τοῦτο σαφῶς διὰ τῶν ἐφεξῆς ἀγώνων κατασκευάζων, ἐφ᾽ ὧν εἰ μή τις περιττὸν ἡγοῖτο τὴν ἐπιμελῆ τῶν ματαίων ἐξέτασιν, δι᾽ ὀλίγων τοῖς εἰρημένοις ἐπιδραμούμεθα. πάλιν γὰρ πλῆθος ὕβρεων ἐπαντλήσας τῇ συγγραφῇ τοιοῦτον καθ᾽ ἡμῶν λόγον προτείνεται, ἀδικεῖν λέγων τοὺς ταὐτὸν εἶναι φάσκοντας σαρκὸς ἕνωσιν καὶ ἀνθρώπου πρόσληψιν. ἐγὼ δὲ κἂν ἀγροικότερον εἶναι δοκῇ τὸ λεγόμενον, οὐκ ἐπικρύψομαι τὴν ἀλήθειαν, ὅτι οὐθέτερον τῶν εἰρημένων ὁ καθ᾽ ἡμᾶς ἰδιωτισμὸς δι᾽ ἀκριβείας συνίστησιν. τί γὰρ διαφέρει σαρκὸς ἕνωσις καὶ ἀνθρώπου πρόσληψις, οὑτωσὶ κατὰ τὸ πρόχειρον ἑρμηνεύειν οὐκ εὔπορον, διότι πολλαχῶς νοεῖται ἡ ἕνωσις καὶ ἀριθμῷ καὶ εἴδει καὶ φύσει καὶ ἐπιτηδεύμασι καὶ μαθήμασι καὶ τοῖς κατὰ κακίαν ἢ ἀρετὴν ἰδιώμασι καὶ ἐπιτηδεύμασιν. τίς οὖν ἐστιν ἡ τῆς σαρκὸς ἕνωσις, εἴτε πρὸς ἑαυτὴν εἴτε πρὸς ἕτερον ἑνουμένης, τῶν ἑρμηνευόντων τὸν λόγον δεόμεθα. ἥ τε τοῦ ἀνθρώπου πρόσληψις πῶς γίνεται, ποίου καὶ πόθεν καὶ πῶς καὶ παρὰ τίνος καὶ τίνα τρόπον προσειλημμένου, ἐπίσης τῷ προλαβόντι ἡμῖν ἐν τοῖς ἀγνοουμένοις ἐστίν. ἕως γὰρ ἂν μὴ τῷ θείῳ τῆς γραφῆς ἅλατι τὸν περὶ τοῦ μυστηρίου λόγον τις ἐπαρτύων προφέρῃ, τὸ μεμωραμμένον τῆς ἔξω σοφίας ἅλας παρεῖσθαι παρὰ τῶν πιστῶν καταλείψομεν.

τίς τῶν εὐαγγελιστῶν σαρκὸς ἕνωσιν διηγήσατο; ποῖον δὲ τῶν ἀποστολικῶν διηγημάτων τὴν τοῦ ἀνθρώπου πρόσληψιν οὑτωσὶ κατὰ τὴν λέξιν ἐδίδαξε; τίς νόμος, ποῖοι προφῆται, τίς θεόπνευστος λόγος, ποῖον συνόδου δόγμα τοιοῦτόν τι ἡμῖν παρακατέθετο; ἐκ τούτων τοίνυν τῶν δύο ῥημάτων τὸ μὲν ἡμῖν προσνέμει, τὸ δὲ ἴδιον εἶναι λέγει· πότερον δὲ τούτων ἑαυτοῦ ποιεῖται, μέχρι τοῦ νῦν ἀμφιβάλλομεν. ἡμεῖς γὰρ ἢ οὐθέτερον οἰκειούμεθα ἢ ἀμφότερα διὰ τὸ μηδεμίαν ἐν θατέρῳ πρὸς τὸ ἕτερον διαφορὰν ἐξευρίσκειν. ἥ τε γὰρ ἕνωσις πρός τι γίνεται ἥ τε πρόσληψις τινὸς πάντως ἐστίν· ἑκάτερον δὲ τὴν πρὸς ἕτερον σχέσιν ἀποσημαίνει καὶ ὁ προσλαβὼν ἥνωται τῷ προσληφθέντι καὶ τὸ ἑνωθὲν διὰ προσλήψεως ἥνωται. 〈Ἀλλ᾽ ἡμᾶς〉 φησι 〈δύο πρόσωπα λέγειν, τὸν θεὸν καὶ τὸν παρὰ τοῦ θεοῦ προσληφθέντα ἄνθρωπον· αὐτὸν δέ〉 φησι 〈μὴ οὕτως ἔχειν, ἀλλὰ φάσκειν τὸν σαρκωθέντα καὶ ὄντα οὐχ ἕτερον παρὰ τὸν ἀσώματον, ἀλλὰ τὸν αὐτὸν καθ᾽ ὁμοίωσιν ἡμετέρας τῆς ἐν σαρκὶ ζωῆς〉. ἔτι διὰ τῶν ἀσυστάτων ἡμῖν τοὺς φληνάφους διέξεισιν. ὁ σάρκινος αὐτοῦ θεὸς ἁπλοῦς εἶναι φύσιν οὐκ ἔχει· οὐ γὰρ ἄν τις ἐν τῇ σαρκὶ τὸ ἁπλοῦν θεωρήσειε· τὸ δὲ μὴ ἀπλοῦν ἀσύνθετον εἶναι οὐ δύναται. ἀλλ᾽ οὗτος 〈εἶναι τὸ ἓν〉 λέγει 〈ὡς καὶ ἡμῶν ἕκαστον, ἐκ πνεύματος〉, φησί, 〈καὶ ψυχῆς καὶ σώματος〉.

νῦν πρώτως τὸ καινὸν εἶδος τοῦ ἀριθμοῦ ἐδιδάχθημεν, μαθόντες ὅτι τὰ εἰς τρία ἑτερογενῆ διῃρημένα μονάς ἐστιν. ἀλλ᾽ ὁ μὲν περὶ τοῦ ἀναπλασθέντος αὐτῷ πνεύματος ὑπερκείσθω λόγος· κατὰ δὲ τὴν παχυμερεστέραν τοῦ ἀνθρώπου τομήν, καθὼς οἱ πολλοὶ διαιρεῖν ἐδιδάχθημεν, ἐκ νοερᾶς ψυχῆς καὶ σώματος εἶναι τὴν τοῦ ἀνθρώπου σύστασιν ὁμολογοῦντες πῶς εἴπωμεν τὰ δύο ἕν, τοῦ ἀποστόλου σαφῶς δύο ἀνθρώπους περὶ ἕκαστον βλέποντος, ἐν οἷς φησιν Εἰ καὶ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος διαφθείρεται, τὸ σῶμα λέγων, ἀλλ᾽ ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ, τὴν ψυχὴν αἰνισσόμενος. καίτοι εἰ τρεῖς ἦσαν κατὰ τὸν Ἀπολινάριον ἄνθρωποι, δύο πάντως ἂν τοὺς ἀφανεῖς καὶ ἕνα ἐποίησε τὸν φαινόμενον, ὥστε κἂν ἐν τῷ καθ᾽ ἡμᾶς ὑποδείγματι κρατύνῃ τὸν ἴδιον λόγον ἓν ὀνομάζων τὰ δύο, παραγράφεται αὐτὸν ὁ Παῦλος διαιρῶν τὸν ἄνθρωπον ἐν τῇ δυϊκῇ σημασίᾳ. ἐπεὶ οὖν διὰ τοῦ ἀνθρωπίνου τὸν τοῦ δόγματος ἑαυτοῦ λόγον συνίστησι, τῇ τούτου ἀνατροπῇ κἀκεῖνο πάντως συναπελέγχεται· ὃ δὲ λέγει τοιοῦτόν ἐστι ὅτι 〈Ὥσπερ ἄνθρωπος εἷς ἐστιν ἐκ πνεύματος καὶ ψυχῆς καὶ σώματος〉.

ἐγὼ μὲν οὖν ἠξίουν τοῦτο πρότερον στῆσαι, ποίου σώματος καὶ πόθεν εἰλημμένου καὶ πότε πλασθέντος καὶ ποδαπῆς ψυχῆς, ἢ λογικῆς ἢ ἀνθρωπίνης ἢ ἀλόγου, τουτέστιν, εἰ κτηνείας εἶναι τὸν ἄνθρωπον ἐκεῖνον οἴεται, εἶθ᾽ οὕτως ἐπεμβαλεῖν τὸ νοερόν, ὅπερ ἄλλο τι παρὰ τὸ πνεῦμα εἶναί φησιν, ἐπὶ μὲν ἡμῶν νοῦν, ἐπὶ ἐκείνου δὲ θεὸν ὀνομάζων· εἰ γάρ τις οὐρανίου ἀνθρώπου πλάσις καθ᾽ ὁμοιότητα τοῦ χοϊκοῦ παρ᾽ αὐτοῦ πρότερον ἐπεδείχθη, προήχθημεν ἂν δι᾽ ἀκολουθίας τῷ μύθῳ, μαθόντες παρὰ τῆς καινῆς ταύτης σοφίας, ὅτι τὸ μὲν ἐπίγειον τῶν ἀνθρώπων φῦλον ἐκ νοερᾶς ψυχῆς καὶ σώματος τὴν σύστασιν ἔχει, γένος δέ τι ἔστιν ἐπουρανίων ἀνθρώπων, οἷς ἄλογος μὲν ἡ ψυχὴ σῶμα δὲ ἀνθρώπινον καὶ θεὸς ἀντὶ νοῦ τῷ λόγῳ τοῦ σώματος καὶ τῆς ψυχῆς ἀνακιρνᾶται, ἐξ ὧν εἶναι τὸν ἐπὶ γῆς φανέντα Ἀπολινάριος οἴεται. ἐκείνου δὲ μήτε ἀποδειχθέντος μήτε ὄντος, τοῦ δὲ διὰ τῆς παρθένου γεννηθέντος ἀθετουμένου ὡς οὐδὲ τῆς ἡμετέρας μετασχόντος φύσεως, ἀλλότριον ἡγοῦμαι καὶ ἀνακόλουθον σῶμα μὲν ὀνομάζεσθαι τὸ μὴ σῶμα, ψυχὴν δὲ ἀνθρώπου τὴν μὴ ψυχήν. εἰ γὰρ μὴ νοερὰν αὐτήν τις εἶναι ὁμολογοίη, οὐδὲ ἀνθρώπου αὐτὴν ὅλως συνθήσεται.

τούτων δὲ μὴ ὄντων τίνα καιρὸν ἔχει ἡ τριμερὴς ἐκείνη τοῦ ἀνθρώπου τομή, ἧς τὸ μὲν δίμοιρον ἄνθρωπος, θεὸς δὲ τὸ τριτημόριον; 〈Οὐ γὰρ ἄν〉, φησίν, 〈ἐν ὁμοιώματι ἀνθρώπου γεγονὼς εἴη, εἰ μὴ τυγχάνοι καθάπερ ἄνθρωπος νοῦς ἔνσαρκος ὤν〉. ἐγὼ δὲ εἰ μὲν ἐκεῖνος ὁ ἄνθρωπος ἄνους ἦν, ἐν ᾧ θεὸς κατήλλαξε τὸν κόσμον ἑαυτῷ, εἰπεῖν οὐκ ἔχω· ὅτι δὲ ὁ ταῦτα γράφων ἔξω διανοίας ἦν, καθ᾽ ὃν ἔγραφε ταῦτα χρόνον, κἂν ἐγὼ μὴ εἴπω, τὰ γεγραμμένα βοᾷ. πῶς γίνεται ἐν ὁμοιώματι ἀνθρώπου ὁ ἄλλο τι παρὰ τὸν ἄνθρωπον ὢν καὶ πάντῃ 〈ἀμέτοχον〉 τῆς ἡμετέρας φύσεως; εἰ γὰρ νοερὰ ψυχὴ καὶ σῶμα τὸ ἀνθρώπινον σύγκριμα, μήτε δὲ τὸ σῶμα τοῦτο μήτε ἡ ψυχὴ ἐκείνη ἐν τῷ παρ᾽ αὐτοῦ ἀναπλασθέντι ἐστί, πῶς δέχεται τὴν ὁμοίωσιν τοῦ ἀνθρώπου τὸ τῆς ἡμετέρας ἔκφυλον φύσεως; ἀλλ᾽ οὐκ ἄνθρωπον αὐτὸν εἶναί φησιν, ἀλλὰ καθάπερ ἄνθρωπον, νοῦν ἔνσαρκον ὄντα. ταῦτά ἐστιν, ἅ με πείθει ἔξω διανοίας εἶναι τὸν γράφοντα. πῶς ὁμοιοῦται τῇ φύσει τὸ μὴ μέτοχον τῆς φύσεως; τίς δέ ἐστιν ὁ ἔνσαρκος ἐκεῖνος νοῦς ὁ συμφυὴς τῆς σαρκὸς καὶ ἀχώριστος, ἀεὶ τοιοῦτος ὤν; οὐκοῦν καὶ ἐκ τοιούτου πάντως ἐστίν; οὐ γὰρ ἂν εἴη γεννητὴ σάρξ, εἰ μὴ ἀπὸ σαρκὸς γένοιτο, καθώς φησί που ὁ κύριος ὅτι Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν. [ἀλλ᾽ ὕστερον γίνεται.] ποίαν οὖν περιτιθέμενος σάρκα ἔνσαρκος γίνεται; τὴν οὖσαν; 〈ἀλλ᾽ ὕστερον γίνεται.

τὴν μὴ οὖσαν;〉 ἀλλ᾽ ἐκ τῆς αὐτῆς. [τὴν μὴ οὖσαν;] οὐκοῦν οὐ λέγεται ἔνσαρκος· οὐ γὰρ ἂν τῷ μὴ ὄντι ἐπονομάζοιτο.

Ἀλλ᾽ ἴδωμεν τὰς ἀφύκτους αὐτοῦ τῶν συλλογισμῶν ἀνάγκας, δι᾽ ὧν ἡμᾶς πρὸς συγκατάβασιν τοῦ ἔνσαρκον εἶναι νοῦν τὸν μονογενῆ θεὸν συναναγκάζει. 〈Εἰ μὴ νοῦς〉, φησίν, 〈ἔνσαρκός ἐστιν ὁ κύριος, σοφία ἂν εἴη〉. ὢ τῆς ἀμάχου προτάσεως! τὸ ἕτερον ἐξ ἀμφοτέρων οἴεσθαι πάντως εἶναι τὸν κύριον, ἢ νοῦν ἔνσαρκον ἢ σοφίαν· διὰ τοῦτό φησιν ἐκεῖνο εἶναι, εἰ μὴ τοῦτό ἐστιν, ὅτ᾽ ἂν μὴ νοῦς ἔνσαρκος ᾖ, πᾶν ὃ μή ἐστι νοῦς ἔνσαρκος, σοφία ἐστίν. τί οὖν ὁ λίθος; τί δὲ ὁ κάνθαρος; τί δὲ τὰ λοιπὰ τῶν φαινομένων; δώσει γὰρ ἐπὶ τούτων πάντως τῶν δύο τὸ ἕτερον, ἢ νοῦν αὐτὰ ἔνσαρκον ἢ σοφίαν εἶναι· ἀλλὰ μὴν οὔτε νοῦς οὔτε σοφία τούτων ἐστὶν οὐδέν. διαπέπτωκεν ἄρα τῷ λογογράφῳ ἡ πρότασις καὶ διερρύη πᾶν τὸ σκευώρημα τῇ τῆς ἀρχῆς διαλύσει συνδιαπεπτωκότος τοῦ λόγου. οὐδὲ γὰρ ἐδείχθη ταῦτα τὴν ἀντιδιαστολὴν πρὸς ἄλληλα ἔχοντα ὥστε, εἰ τὸ ἕτερον τούτων εἴη, μὴ εἶναι τὸ ἕτερον ἢ τὸ ἔμπαλιν, εἰ τὸ ἓν μὴ ὑπάρχοι, τὸ λειπόμενον ὑπάρχειν πάντως. ἀλλὰ κωλύει οὐδὲν καὶ ἀμφότερα εἶναι κατὰ ταὐτὸν καὶ οὐθέτερον. ἀλλὰ καὶ ἐκ τοῦ ἀντιστρόφου τὸ τῆς προτάσεως ἀσύστατον ἴδωμεν. εἰ γὰρ ὡς ἀληθὲς προτείνεται τὸ εἰ μὴ νοῦς ἐστιν ἔνσαρκος, σοφία ἂν εἴη, ἀληθὲς καὶ τὸ ἐκ τοῦ ἀντιστρόφου ἀναφαινόμενον ὅτι, εἰ σοφία ἐστί, νοῦς ἔνσαρκος οὐκ ἔστιν.

ἀλλὰ μὴν σοφίαν εἶναι τὸν Χριστὸν πᾶς ὁ παραδεξάμενος τὴν πίστιν συντίθεται· ἄρα κατὰ τὴν τοῦ σοφοῦ πρότασιν τὸ μὴ εἶναι αὐτὸν νοῦν ἔνσαρκον ὁμολογεῖται ὥστε κατ᾽ ἀμφότερα, κατά τε τὸν πρῶτον καὶ τὸν δεύτερον καὶ κατὰ τὸν νῦν λόγον, αὐτὸς ὁ λογογράφος, δι᾽ ὧν κατασκευάζει ὃ βούλεται, τὸ μὴ εἶναι ἔνσαρκον νοῦν τὸν κύριον ἀποδείκνυσιν. τοιαύτη ἡ πρότασις, τοιαύτη καὶ ἡ διὰ μέσου κατασκευή.

Ἄξιον ἀμφοτέρων καὶ τὸ συμπέρασμα. τί λέγει; 〈Οὐκ ἦν ἐπιδημία θεοῦ ἡ Χριστοῦ παρουσία, ἀλλ᾽ ἀνθρώπου γέννησις〉. γελάτωσαν ἐπὶ τοῖς εἰρημένοις ὅσοι ἀγέρωχοι· ἡμεῖς δὲ δακρύειν εὔκαιρον ἐπὶ τῇ ἀπάτῃ τῶν εἰρημένων καὶ τῇ ματαιότητι κρίναντες ἐπὶ πλέον διελέγχειν τὸν λόγον, ὡς ἂν μὴ γελοιάζειν δόξαιμεν, παραιτούμεθα. τίς γὰρ οὐκ ἂν εἰκότως γελάσειεν ἐπὶ τῇ ἀσυναρτήτῳ τοῦ συλλογισμοῦ πλοκῇ; ἐκθήσομαι δὲ τὴν λέξιν αὐτὴν κατὰ τὸ ἀκόλουθον οὕτως ἔχουσαν· 〈Εἰ μὴ νοῦς ἔνσαρκός ἐστιν ὁ κύριος, σοφία ἂν εἴη φωτίζουσα νοῦν ἀνθρώπου· αὕτη δὲ τὸ ἐν πᾶσιν ἀνθρώποις. εἰ δὲ ταῦτα, οὐκ ἦν ἐπιδημία θεοῦ ἡ Χριστοῦ παρουσία, ἀλλ᾽ ἀνθρώπου γέννησις〉. τὸ μὲν οὖν σοφίαν εἶναι τὸν κύριον ὑπερέχουσαν πάντα νοῦν οὐδεὶς ἂν τῶν εὐσεβούντων ἀρνήσαιτο, ταῖς φωναῖς τῶν ἁγίων πατέρων καὶ ἀποστόλων πρὸς ταῦτα χειραγωγούμενος. καὶ γὰρ ὅτι σοφία ἐγενήθη ἡμῖν παρὰ τοῦ θεοῦ, διαρρήδην ὁ Παῦλος βοᾷ· καὶ ὅτι Ἐπεφάνη ἡμῖν ἡ σωτήριος χάρις, παιδεύουσα ἡμᾶς ἀρνήσασθαι μὲν τὴν ἀσέβειαν, δι᾽ ὁσιότητος δὲ καὶ δικαιοσύνης προσδέχεσθαι τὴν μακαρίαν ἐλπίδα.

καὶ ταῦτα τοῦ ἀποστόλου διεξιόντος ἠκούσαμεν· νοῦν δὲ ἔνσαρκον τὸν μονογενῆ θεόν, τὸν ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν, οὔτε ἠκούσαμεν τῶν ἁγίων τινὸς οὔτε παρενθεῖναι ταῖς θείαις φωναῖς τὴν ἀλλόκοτον ταύτην καινοφωνίαν καταδεχόμεθα καὶ μάλιστα πρὸς τὸν σκοπὸν ὁρῶντες τοῦ καινοῦ λογογράφου, ὃς βούλεται διὰ τῆς ψυχρᾶς ταύτης κατασκευῆς τοῦ σοφίσματος ἐκβαλεῖν μὲν ἐπὶ τοῦ κυρίου τὴν τῆς σοφίας ὁμολογίαν, δι᾽ ἧς πάντα νοῦν φωτίζεσθαι πεπιστεύκαμεν, ἀντεισαχθῆναι δὲ τὴν παράλογον ταύτην καινοφωνίαν, ἵνα νοῦς ἔνσαρκος ὁ μονογενὴς καὶ μὴ σοφία κατονομάζηται. 〈Ἐὰν γὰρ σοφία〉, φησίν, 〈πιστευθῇ εἶναι ὁ κύριος, ἡ ἐν πᾶσι γινομένη δηλαδὴ τοῖς δεχομένοις τὴν χάριν, οὐκέτι ἐπιδημίαν θεοῦ τὴν Χριστοῦ παρουσίαν ὁμολογήσομεν, ὡς ἠλλοτριωμένης τοῦ θεοῦ τῆς σοφίας〉. τίς οὐκ ἂν τὸν ἄνδρα τῆς μελαγχολίας ταύτης οἰκτείρειεν; ἐὰν σοφίαν, φησίν, εἶναι πιστεύσωμεν, οὐκ ἔσται θεοῦ ἐπιδημία ἡ Χριστοῦ παρουσία, ὃς ἐγεννήθη ἡμῖν σοφία ἀπὸ θεοῦ, ἀλλὰ ἀνθρώπου γέννησις. ἐὰν σοφία ᾖ; οὐκ ἤκουσας τοῦ προφήτου βοῶντος ὅτι Ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν; καὶ ὅτι Παιδίον ἐγεννήθη ἡμῖν; καὶ ὅτι Υἱὸς τὴν ἀρχὴν ἐπὶ τοῦ ὤμου ἔχει, ὡς ἰσχυρὸς καὶ δυνατὸς καὶ οὐ μόνον τοῦ παρελθόντος, ἀλλὰ καὶ τοῦ μέλλοντος αἰῶνος πατήρ;

Ἀλλ᾽ ἐάσωμεν τοῦτον τὸν ὀνειρώδη λῆρον, δι᾽ οὗ ἀπεφήνατο νοῦν ἔνσαρκον αὐτὸν δεῖν εἶναι λέγειν, μήτε σοφίαν φωτίζουσαν μήτε τὴν διὰ γεννήσεως εἰς τὴν ζωὴν ἡμῶν πάροδον. ἕτερον ἐπιχείρημα· 〈Εἰ μὴ νοῦς ἔνσαρκος〉, φησίν, 〈γέγονεν ὁ λόγος, ἀλλὰ σοφία〉. ἐν ᾧ τί πάλιν παθὼν ὁ σοφὸς ἀντιδιαστέλλει τὸν νοῦν τῇ σοφίᾳ καθάπερ ἐπὶ τῶν ἀντιδιακειμένων; οἱ δι᾽ ἀκριβείας τὰ ὄντα διαιροῦντές φασι τὰ ἀντιδιαστελλόμενα τῶν ὀνομάτων τῆς ἀλλήλων ὑποχωρεῖν παρουσίας ὡς τῷ θανάτῳ τὴν ζωὴν καὶ τῇ ζωῇ πάλιν τὸν θάνατον, τῇ ἀρετῇ τὴν κακίαν κἀκείνῃ ταύτην καὶ ὅσα ἄλλα κατὰ τὸν αὐτὸν λέγεται τρόπον. πῶς τοίνυν οὗτος κατὰ τὸ ἴσον τοῖς ἀντιθέτοις ἀντιδιαστέλλει τῷ νῷ τὴν σοφίαν ὥσπερ ἀμήχανον ἐν τῷ αὐτῷ καὶ περὶ τὸν αὐτὸν εἶναι τὰ δύο; διό φησιν 〈Εἰ μὴ νοῦς ἔνσαρκος ἦν, σοφία ἦν〉. ὡς εἴ τις λέγοι, εἰ μὴ ὑγεία ἐστι, νόσον εἶναι. τίς οὖν ἡ κατασκευή; 〈Εἰ σοφία〉, φησίν, 〈ἦν ἐν τῷ νῷ, οὐ κατέβη ὁ κύριος οὐδὲ ἐκένωσεν ἑαυτόν〉. ὢ τῆς ἀνανταγωνίστου ἀνάγκης! πῶς κατασκευάζει τὸ μὴ καταβεβηκέναι τὸν κύριον ἐκ τοῦ δεῖξαι, ὅτι σοφία ἦν; οὐκοῦν εἰ ἐκ τοῦ σοφίαν αὐτὸν εἶναι ἀθετεῖται ἡ κάθοδος, ὁ τὴν κατάβασιν ὁμολογῶν τὸ μὴ εἶναι σοφίαν ἐξ ἀνάγκης κατασκευάζει. ἀλλὰ μὴν ὁμολογεῖται παρὰ τοῦ Ἀπολιναρίου κάθοδος. ἄρα τὸ μὴ εἶναι σοφίαν τὸν κατεληλυθότα παρ᾽ ἐκείνου συνωμολόγηται.

τοιαῦτα τοῦ γενναίου τὰ σοφὰ κατὰ τῆς ἀληθείας ἐπιχειρήματα. εἶτα ἐπάγει διὰ τῆς ἀσυναρτήτου ἀκολουθίας τῇ προτάσει ταύτῃ τὴν ἐκ τῶν μὴ τεθέντων κατασκευήν, ἔχουσαν οὕτως· 〈Διὰ τοῦτο καὶ ἄνθρωπος ἦν· ἄνθρωπος γὰρ νοῦς ἐν σαρκὶ κατὰ τὸν Παῦλον〉. παραιτοῦμαι δὲ τοὺς ἐντυγχάνοντας μὴ παρ᾽ ἡμῶν οἴεσθαι κατά τινα παιδιὰν ἐπὶ γέλωτι τὰ τοιαῦτα, ὡς ἐκ προσώπου τοῦ Ἀπολιναρίου συμπλάσσεσθαι· ἔξεστι γὰρ καὶ ἐξ αὐτῶν τῶν παρ᾽ αὐτοῦ γεγραμμένων μαθεῖν, ὅτι κατὰ τὴν λέξιν ὁ παρ᾽ ἐκείνου προενήνεκται λόγος οὕτως ἔχων. κατὰ ποῖον τοίνυν Παῦλον νοῦς ἔνσαρκος ἄνθρωπος λέγεται; εἰπάτω τίνα ἕτερον ἐν κρυπτῷ ἔχει Παῦλον; ὁ γὰρ δοῦλος Ἰησοῦ Χριστοῦ ὁ κλητὸς ἀπόστολος ἐν πᾶσι τοῖς παρ᾽ αὐτοῦ γεγραμμένοις τοιοῦτον εἶπεν οὐδέν. εἰ οὖν μήτε ἡ ἀκολουθία μήτε ἡ μαρτυρία τὸν λόγον συνίστησι, πόθεν ἡ ἀλλόκοτος αὕτη δογματοποιία τὸ πιστὸν ἔχει; πάλιν ἕτερον τοῖς εἰρημένοις ἐπάγει νόημα. 〈Ἐπειδὴ ἄνθρωπος〉, φησίν, 〈ἦν καὶ ἐπουράνιος, οὗτος ὁ χοϊκός〉. πάλιν λέγω ἐπιλελῆσθαι τῆς Μαρίας, ᾗ εὐαγγελίζεται ὁ Γαβριήλ, ἐφ᾽ ἣν ἐληλυθέναι τὸ ἅγιον πνεῦμα πιστεύεται, ᾗ ἐπισκιάζει τοῦ ὑψίστου ἡ δύναμις, ἀφ᾽ ἧς τίκτεται ὁ Ἰησοῦς ὁ ἔχων τὴν ἀρχὴν ἐπὶ τοῦ ὤμου αὐτοῦ, τουτέστιν ὁ βαστάζων ἐφ᾽ ἑαυτοῦ τὴν ἀρχήν. ἀρχὴ δὲ πάντως ἐστὶν ὁ θεὸς λόγος ὁ ἐν ἀρχῇ ὢν καὶ ἀρχὴ ὤν, καθώς φησί που τῆς γραφῆς ὁ λόγος, ὅτι Ἐγώ εἰμι ἡ ἀρχή.

ἢ τοίνυν δειξάτω μὴ ἐν γῇ τὴν παρθένον ἢ ἄνθρωπον οὐράνιον μὴ πλασσέτω μηδὲ φοβείτω τοὺς ἀμαθεστέρους ὡς εἰς τὸ θεῖον ἐξαμαρτάνοντας, ὡς τὸ ἀνθρώπινον παραδεξάμενοι μὴ συνομολογοῖεν τὸ θεῖον. ἡ μὲν γὰρ ἐκ γυναικὸς γέννησις τὸ ἀνθρώπινον ἔχει, ἡ δὲ παρθενία ὑπηρετήσασα τῷ τόκῳ τὸ ὑπὲρ ἄνθρωπον ἔδειξεν. ὥστε τὸ μὲν γεννηθὲν ἄνθρωπος, ἡ δὲ πρὸς τὴν γέννησιν δύναμις οὐκ ἐξ ἀνθρώπων, ἀλλὰ διὰ πνεύματος ἁγίου καὶ τῆς τοῦ ὑψίστου δυνάμεως. οὐκοῦν κατὰ τὸν ἀληθῆ λόγον καὶ ἄνθρωπός ἐστι καὶ θεός, τῷ ὁρωμένῳ ἄνθρωπος, τῷ νοουμένῳ θεός. ὁ δὲ οὐ τοῦτό φησιν, ἐν τῷ συμπεράσματι τῷ φαινομένῳ τὸ θεῖον, οὐ τῷ νοητῷ ὁριζόμενος.

Ἀλλὰ πρὸς τὸ ἐφεξῆς ἐπιχείρημα τῷ λόγῳ μετέλθωμεν. 〈Εἰ μετὰ τοῦ θεοῦ〉, φησί, 〈νοῦ ὄντος, καὶ ἀνθρώπινος νοῦς ἦν ἐν Χριστῷ〉. τοῦτο ἡ πρότασις. ἡμεῖς δὲ τῷ εἰρημένῳ ἀντιπροτείνομεν· τίς τῶν ἁγίων νοῦν τὸ θεῖον ὡρίσατο; παρὰ ποίαις γραφαῖς ταὐτὸν εἶναι τῷ νῷ τὸν θεὸν ἐδιδάχθημεν, ὥστε παραδέξασθαι τὸ λεγόμενον, ὅτι ὁ μὲν κατὰ Χριστὸν ἄνθρωπος ἄνους, ὁ δὲ θεὸς νοῦς τῷ ἀνοήτῳ γίνεται; ἄρα χρὴ καὶ ὅλον τοῦ ἐπιχειρήματος τούτου καταγράψαι τὸν ὄνειδον. ἀλλὰ δέδοικα, μὴ χλευασταί τινες τοῖς ἐντυγχάνουσι δόξωμεν ὡς ἐπὶ γέλωτι τὴν ἀσχημοσύνην τοῦ λογογράφου δημοσιεύοντες. πλὴν ὡς ἂν μὴ ἀτελὴς μένοι ἡ πρότασις, τὸ συμπέρασμα μόνον ἐπαγαγεῖν δέον, τὸν διὰ μέσου συρφετὸν ὑπερβήσομαι. 〈Εἰ μετὰ τοῦ θεοῦ〉, φησί, 〈νοῦ ὄντος, καὶ ἀνθρώπινος ἦν ἐν Χριστῷ νοῦς· οὐκ ἄρα ἐπιτελεῖται ἐν αὐτῷ τὸ τῆς σαρκώσεως ἔργον. εἰ δὲ μὴ ἐπιτελεῖται τὸ τῆς σαρκώσεως ἔργον ἐν τῷ αὐτοκινήτῳ καὶ μὴ ἀναγκαστῷ νοΐ, ἐν τῷ ἑτεροκινήτῳ καὶ ὑπὸ τοῦ θείου νοῦ ἐνεργουμένῃ σαρκὶ τελεῖται τὸ ἔργον, ὅ ἐστι λύσις ἁμαρτίας· μεταλαμβάνει δὲ τῆς λύσεως ὁ ἐν ἡμῖν αὐτοκίνητος νοῦς, καθ᾽ ὅσον οἰκειοῖ ἑαυτὸν Χριστῷ〉. ὁρᾷς πῶς οἰκεῖα τῇ προτάσει τὰ συμπεράσματα;

τάχα δέ τινος ἐπαοιδοῦ καὶ γαζαρηνοῦ προσδεόμεθα πρὸς τὸ διακρῖναι ἡμῖν τὰ τῶν ἐνυπνίων αἰνίγματα, ὥστε εἰπεῖν τί σημαίνει ἡ τῶν ῥημάτων τούτων καινοφωνία· ὁ αὐτοκίνητος νοῦς καὶ ἑτεροκίνητος, σὰρξ ἡ ἐπιτελοῦσα τὸ ἔργον τῆς λύσεως. ἀλλ᾽ ἀφείσθω καὶ ταῦτα τῇ ἀγερωχίᾳ τῶν νέων καταχλευάζεσθαι, ἡμεῖς δὲ πρὸς τὰ ἐφεξῆς τοῦ λόγου προΐωμεν. 〈Εἴ τι πλέον〉, φησίν, 〈ἕτερος ἑτέρου κομίζεται, τοῦτο δι᾽ ἄσκησιν γίνεται· οὐδεμία δὲ ἄσκησις ἐν Χριστῷ· οὐκ ἄρα νοῦς ἐστιν ἀνθρώπινος〉. πῶς μέμνηται τῆς θεοπνεύστου γραφῆς; ποία τοῦ Βεσελεὴλ ἄσκησις τῶν τεχνῶν καθηγήσατο; πόθεν δὲ τῷ Σολομῶντι τῶν τοσούτων ἡ γνῶσις; ὁ δὲ τὰ συκάμινα κνίζων Ἀμὼς πῶς ἐξ αἰπόλων τοσαύτην ἔσχεν ἐν προφητείᾳ τὴν δύναμιν; καὶ ὅμως οὐδεὶς τῶν εἰρημένων ἐξ οὐρανοῦ καταβέβηκεν, 〈ὃς〉 οὔτε ἐν ἀρχῇ ἦν οὔτε ἴσα θεῷ ἦν.

Ἀλλὰ σιγάσθω καὶ τοῦτο τὸ ἐπιχείρημα μάλιστα διὰ τὸ προσφυὲς τοῦ προτεθέντος αὐτῷ συμπεράσματος οὕτως κατὰ τὴν λέξιν ἔχοντος· 〈Οὐκ ἄρα σῴζεται τὸ ἀνθρώπινον γένος δι᾽ ἀναλήψεως νοῦ καὶ ὅλου ἀνθρώπου, ἀλλὰ διὰ προσλήψεως σαρκός〉. τὸ μὲν συμπέρασμα τοῦτο· τὴν δὲ τῆς ἀναλήψεως καὶ προσλήψεως διαφορὰν ἑρμηνευόντων οἱ ταῖς γραμματικαῖς ψυχρολογίαις ἐμμελετήσαντες, ὥστε τῶν τοιούτων τοῦ λόγου μορίων, ἃ προθέσεις κατονομάζονται, τεχνολογεῖν ἐν μειρακίοις τὴν ἐν ὀλίγῳ διαφωνίαν. ἡμεῖς γὰρ καὶ τὸν προσειλημμένον ἀνειλῆφθαι νομίζομεν καὶ τὸν ἀνειλημμένον προσειλῆφθαι οὐκ ἀμφιβάλλομεν, παρὰ τῆς γραφῆς τὴν τοιαύτην χρῆσιν τοῦ λόγου μεμαθηκότες. Μετὰ δόξης προσελάβου με, φησὶν ὁ Δαβίδ· καὶ πάλιν ἑτέρωθι· Ἐξελέξατο Δαβὶδ τὸν δοῦλον αὐτοῦ καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τοῦ πατρὸς αὐτοῦ. οὐκοῦν καὶ ὁ μετὰ δόξης προσληφθεὶς ἀνελήφθη καὶ ἐκ τῶν ποιμνίων ἀναληφθεὶς προσελήφθη· περὶ γὰρ τοῦ αὐτοῦ δύο λέγει, ὥστε τί βούλεται ὁ λέγων οὐκ ἀναλήψει ἀλλὰ προσλήψει τῷ μονογενεῖ τὸ κατὰ τὸν ἄνθρωπον οἰκονομεῖσθαι μυστήριον, οὐδ᾽ ἂν αὐτὸς εἴποι τάχα.

ἐγὼ δὲ φεύγων τῇ ἰλύϊ τῶν ἀσυναρτήτων αὐτοῦ ῥημάτων συνδιαβαπτίζειν τὸν λόγον τὰ πολλὰ τῆς φλυαρίας ἀφίημι, ἱκανὸν ἔλεγχον εἶναι τῆς ἀτοπίας τῶν λεγομένων οἰόμενος αὐτὴν ἐπὶ λέξεως αὐτοῦ τὴν τῶν γεγραμμένων ἀνάγνωσιν, ὡς καὶ τὸν σφοδρῶς καταδραμεῖν τῆς αἱρέσεως ἐθέλοντα μὴ ἂν τοσοῦτον ἐξ οἰκείων λογισμῶν διελέγξαι τὴν ἀτοπίαν ὡς αὐτὸς ὁ λόγος· δι᾽ ὧν γὰρ κατασκευάζει τὸ ψεῦδος ἐν τῇ ἀτονίᾳ τῆς συνηγορίας ἀπογυμνοῖ τὴν ἀσέβειαν. 〈καὶ γὰρ εἰ ἀνθρώπῳ τελείῳ〉, φησί, 〈συνήφθη θεὸς τέλειος, δύο ἂν ἦσαν〉. τὸ δὲ ἀτελὲς ἄρα τῷ τελείῳ συντεθειμένον οὐκ ἐν δυάδι παρ᾽ αὐτοῦ θεωρεῖται. οὐκ εἶδεν ὁ γεννάδας οὐδὲ παιδία ποτὲ τοὺς ἐπὶ τῆς παλάμης δακτύλους ἐξαριθμούμενα; ὁ τὸν μικρὸν τῷ μείζονι συναριθμῶν ἕνα μὲν ὀνομάζει τὸν ἐλαττούμενον καὶ ἕνα τὸν ὑπερέχοντα, δύο δὲ ὅμως εἶναί φησιν, εἰ μετ᾽ ἀλλήλων ἀμφοτέρους λογίζοιτο. πᾶς γὰρ ἀριθμὸς μονάδων ἐστὶ σύνθεσις, τὸ ἀθροιζόμενον ἐκ τούτων ἐν κεφαλαίῳ σημαίνων. εἰ δὲ τὸ ἀριθμητόν, ὅτιπερ ἂν ᾖ, τῷ συναριθμουμένῳ παρατιθέμενον κατὰ τὴν πηλικότητα πλεονάζοι τῷ ὄγκῳ παρὰ τὸ ἔλαττον, οὐδὲν ἧττον ἓν καὶ τὸ ἐλαττούμενον ἔσται, κἂν ἐλλείπῃ τὸ μέγεθος. ὅταν μὲν οὖν ἰσομεγέθη δύο τῷ ἀριθμῷ διαλάβωμεν, δύο τέλεια λέγομεν· ὅταν δὲ τῷ τελείῳ τὸ λεῖπον συναριθμήσωμεν, δύο μὲν καὶ οὕτω φαμέν, ἀλλὰ τὸ μὲν ἐλλιπές, τὸ δὲ τέλειον.

ὁ δὲ πολὺς οὗτος κατὰ τὴν ἀριθμητικὴν ἐπιστήμην, εἰ μὲν τελείως ἑκάτερον κατὰ τὴν αὐτοῦ φύσιν ἔχει, δύο φησὶ λέγεσθαι τὰ οὕτω λεγόμενα· εἰ δὲ τὸ μὲν ἐλλείποι, τὸ δὲ ἕτερον τέλειον εἴη, ἓν ἀμφότερα γενέσθαι, οὐκ οἶδα ὅπως τὸ ἀτελὲς συναλείφων τῷ περιττεύοντι καὶ διὰ τῶν ἐναντίων ἐπινοῶν τοῖς ἀσυμβάτοις τὴν ἕνωσιν. τέλειον γὰρ τελείῳ καὶ ἀτελὲς ἀτελεῖ μᾶλλον ἁρμόζεται τῇ ὁμοιότητι· τῆς δὲ τοῦ ἐναντίου πρὸς τὸ ἐναντίον ἑνώσεως, τοῦ ἀτελοῦς φημι πρὸς τὸ τέλειον, λεγέτω τὸν τρόπον ὁ τῆς καινῆς ταύτης ἀριθμητικῆς νομοθέτης.

Ἀλλ᾽ οὐχ ἡγεῖται πρέπειν ἀνθρώπινον νοῦν περὶ τὸν μονογενῆ θεὸν ἐννοεῖν καὶ τὴν αἰτίαν λέγει, ὅτι τρεπτὸς ὁ νοῦς ὁ ἀνθρώπινος. οὐκοῦν ὁ αὐτὸς λόγος μηδὲ τὴν σάρκα τῷ θεῷ συγχωρείτω. τὸ γὰρ τρεπτὴν αὐτὴν εἶναι οὐδὲ ὁ λογογράφος ἀντείποι, ἀπὸ νεότητος μέχρι τελειώσεως ὥσπερ ἐνδύματα μετενδυομένην τὰς ἡλικίας. ἢ πῶς οὐκ ἦν τρεπτὸς ὁ πρότερον ἐπ᾽ ὠλένης ὑπὸ τῆς μητρὸς κομιζόμενος, εἶτα ἐν παιδίοις, εἶτα ἐν μειρακίοις γινόμενος καὶ οὕτω κατ᾽ ὀλίγον προελθὼν εἰς τὸ τέλειον, ὥστε εἰς τὸ μέτρον τῆς ἀνθρωπίνης ἡλικίας ἐλθεῖν; εἰ οὖν ὁ νοῦς διὰ τὸ τρεπτὸν ἀποβάλλεται, διὰ τὴν αὐτὴν αἰτίαν μηδὲ ἡ σὰρξ ὑπ᾽ αὐτοῦ συγχωρείσθω καὶ οὕτω ψευδὲς κατ᾽ αὐτὸν δειχθήσεται τὸ εὐαγγέλιον ἅπαν καὶ κενὸν τὸ κήρυγμα καὶ ματαία ἡ πίστις. εἰ δὲ οὐκ ἀπιστεῖται τὸ ἐν σαρκὶ πεφανερῶσθαι καὶ ταύτῃ τρεπτῇ, οὐδὲ τὸν νοῦν πάντως διὰ τὴν αὐτὴν αἰτίαν ἀπόβλητον ἔχει, ἀλλ᾽ ὥσπερ ἐν σαρκὶ γενόμενος οὐκ ἐμολύνθη, οὕτως οὐδὲ τὸν νοῦν παραδεξάμενος εἰς τροπὴν ἠλλοιώθη. πάλιν δὲ τὸν αὐτὸν ὑπολήψομαι λόγον ἐκθέμενος τὴν ῥῆσιν αὐτοῦ ἐπὶ λέξεως. 〈Οὐκ ἄρα〉, φησί, 〈σῴζεται τὸ ἀνθρώπινον γένος δι᾽ ἀναλήψεως νοῦ καὶ ὅλου ἀνθρώπου, ἀλλὰ διὰ προσλήψεως σαρκός, ᾗ φυσικὸν μὲν τὸ ἡγεμονεύεσθαι· ἐδεῖτο δὲ ἀτρέπτου νοῦ μὴ ὑποπίπτοντος αὐτῇ διὰ ἐπιστημοσύνης ἀσθένειαν, ἀλλὰ συναρμόζοντος αὐτὴν ἀβιάστως ἑαυτῷ〉.

τίς οὐκ οἶδεν, ὅτι τὸ δεόμενον τοῦ ἀνενδεοῦς ἕτερον τῇ φύσει πάντως ἐστὶ καὶ τὸ πεφυκὸς ἡγεμονεύεσθαι τοῦ ἐν τῇ φύσει τὸ ἄρχειν ἔχοντος ὁμοίως κατὰ τὸν λόγον τῆς οὐσίας παρήλλακται, ὡς ἡ τῶν ἀλόγων φύσις ὑποχειρίως ἔχειν τῇ τῶν ἀνθρώπων κατεσκευάσθη καὶ ὁ ἄνθρωπος οὐκ ἐπίκτητον τὴν κατὰ τῶν ἀλόγων ἀρχὴν ἀλλ᾽ οἰκείαν ἔχει; εἰ οὖν φυσικὸν τῇ σαρκὶ τὸ ἡγεμονεύεσθαι, καθώς φησιν ὁ Ἀπολινάριος, ἡγεμονικὸν δὲ τῇ φύσει τὸ θεῖον, πῶς ὁ ταῦτα διδοὺς ἓν ἐξ ἀρχῆς εἶναι τὰ ἀμφότερα τῇ φύσει διορίζεται, πᾶσιν ὄντος προδήλου, ὅτι ἕτερος τοῦ ὑποχειρίου καὶ ἄλλος τοῦ ἐπιστατοῦντος ὁ λόγος καὶ ἄλλο τὸ πεφυκὸς ὁδηγεῖσθαι καὶ ἕτερον πάλιν, ᾧ φύσις τὸ ἡγεμονεύειν ἐστίν; εἰ οὖν ἐν τοῖς ἐναντίοις ἰδιώμασιν ἡ θατέρου τούτων θεωρεῖται φύσις, τῆς σαρκὸς λέγω καὶ τῆς θεότητος, πῶς μία αἱ δύο φύσεις εἰσίν; πῶς δὲ θείαν τινὰ καὶ οὐρανίαν σάρκα περιπλάσσει τῷ λόγῳ, μᾶλλον δὲ αὐτὸν προαποσαρκοῖ τὸν λόγον, οὐκ οἰκονομικῶς ἐπ᾽ ἐσχάτων ἡμερῶν τὴν ἡμετέραν ὑπελθόντα μορφήν, ἀλλ᾽ ἀεὶ τοῦτο ὄντα καὶ ἀεὶ ἐν τῷ αὐτῷ διαμένοντα; ὁ γὰρ ἐπιδεᾶ λέγων εἶναι τοῦ ἀτρέπτου τὴν σάρκα καὶ τοῦ καθηγουμένου προσδέεσθαι, τὴν ἡμετέραν ἄντικρυς λέγει σάρκα τὴν διὰ τὸ τρεπτὸν τῆς φύσεως εἰς ἁμαρτίαν πεσοῦσαν.

εἰ δὲ ὑπερουράνιόν τι καὶ θεῖον σῶμα, καθώς φησι, θεωρεῖται περὶ τὸν λόγον, οὔτε τὸ τρεπτὸν αὐτῷ πάντως κατὰ τὸ ἀκόλουθον δίδωσιν οὔτε τὸ ἐπιδεὲς τοῦ εὐθύνοντος· καὶ οὗτος οὐχ ἡμέτερος ἀλλὰ τῆς θείας φωνῆς ἐστιν ὁ λόγος ὁ εἰπὼν μὴ δεῖσθαι τοὺς ὑγιαίνοντας ἰατροῦ, ἀλλὰ τοὺς κακῶς ἔχοντας. ἐν γὰρ τῷ οὐρανῷ ἡ ἐξ ἁμαρτίας νόσος οὐκ ἔστιν, ἀλλ᾽ ἡμεῖς μὲν οἱ τὴν ἁμαρτίαν νοσήσαντες, οἱ διὰ τῆς τοῦ κακοῦ παραδοχῆς ἀσθενήσαντες, ἡμεῖς διὰ τὸ τραπῆναι πρὸς τὸ κακὸν τοῦ ἀτρέπτου προσεδεήθημεν, οἱ τῆς σῳζούσης ἀποπλανηθέντες ὁδοῦ τοῦ καθηγουμένου πρὸς τὸ ἀγαθὸν ἐν χρείᾳ γεγόναμεν· ὥστε εἰ ἀληθῆ ταῦτα τῇ περὶ τὸν κύριον σαρκὶ προσμαρτυρεῖ ὁ λογογράφος, ὅτι καὶ πέφυκεν ἡγεμονεύεσθαι καὶ ἀτρέπτου τοῦ καθηγουμένου χρῄζει, οὐδὲν ἕτερον ἢ τὸ ἡμέτερον σύγκριμα διερμηνεύει τῷ λόγῳ. εἰ δὲ ἐν τῇ σαρκὶ ὁρίζεται τὴν θεότητα, τὸ δὲ θεῖον, ἕως ἂν ᾖ τοῦτο, ὃ λέγεται, ἄλλου τοῦ ὁδηγοῦντος οὐκ ἐπιδέεται (οὐδὲ γὰρ ἐπιδέχεται τὴν πρὸς τὸ χεῖρον τροπὴν καὶ ἀλλοίωσιν), μάτην οὖν αὐτῷ τὰ περὶ τῆς σαρκὸς νῦν εἰρημένα διερραψῴδηται· εἰ γὰρ θεία τις αὕτη, δῆλον ὅτι καὶ ἄτρεπτος· εἰ δὲ τρεπτή, πάντως οὐ θεία.

Τίς ἂν οὖν διεξέλθοι τὸν συγκεχυμένον τοῦτον καὶ ἀσύστατον τῶν δογμάτων μῦθον μηδέποτε ἐπὶ τοῦ αὐτοῦ βαίνοντα ἀλλὰ κατὰ τὰς ἐνυπνίους φαντασίας ἄλλοτε ἄλλον φαινόμενον; νῦν μέν φησι θείαν εἶναι τὴν σάρκα τοῦ λόγου καὶ συναΐδιον, πάλιν ἐπίκτητον καὶ προσειλημμένην, εἶτα ἀλλοτρίως [ὡς] πρὸς τὴν ἡμετέραν ἔχουσαν φύσιν, τὴν παθητὴν καὶ ἐπίκηρον, πάλιν ἐπιδεᾶ τοῦ εὐθύνοντος καὶ τῷ κατὰ τροπήν τε καὶ ἀλλοίωσιν πάθει ἐνεχομένην· καὶ διὰ τοῦτο αὐτὴν ἄνουν ποιεῖ, ἵνα ἰατρευθῇ τῇ θεότητι ὥσπερ ἐμπόδιον ἡγούμενος τὸν νοῦν τῆς θείας ἐπ᾽ ἀνθρώπων κηδεμονίας καὶ προσφιλέστερον τῷ θεῷ τὸ ἀνόητον. οὐκοῦν μακαριστότερον οἴεται τὸ νοῦν μὴ ἔχειν, εἴπερ προσλαμβάνεται, καθώς φησιν οὗτος, παρὰ θεοῦ τὸ ἀνόητον. τί οὖν οὐ διορθοῦται τὸν Σολομῶντα, ὅς φησιν· Ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται; οὐδὲ γὰρ ἄλλην οἶμαι τὴν κυβέρνησιν ἐνταῦθα παρὰ τοῦ παροιμιακοῦ αἰνίγματος λέγεσθαι, εἰ μὴ τὴν ἡμετέραν φύσιν τὴν ἐν κακίᾳ χειμασθεῖσαν καὶ ναυαγήσασαν, τῇ ἐπιστασίᾳ τοῦ ἀληθινοῦ κυβερνήτου πρὸς τὸν λιμένα τοῦ θείου θελήματος εὐθυνομένην. εἰ οὖν ἐν τῇ ἀνοίᾳ ὁ ἄνθρωπος σῴζεται, πῶς ὁ νοήμων κυβέρνησιν κτήσεται; τίνι δ᾽ ἂν οἰκειότερον [ἐν] φύσει εἴη τὸ θεῖον; πρὸς τί μᾶλλον καταλλήλως ἔχειν τὴν θείαν φύσιν ὁ λογισμὸς ὑποτίθεται;

παχεῖά τις καὶ ἀντιτυπής ἐστιν ἡ σὰρξ καὶ πρὸς τὴν γεώδη φύσιν συγγενῶς ἔχει, νοερὸν δέ τι καὶ ἀφανὲς καὶ ἀσχημάτιστον ἡ διάνοια. τί ἂν μᾶλλον οἰκειότερον εὑρεθείη ἐκ τούτων πρὸς τὸ συναρμοσθῆναι θεῷ, τὸ παχὺ καὶ γεῶδες ἢ τὸ ἀναφές τε καὶ ἀσχημάτιστον; πῶς δὲ συναρμόζεται τῷ θεῷ σάρξ, ὥς φησιν, ἀβιάστως ἡ μεταλαμβάνουσα τῆς καθαρᾶς ἀρετῆς; τίς γὰρ οὐκ οἶδεν, ὅτι ἀρετὴ προαιρέσεώς ἐστι κατόρθωμα; ἡ δὲ σὰρξ ὄργανόν ἐστι τῆς προαιρέσεως, τῇ ὁρμῇ τῆς διανοίας ἐγκείμενον, πρὸς ὅπερ ἂν ὁ κινῶν ἄγῃ, πρὸς τοῦτο μετατιθέμενον. ἡ δὲ προαίρεσις οὐδὲν ἕτερον εἰ μὴ νοῦς τίς ἐστι καὶ πρός τι διάθεσις. εἰ οὖν μεταλαμβάνειν φήσει τὸν ἄνθρωπον καθαρᾶς ἀρετῆς, ἐν ᾧ νοῦς οὐκ ἔστι, τὸ τὴν ἀρετὴν ἑκουσίως ὑποδεχόμενον τί ἂν εἴη; εἰ μὴ ἄρα τὸ βεβιασμένον ἀβίαστον ὁ λογογράφος νοεῖ. ὅταν γὰρ μὴ τοῦ νοῦ συντιθεμένου τῇ προτιμοτέρᾳ ῥοπῇ ἔξω τῶν κατὰ κακίαν ἐνεργημάτων τὸ σῶμα γένηται, ἀνάγκης ἔργον, οὐ προαιρέσεως ἔσται τὸ κατορθούμενον· ὁ δὲ διὰ τῆς τῶν λογισμῶν ἐπικρίσεως τὸ ἀγαθὸν προαιρούμενος κρείττων πάσης ἀνάγκης καὶ βίας ἐστὶν οἴκοθεν ἔχων τὴν πρὸς τὸ κρεῖττον ῥοπήν. πῶς οὖν τῷ ἀπροαιρέτῳ ὁ λογογράφος μαρτυρεῖ τὸ ἀβίαστον, οὗ μηδεὶς λογισμὸς ἴδιος πρὸς τὸ καλὸν καθηγήσατο;

τὸ γὰρ μὴ ἐκ προαιρέσεως ἀναμάρτητον οὐδὲ ἐπαινετόν ἐστι πάντως, ἢ οὕτω καὶ τοὺς ὑπὸ δεσμῶν πρὸς κακουργίαν κωλυομένους ἐπαινεσόμεθα, οὓς ἀφίστησι τῆς τῶν κακῶν ἐνεργείας ὁ δεσμός, οὐχ ἡ γνώμη. Ἀλλ᾽ 〈ἀβιάστως〉, φησί, 〈τὴν σάρκα ἡ θεότης προσάγεται〉· τὸ ἀβίαστον δηλαδὴ τὸ ἑκούσιον λέγει. πῶς οὖν ἄν τις ἐθελοντὴς τῇ ἀρετῇ προσαχθείη, θέλημα οἰκεῖον μὴ κεκτημένος; τὸ γὰρ προαιρεῖσθαι καὶ βούλεσθαι καὶ ἡ τοῦ συμφέροντος ἐκλογὴ καὶ ἡ τοῦ βλάπτοντος ἀποβολή, ταῦτα πάντα διανοίας ἐστί· τὸ δὲ διανοεῖσθαι τῶν ἀνοήτων οὐκ ἔστιν. εἰ οὖν ἀβιάστως τῷ θεῷ προσοικειοῦται ἡ σάρξ, μαρτυρεῖται παρὰ τούτων διὰ τοῦ λογογράφου μὴ ἀπροαίρετος εἶναι ἡ σὰρξ μηδὲ ἀκρίτως τε καὶ ἀνεπισκέπτως τοῦ λυσιτελοῦντος ἔχειν· τὸ δὲ τοιοῦτον οὐκ ἄν τις ἀλογίαν εἴποι. πῶς γὰρ ἂν γένοιτο ἐν τῷ ἀλόγῳ ὁ λόγος; ὥστε οὐ μόνον εἶναι τὸν νοῦν ἐν τῷ ἀνθρώπῳ δι᾽ ὧν λέγει συντίθεται, ἀλλὰ καὶ ὑπὲρ τοὺς ἄλλους εἶναι. ἡ γὰρ ἑκούσιός τε καὶ ἀβίαστος πρὸς τὸ ἀγαθὸν ὁρμὴ μαρτυρία τῆς τοῦ νοῦ τελειότητος γίνεται. καὶ ὅτι διανοίας ἐστὶν ἡ πρὸς τὸ κρεῖττον οἰκείωσις, διὰ τῶν ἐφεξῆς εἰρημένων μάλιστα δείκνυται, οὑτωσὶ κατὰ τὴν λέξιν ἐχόντων· 〈Μεταδιδόντος〉 γάρ, φησί, 〈τῆς καθαρᾶς ἀρετῆς παντὶ τῷ ὑποχειρίῳ νοῦ〉. εἰ οὖν ἐν τῷ νῷ θεωρεῖ τὴν τῆς ἀρετῆς καθαρότητα, πῶς ἐξοικίζει τῆς σαρκὸς ἐκείνης τὸν νοῦν, ἐν ᾗ τὴν καθαρότητα βλέπει;

ἀνάγκη γὰρ ἓν ἐξ ἀμφοτέρων διημαρτῆσθαι τῷ λόγῳ, ἢ τὸ μεθεκτὴν εἶναι τοῦ νοῦ τὴν ἀρετὴν ἢ τὸ ἄνουν εἶναι τὴν σάρκα τὴν ἀβιάστως τῇ ἀρετῇ προσαχθεῖσαν.